- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:55.15-56.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者提出了针对所有偶性谬误的唯一共通解决方法,即述词的属性未必延伸至基础实物,并批评了诉诸个别视角的别解,以及对芝诺悖论的那种未揭示错误真正原因的归谬反驳。
24. Πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς ἅπαντας μίαν καὶ κοινὴν λύσιν ἐπάξομεν καὶ οὐχ ὥσπερ ἕτεροι διαφόρους καὶ ἀσυμφώνους. ἐπεὶ γὰρ ἀδιόριστον καὶ οὐκ ἀκριβῶς ἔγνωσται, πότε τὸ τῷ κατηγορουμένῳ ὑπάρχον ὑπάρχει καὶ τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἐπ’ ἐνίων μὲν δοκεῖ καὶ φασί (τὰ γὰρ οὐσιωδῶς τοῖς κατηγορουμένοις ἐνόντα καὶ καθ’ αὑτὸ καὶ ἐπὶ τῶν ὑποκειμένων διαβαίνει) τὰ δ’ ἄλλως ἔχοντα οὔ, τοῦτο δὴ καὶ πρὸς λύσιν ἐπάγειν ἀρκεῖ, ὡς οὐκ ἀναγκαῖον καὶ τῷ πράγματι συμβαίνειν ἅπαν ὃ καὶ τῷ κατηγορουμένῳ, ἀλλὰ τὰ μὲν τὰ δ’ οὔ, ὥς γε εἴρηται. συμβαλεῖται δὲ πρὸς λύσιν καὶ τὸ οἷον ἢ ὁποῖον ἀντερωτώμενον· ἐρωτῶντος γὰρ εἰ ὁ Σωκράτης λευκόν, ἵνα συναγάγῃ ὅτι χρῶμα, ἐπειδὴ τὸ λευκὸν διττὸν τό τε λελευκωμένον σῶμα καὶ ἡ λευκότης αὐτή, καὶ τὸ μὲν δοῦναι ἀληθὲς τὸ δὲ ψεῦδος, εἰ ἀντερωτήσαις οἷον λευκὸν αἰτεῖ λαβεῖν. ἐσεῖται συνειλημμένος ἀμφοῖν1 καὶ οὐ προβήσεται πεφωραμένα τὰ τῆς τέχνης αὐτῷ. εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τὸ συμβεβηκός· ‘ἆρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν;’ οὔ. ‘ἆρ’ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν;’ ναί. ‘τοῦτο δὲ μέλλω σε ἐρωτᾶν, ὥστ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν.’ πάλιν ‘ἆρ’ οἶδας τὸν προσιόντα κεκαλυμμένον;’ οὔ. ἀποκαλύψαντες δὲ δεικνύουσι τὸν Κορίσκον καὶ συνάγουσι τὸν αὐτὸν εἰδέναι καὶ μή. πάλιν ‘ὁ ἀνδριὰς ἔργον ἐστί;’ ναί. ‘τί δέ, καὶ σός;’ ναί. ‘σὸν ἄρα ὁ ἀνδριὰς ἔργον. ἀλλὰ μὴν καὶ οὐ σός· τοῦ Φειδίου γάρ.’ πάλιν ‘τὰ ὀλιγάκις ὀλίγα ὀλίγα;’ ναί. ‘ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκακισμύρια ὀλιγάκις ὀλίγα. τὰ ἑκατὸν ἄρα ὀλίγα. ἀλλὰ μὴν καὶ πολλά.’ φανερὸν ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη ἅπαν τὸ τῷ κατηγορουμένῳ ὑπάρχον καὶ κατὰ τοῦ ὑποκειμένου πράγματος ἀληθεύεσθαι. ἐν μόνοις γὰρ τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δοκεῖ ταὐτὰ ὑπάρχειν· τῷ δ’ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ τε εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ κεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ. ὥστε οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ2 τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ· οὐδ’ εἰ τοῦτό ἐστιν ἐμόν, ἔστι δὲ ἔργον, ἐμόν ἐστιν ἔργον, ἀλλ’ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Καὶ παρ’ ἡμῶν μὲν τὰ τοιάδε σοφίσματα οὕτω δήπου ἐκτεθειμένα λέλυνται, λύουσι δέ τινες καὶ ἑτέρως ἀναιροῦντες τὴν ἐρώτησιν τῷ δέχεσθαι ἀληθεύειν τὸ συμπέρασμα· φασὶ γὰρ ἐνδέχεσθαι τὸ αὐτὸ πρᾶγμα καὶ εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ κατὰ ταὐτό. τὸν οὖν προσιόντα οὐκ εἰδότες, τὸν δὲ Κορίσκον εἰδότες τὸ αὐτὸ εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ’ οὐ κατὰ ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν παρὰ ταὐτὸ πάντων καὶ ἐφ’ ἑνὸς εἴδους παραλογισμῶν τὴν αὐτὴν καὶ μίαν εἶναι διόρθωσιν· ἣν δὲ λέγουσιν, οὐκ ἐφαρμόττει πᾶσι τοῖς παρὰ τὸ συμβεβηκὸς σοφίσμασιν, ἀλλ’ οἷς μόνοις τὸ εἰδέναι πρόσκειται, ὡς ἐπὶ τῶν εἰρημένων, ἐπὶ δὲ τῶν ἄλλων οὔ, οἷον ἐπὶ τοῦ εἶναι ἢ πως ἔχειν ἐστίν. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν λόγον πλείους μοχθηρίας ἔχειν, ἀλλ’ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις λύσις. ἐγχωρεῖ γὰρ ὅτι μὲν ψευδῆ συλλελόγισται δεῖξαί τινα, παρ’ ὃ δὲ μὴ δεῖξαι, οἷον τὸν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινηθῆναι, ἐλέγξειεν ἄν τις καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς οὕτως ἐπιχειρῶν· εἰ μὴ ἔστι κίνησις, οὐδ’ ἔσται τὸ ποθὲν ποῖ. εἰ μὴ τοῦτο, οὐδ’ ὁ ἥλιος ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς κινηθήσεται. ἔνθεν οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται. τοῦτο δὲ ἀδύνατον· ψεῦδος ἄρα τὸ μὴ εἶναι κίνησιν. ἀλλὰ κἂν μυριάκις οὕτως ἐλέγχων συλλελογισμένος ᾖ, οὔτε λύει καὶ ἁμαρτάνει· ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ’ ὃ ψευδής· ὁ δὲ τὸ μὲν αἴτιον τῆς ἀπάτης παρῆκεν εἰπεῖν καὶ διὸ ἔψευσται (ἦν δὲ τὸ λαμβάνειν ἐνεργείᾳ τὰ ἡμίση τοῦ διαστήματος,3 ἃ δήπουθεν ἄπειρα καὶ ἀδιεξίτητα), εἶτα ἐλέγχειν οἴεται τῷ συνάγειν τὰ ἀντικείμενα. καὶ ὅστις γοῦν ἰσχύσας μὴ συλλελογίσθαι δείξει τὸ σόφισμα τῷ κατά τι τὴν συλλογιστικὴν ἐκκλίνειν παράδοσιν, τελεώτατα λέλυκε, κἄνπερ ἀληθὲς ἢ ψεῦδος ἐπιχειρῇ συνάγειν. ἴσως δὲ καὶ τοῦτο ἐπ’ ἐνίων οὐδὲν κωλύει συμβαίνειν· ἐν πλείστοις γὰρ ἤρκεσε τὸ συναγαγεῖν τὸ ἀδύνατον, πλὴν ἐπὶ τῶν Ζήνωνος λόγων δεῖ καὶ παρ’ ὅθεν εἰπεῖν.
24. 针对所有基于偶性的论辩,我们将提出一个单一且共通的解决,而不像其他人那样提出各不相同且互不一致的解决。因为,属于述词的事物何时也属于底层的实物,这是未加界定的,且未被确切知晓;但在某些情况下似乎如此,人们也这样说(因为本质地且就其自身存在于述词中的事物,也会延伸到基础事物上),而具有其他状态的事物则不然。因此,将这一点作为解决提出就足够了:述词所附带的一切并不必然也附带于实物,正如已经说过的,某些事物附带,而另一些则不然。提出反问“是哪一种”或“具有何种性质”,也将有助于解决;因为当有人询问苏格拉底是否是白色的,以便推论出他是颜色时,既然白色具有双重含义——既指被变白的物体,也指白度本身——而承认前者为真,承认后者为假,如果反问他要求设定的是哪一种白,他就会陷入两难之中,并且他的伎俩既已被识破,便不会向前推进。所有此类论辩都是基于偶性的:“你知道我将要问你什么吗?”“不知道。”“你知道美德是善吗?”“知道。”“而这正是我将要问你的,所以你知道我将要问你什么。”又如:“你认识那个走近的戴面具的人吗?”“不认识。”于是他们揭开面具露出科里斯库斯,并推论出认识且不认识同一个人。又如:“雕像是作品吗?”“是。”“那么,它也是你的吗?”“是。”“因此雕像是你的作品。然而它确实不是你的,因为它是菲迪亚斯的。”又如:“少数倍的少数是少数吗?”“是。” “然而一百相对于十万确实是少数倍的少数。因此一百是少数。然而它确实也是多数。”在所有这些情况中显而易见的是,属于述词的一切并不必然对底层的实物也成立。因为只有在本质上没有差异且为单一的事物中,所有相同的事物似乎才属于〔它们〕;但对于善而言,作为善与将要被提问并不是同一回事;对于走近的人或戴面具的人而言,作为走近者与作为科里斯库斯也不是同一回事。因此,并不因为我认识科里斯库斯而不认识走近的人,我就认识且不认识同一个人;也不因为这是我的且是作品,它就是我的作品,而只是财产或所有物或其他某种东西。在其他情况下也是同样的方式。就我们而言,此类诡辩通过被这样陈述确实得到了解决;但有些人以另一种方式解决,通过接受结论为真来取消该提问。因为他们说,认识且不认识同一事物是可能的,但并非就同一方面而言。因此他们说,在不认识走近者而认识科里斯库斯时,认识且不认识同一人,但不是就同一方面而言。然而首先,正如我们已经说过的,对于所有基于同一原因且属于单一形式的谬误推论,应当有同一且单一的纠正;而他们所说的纠正并不适用于所有基于偶性的诡辩,而仅适用于附加了“认识”的诡辩,正如在所说的诸例中那样,但在其他诸如关于“存在”或“如何处于某种状态”的例子中则不然。此外,没有任何东西阻止同一个论辩具有多种缺陷,但并非揭示每一种缺陷都是解决。因为某人指出论辩得出了假结论是可能的,却不指出其为何为假;正如芝诺关于“不可能运动”的论辩,有人或许可以通过归谬法这样反驳:“如果没有运动,也不会有从某处到某处的位移。如果没有这个,太阳也不会从东向西运动。由此,也不会有白天和黑夜。但这是不可能的;因此没有运动是假的。”然而即使他以这种方式反驳推论了一万次,他也没有解决,而且犯了错误;因为解决乃是揭示虚假推论因何而为假。但他放弃了说明欺骗的原因以及为何为假(这本是将距离的半程当作现实的,而它们显然是无限且不可穿越的),随后便自以为通过推论出相反之物完成了反驳。因此,凡是有能力指出诡辩因在某方面偏离推论传统而未被合乎推论地构成的人,无论它是试图推论出真还是假,都最完备地解决了该论辩。也许在某些情况下,没有任何东西阻止这种情形发生;因为在大多数论辩中,推论出不可能的事物就足够了,只是在芝诺的论辩中,还必须说明其来源所在。
- 1.24εἰ ἀντερωτήσαις οἷον λευκὸν αἰτεῖ λαβεῖν. ἐσεῖται συνειλημμένος ἀμφοῖν
这是一个混合条件句,条件从句中使用第二人称单数祈愿语气 ἀντερωτήσαις,主句中使用第三人称单数将来直陈语气中动/被动态 ἐσεῖται,从潜势假设推导确定的将来结果。尽管印刷本在 λαβεῖν 后使用了句号,但句法上两句构成一个完整的周期句。
- 1.24ὥστε οὐκ εἰ οἶδα τὸν Κορίσκον, ἀγνοῶ τὸν προσιόντα, τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ
否定词 οὐκ 的管辖范围分析。否定词 οὐκ 并非仅否定条件从句内的动词 οἶδα,而是管辖整个条件结构(“并不因为我认识科里斯库斯而不知道走近的人,我就认识且不知道同一个人”)。此外,οἶδα τὸν Κορίσκον 与 ἀγνοῶ τὸν προσιόντα 之间存在无连词的并列连接。
- 1.24ἦν δὲ τὸ λαμβάνειν ἐνεργείᾳ τὰ ἡμίση τοῦ διαστήματος
未完成过去时 ἦν 属于哲学注疏中特有的“哲学未完成过去时”,用于回顾既有的定义或此前已辨明的真理(此处指芝诺论辩中谬误的真正来源)。它引出带冠词的不定词短语 τὸ λαμβάνειν 作为表语。
