- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:56.30-58.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者驳斥了试图通过词义的歧义性或二重性来解决偶性诡辩的错误做法,通过对格的配置及限定关系的分析,指出真正的谬误原因在于偶性或对“在某一方面”与“无条件地”的混淆。
μεταφέροντες δὲ καὶ ἐπὶ τῶν προκειμένων λέγομεν ὡς ἐπ’ ἄλλων μὲν τοῦτο ἀληθεῦον δόξειεν ἂν τὸ κατ’ ἄλλο μὲν εἰδέναι κατ’ ἄλλο δὲ ἀγνοεῖν, οἷον τόδε ὅτι μὲν λευκὸν εἰδέναι, ὅτι δὲ μουσικὸν μὴ γνωρίζειν, καὶ μὴ κατὰ ταὐτό· ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὔ· τό τε γὰρ προσιὸν οἶδεν ὅτι πρόσεισι καὶ τὸν Κορίσκον, εἰ καὶ μὴ ταὐτὰ μηδ’ ὡς ἕν. Ὁμοίως δὲ ἁμαρτάνουσι καὶ οἱ τὸ ἕτερον σόφισμα λύοντες, τὸ συνάγον τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα, τῷ λέγειν ἅπας ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος πρὸς ἕτερον καὶ ἕτερον. δέον γὰρ λύειν καὶ ἀνθίστασθαι πρὸς τὸν ἐρίζοντα ὡς οὐκ ἀληθῶς συνεπέρανε, μᾶλλον συγχωροῦσιν. Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσιν ὥσπερ δὴ τὰ ὁμώνυμα. τὴν γὰρ ὅτι σός ἐστιν οὗτος πολλαπλῆν τίθενται πρότασιν· ἢ γάρ, φασίν, υἱὸς ἢ πατὴρ ἢ κτῆμα ἢ δοῦλος. ὑπόθου δὲ παρ’ εἰδόσι προβαίνειν τὸ πρόβλημα. ἀλλ’ εἰ μὲν παρὰ τὸ πολλαχῶς λέγεσθαι καὶ μὴ κατὰ συμβεβηκὸς ὁ τοιοῦτος ἔλεγχος ἦν, φανερὸν ὡς ἔδει τοὔνομα ἢ τὸν λόγον πλείονα σημαίνειν· οὕτω γὰρ εἶχεν ἐπὶ τῶν ὁμωνύμων. νυνὶ δὲ οὐχ οὕτω· τὸ γὰρ εἶναι τόνδε τοῦδε τέκνον ὄντα δοῦλον οὐ διὰ τὸ πολύσημον, ἀλλὰ παρὰ τὴν τοιάνδε συμπέπτωκεν ἀγωγὴν τοῦ σοφίσματος, οἷον ‘ἆρ’ ἔστι τοῦτο σόν;’ ‘ναί.’ ‘ἔστι δὲ τοῦτο τέκνον;’ ‘ναί.’ ‘σὸν ἄρα τοῦτο τέκνον.’ οὐκ ἔστι δέ· συμβέβηκε γὰρ εἶναι καὶ σὸν καὶ τέκνον, ἀλλ’ οὐ σὸν τέκνον. Παραπλήσιον κἀκεῖνο τὸ συνάγον τῶν κακῶν τι εἶναι ἀγαθόν· ἡ γὰρ φρόνησίς ἐστιν ἐπιστήμη τῶν κακῶν τῷ τὸν φρόνιμον ἐπίστασθαι καὶ τὰ κακά. οὔκουν εἴ τις τὸ τοῦτο τούτων εἶναι ἢ τὸ οὗτος τούτου1 πολλαχῶς λέγεσθαι θείη, * * ὅτι καὶ ὁ λόγος2 ὁ τὸν ἄνθρωπον εἶναι τῶν ζώων λέγων ἕν τι δηλοῖ, ὅτι ζῶον ἀλλ’ οὐ κτῆμα, ὅ τε τὸν Πειραιᾶ τυχὸν ἢ Τάναγραν τῶν Ἀθηναίων λέγων οὐ πολλὰ σημαίνει, ἀλλ’ ὅτι κτῆμα. οὕτως οὐδ’ ὃς τὴν φρόνησιν τῶν κακῶν εἴποι, πολλὰ σημαίνει ἀλλ’ ὅτι ἐπιστήμη. ἐπεὶ δὲ μεγάλην διαφορὰν πρὸς τὰ σημαινόμενα κἀν ταῖς συντάξεσιν αἱ ἀποδόσεις τῶν πτώσεων φέρουσι, φθάνομεν δὲ πρὸς γενικὴν ἀποδεδωκέναι τὴν φρόνησιν τῶν κακῶν αὐτὴν φάμενοι, ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς ἀνέκυψε παραλογισμός· πῇ γὰρ δεδωκότων καὶ ὡς ἐπιστήμην ἁπλῶς τοῖς κακοῖς συνέταξαν. καὶ ἐνταῦθα μὲν πάνυ ἐξίτηλον τὸ τοῦ παραλογισμοῦ φάντασμα, ἐν ἑτέροις δὲ ἴσως ἐνδέχεται τι ἀγαθὸν τῶν κακῶν εἶναι. ἡ γὰρ ἀνδρεία καλὸν μὲν ὡς εὐκλείας ποιητική, δοκεῖ δέ τισι κακὸν διὰ τὰς ἐν πολέμῳ πληγάς. καὶ ἔτι μᾶλλον ἡ τῆς διττότητος ἐμφάνισις ἐπ’ ἐκείνου τοῦ ἀμφιβόλου τοῦ δοῦλον ἀγαθὸν μοχθηροῦ.3 τὸ γὰρ ἀγαθὸν ἢ ὡς ὄνομα ἐκλήψῃ κύριον ἢ ἐπὶ τρόπου θείης, καὶ τὸ μοχθηροῦ ὡσαύτως ἢ δεσπότου μοχθηροῦ ἢ τρόπου. ἴσως δέ σοι ἀκριβῶς σκεπτομένῳ οὐδ’ ἐνταῦθα ἡ διπλόη φανήσεται· οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθὸν τούτου ἅμα· δοῦλος γὰρ ὢν ἀγαθὸς μοχθηροῦ δεσπότου δηλαδή, ἀλλ’ οὐ τρόπου πονηροῦ· πρὸς γὰρ τὸν δεσπότην ὁ δοῦλος λέγεται. τὸ δὲ ἀγαθὸς ἀποκοπὲν καθ’ αὑτὸ πρὸς οὐδὲν ἀλλ’ ἢ ὡς ποιὸν νοεῖται. ὥστ’ οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζώων εἶναι λέγεται πολλαχῶς, ἢ τὴν φρόνησιν τῶν κακῶν, ἢ κοινότερον εἰπεῖν τὸ τοῦτο τούτων· οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες, τοῦτο πολλαχῶς λέγεται. οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον καὶ τούτου ἢ τούτων λεγόμενον πολλὰ σημαίνει. εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ ‘μῆνιν ἄειδε θεά’ ἀφελόντες ὡρισμένως οἴδαμεν, ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ ‘μῆνιν ἄειδε θεά’ τὸ ἥμισυ τούτου τοῦ ἔπους διττὸς ἂν ἦν λέγων καὶ ἐσήμαινε τό τε ἥμισυ τῆς Ἰλιάδος καὶ τοῦ στίχου. ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν δῆλον γέγονεν τίνος ἐστὶν ἥμισυ· ἔστι δὲ μεταλαμβανόμενα τὸ μὲν ἥμισυ τοῦτο, τὸ δὲ τοῦ ἔπους τούτου. κατὰ ταὐτὰ μέντοι οὐδ’ ὁ λέγων ‘ἆρα ὅδε σός;’ ἐστὶ λόγος διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν· ὁ γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;’ ταὐτὸν λέγει 〈τῷ〉 ‘ἆρα ὁ Πλάτων υἱὸς Ἀρίστωνος;’ καὶ 〈οὐ〉 διπλοῦν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν, ὅπως ἀλλήλων εἰσίν.
我们将论点转移到手头的问题上,说道:在其他情况下,这一说法——在某一观照下认识而在另一观照下不认识——似乎是真确的,例如认识到这是白色的,却不知道它是懂音乐的,并且不是就同一方面而言;但在走近的科里斯库斯的例子中则不然;因为他既知道走近的人正在走近,也认识科里斯库斯,即便不是将二者当作相同之物,也不是当作单一之物。同样地,那些通过说“每一个数相对于不同的事物而言都既是多数又是少数”,来解决推论出“一百既是多数又是少数”这另一个诡辩的人,也犯了错误。因为他们本应指出对方并未真正得出推论来予以解决和抵制争辩者,却反而做出了让步。还有些人则通过二重性来解决,正如对待同音异义词那样。因为他们把“这个[或这人]是你的”这一前提设定为多义的;因为他们说,这要么是指儿子,要么是指父亲,要么是指财产,要么是指奴隶。但请设想这一问题是在知情者之间进行的。然而,如果这种反驳是基于多义言说而非基于偶性,显而易见,名称或言明就必须意指多个事物;因为在同音异义词的情况下正是如此。但现在却并非如此;因为此人身为奴隶却是此人的孩子,并不是由于多义性,而是由于诡辩的如下推演方式造成的,例如:“这是你的吗?”“是。”“而这是孩子吗?”“是。”“因此这是你的孩子。”但事实并非如此;因为属于你的且是孩子乃是偶然相合,而不是属于你的孩子。 推论出“恶事中的某种东西是善”的那一论辩与此相类似;因为明智是对恶事的知识,乃由于明智者也知晓恶事。因此,即使有人设定“这属于这些”或“此人属于此人”是多义地言说的,[……]因为说“人属于动物”的言明也只表明单一的事物,即人是动物而非财产;而偶然说“比雷埃夫斯或塔纳格拉属于雅典人”的人,并不意指很多事物,而仅意指它是财产。同样,称明智“属于恶事”的人,也并不意指很多事物,而仅意指它是知识。但是,既然格的配置在所意指的事物和句法组合中带来了巨大的差异,而我们此前已经通过称明智自身为“恶事的”将其配置给了属格,基于“在某一方面”与“无条件地”的谬误推论便产生了;因为在他们仅就某一方面且作为知识而认可之后,他们却将它无条件地与恶事结合在了一起。在这里,谬误推论的假象确实非常微弱,但在其他情况下,恶事中的某种东西或许可能是善的;因为勇敢作为产生美名之物固然是高尚的,但由于战争中的创伤,在某些人看来也是恶的。而在“恶人的善奴隶”这一含混表达中,二重性的表现则更加明显;因为你要么将“善”理解为专有名词,要么将其归于品行;同样,“恶人的”要么指恶主人,要么指恶品行。然而对你细致考察而言,或许在这里双重性也不会显现;因为如果他是善的且属于此人,并不随之意味着他同时就是属于此人的善;因为作为一个善奴隶,他显然属于一个恶主人,而不是属于恶劣的品行;因为奴隶是相对于主人而言的。而“善”一旦被单独截取,就不相对于任何事物,而仅被理解为一种性质。因此,说人属于动物并不是多义地言说的,说明智属于恶事不是多义的,更普遍地讲,“这属于这些”也不是多义的;因为绝不是只要我们抽离某物来意指它,这就成了多义的言说。因为并非每一个被就其自身截取、被限定且为人熟知、并被称为“属于此人”或“属于这些”的东西,都意指很多事物。因为如果情况是这样,既然我们抽离出“歌唱吧,女神,那愤怒”时明确知晓它是半个诗行而不是《伊利亚特》的一半,那么说“给我‘歌唱吧,女神,那愤怒’,即这首史诗的一半”的人,就会是在以双重含义说话,并将同时意指《伊利亚特》的一半和诗行的一半。然而他绝不是在双重地说话;因为就其自身被取用时,它是何物的一半已经变得清楚了;而被替换的项一方面是“这一半”,另一方面是“这首史诗的”。然而同样地,说“难道这位是你的吗?”的言明也不是双重的;因为这位如何属于这位是清楚的;因为把柏拉图和阿里斯同就其自身取用并询问“难道这位属于这位吗?”的人,所说的与“难道柏拉图是阿里斯同的儿子吗?”完全相同,而这里的提问之所以不是双重的,是因为所取用的项彼此处于何种关系乃是为人所知的。
- 1.24ἔστι δὲ μεταλαμβανόμενα τὸ μὲν ἥμισυ τοῦτο, τὸ δὲ τοῦ ἔπους τούτου
μεταλαμβανόμενα 为中性复数主格分词,作表语性使用,指下文中的两个要素(“这一半”与“这首史诗的”)在表述中被替换或交替理解。
- 1.24οὔκουν εἴ τις τὸ τοῦτο τούτων εἶναι ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι θείη, * * ὅτι καὶ ὁ λόγος
在条件从句 οὔκουν εἴ τις... θείη 之后存在文意脱落(lacuna),紧接着是由 ὅτι 引导的解释性从句。主句中被省略的大意为“这并不能作为解决”。各译本使用括号补出逻辑空缺以使句意通顺。
- 1.24δοῦλον ἀγαθὸν μοχθηροῦ
此处短语在词序与句法配置上呈现歧义(amphiboly):“善奴隶属于恶人(主人)”,还是把“善”作为专有名词或品行属性,以及把“恶人的”修饰主人还是修饰品行,构成了争辩的焦点。
