← 佚名

亚里士多德《辩谬篇》释义

§52.21-53.27

语式结构谬误的具体案例与真正解法

作者讨论了基于语式结构的谬误推理案例(给出未拥有之物、用未拥有之肢体行动、接受与拥有、书写真伪语句),揭示了样态或关系与事物或数量的混淆这一真正解决方式,并批评了前人针对人而非论辩的浅薄解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#2

εἰ δὲ ἤρετο ἐξ ἀρχῆς ‘εἴ τις μὴ ἔχει ὕστερον ὅσα εἶχε πρότερον, ἆρά γε ἀποβέβληκε τοσαῦτα;’ οὐδεὶς ἄν ἔδωκεν ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι,1 τρία τυχὸν ἢ ἓν ἀπὸ τῶν δέκα. πάλιν ἐπὶ τῶν αὐτῶν ‘δοίη ἄν τις ὃ μὴ ἔχει;’ οὔ. ‘τί δέ; ὁ δοὺς ἕνα ἀστράγαλον δέκα ἔχων οὐ δέδωκεν, ὃ μὴ εἶχεν;2 οὐ γὰρ εἶχεν ἕνα μόνον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ’ ὡς οὐκ εἶχεν· μὴ γὰρ ἔχων ἕνα μόνον δέδωκεν ἕνα. τὸ δὲ μόνον οὔτ’ οὐσίαν ἢ ποσὸν ἢ ποιὸν σημαίνει, ἀλλ’ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ’ ἄλλου, καὶ τρόπος τίς ἐστιν. ὥσπερ οὖν εἰ ἤρετο ‘ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν;’ μὴ φάντος δὲ προσθείη ‘εἰ δοίη ἄν τις ταχέως, ὥστε καὶ δοίη ἄν τις ὃ μὴ ἔχει’, φανερὸν ἦν ὅτι οὐ συνελογίζετο (τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν), οὕτω κἀκεῖ· ὡς δὲ μὴ ἔχει, δοίη ἄν τις, οἷον ἡδέως ἔχων δοίη ἄν λυπηρῶς. Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ οἱ τοιοίδε πάντες· ‘ἆρ’ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν;’ οὔ. ‘τί δὲ ὁ διπλᾶ ἔχων χρώμενος δὲ τῷ παρ’ ἑκατέροις ἑνί; ὥστε ᾗ μὴ ἔχει χειρί (οὐ γὰρ μίαν ἔχει μόνον) καὶ ᾧ μὴ ἔχει ὀφθαλμῷ (οὐ γὰρ ἕνα μόνον) τύπτει καὶ ὁρᾷ.’ ψεῦδος δέ· οὐ γὰρ ᾧ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει. πάλιν ‘ἆρ’ ἔχει τις ὃ οὐκ ἔλαβεν;’ οὔ. ‘ὁ μίαν παρά του ψῆφον λαβὼν ἔχων δὲ σὺν αὐτῇ καὶ ἑτέραν ἔχει ὃ οὐκ ἔλαβεν, δύο ἀντὶ μιᾶς.’ ἢ οὐκ ἔχει ὃ οὐκ ἔλαβεν, ἀλλ’ ὡς οὐκ ἔλαβε· μίαν γὰρ λαβὼν ἔχει δύο. ἀλλ’ αἱ μὲν ἀληθεῖς τῶνδε τῶν σοφισμάτων λύσεις αὗται. ὡς μέντοι γε ἕτεροι λύουσι, γελοίως ἔχει. τύπτει γάρ τις, φασίν, οὐχ ᾗ μὴ ἔχει χειρὶ ἀλλ’ ᾗ ἔχει, καὶ ὁρᾷ οὐχ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἀλλ’ ᾧ ἔχει· οἷς γὰρ χρῆταί τις ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν, ἣν νῦν ἐνεργεῖ. ὅ τε πλείους ψήφους ἔχων ἔχει καὶ μίαν, ἣν ἐκ τῆς λήψεως ἔλαβεν. καὶ τούτων οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται, μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν, οἱ δ’ εὐθὺς καὶ τὴν πρώτην ἐρώτησιν ἀναιροῦσιν, ὡς ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδὺν διαφθαρέντα ἐν τῇ λήψει ἔχειν ὀξύν. ἀλλ’ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι πάντες οὐ πρὸς τὸν λόγον ἀλλὰ πρὸς τὸν ἄνθρωπον λύουσιν. εἰ γὰρ κυρίως ἔλυον, δόντας καθάπαξ τὸ ἀντικείμενον οὐχ οἷόντε λύειν,3 καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. παντὸς γὰρ ψευδοῦς τὸ ἀντικείμενον ἀληθές, τοῦτο δὲ ἄλυτον· νυνὶ δὲ καὶ τούτου δοθέντος πάλιν ἀνασκευάζεται. εἰ γὰρ τὸ μὴ τύπτειν ᾗ οὐκ ἔχει χειρὶ ψεῦδος κατ’ ἐκείνους, ἀληθὲς ἄρα τὸ τύπτειν ᾗ 〈οὐκ〉 ἔχει χειρί·4 τοῦτο γὰρ ἀντικείμενον· ὅπερ εἰ ἀληθές, οὐ λύσιμον. λύεται δέ· ἐρεῖ γὰρ ὁ ἐρωτώμενος πρὸς τὸν σοφιστήν, ὡς δέδωκα ᾗ οὐκ ἔχει χειρὶ τύπτειν ὑποσημαίνων τὴν λαιάν, ἣν ὡδὶ μὲν οὐκ ἔχει ὡς δεξιάν, ὡδὶ δὲ ἔχει ὡς ἀριστεράν. ὥστε οὐ λύσις τῶν σοφισμάτων ἣν ἐπῆγον ἐκεῖνοι, ἀλλ’ ἣν ἡμεῖς. Ἔτι δ’ εἰσὶ καὶ οἵδε τῶν λόγων τοῦ αὐτοῦ σχήματος· ‘ἆρ’ ὃ γέγραπται γέγραφέ τις;’ ναί. ‘γέγραπται δὲ λόγος ὅτι νῦν σὺ κάθησαι ψευδής. ἦν δὲ ἀληθὴς ὅτε ἐγράφετο· ἅμα ἄρα ἐγράφετο ψευδὴς καὶ ἀληθής.’ ἢ τὴν μὲν πρότασιν ἠρώτησεν ἐπὶ ποσοῦ, ἐπὶ λόγου λέξεις ἔχοντος καὶ συλλαβὰς ὄντα ποσά, καὶ ἥντινα συλλαβὴν ἢ λέξιν γέγραφέ τις καὶ γέγραπται· τὸ δὲ συμπέρασμα συνῆξεν ἐπὶ ποιοῦ· τὸ γὰρ εἶναι ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν οὐ τοσόνδε ἀλλὰ τοιόνδε· ὁ γὰρ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης.

但如果他从一开始就问:“如果某人后来不再拥有他以前所拥有的那么多,他是否失去了那么多?”,那么除了说[失去了]那么多,或者其中的一部分,比如十枚中的三枚或一枚之外,没有任何人会同意。在同样的事情上又如:“某人会给出他所不拥有的东西吗?”“不会。”“那么又怎样?拥有十枚踝骨而给出一枚的人,难道没有给出他所不拥有的东西吗?因为他并非仅拥有一枚。”或者应当说,他并非给出了他所不拥有的东西,而是以他所不拥有的方式给出的;因为他并非仅拥有一枚,却给了一枚。而“仅”既不表示实体,也不表示数量或性质,而是表示相对于某物处于何种状态,例如不与其他东西在一起,并且是某种样态。因此,正如如果有人问:“某人会给出他所不拥有的东西吗?”而在对方否定后补充道:“如果某人迅速地给出,从而某人也会给出他所不拥有的东西”,显然他并未进行推论(因为“迅速地”并不是给出这个[事物],而是以这种方式给出),在那里的情况也是如此;但以某人所不拥有的方式,某人是可能给出的,正如愉快地拥有着却可能痛苦地给出一样。属于基于语式结构的还有所有如下论辩:“某人会用他所没有的手击打吗?并且会用他所没有的眼睛看吗?”“不会。” “那么拥有双数[手或眼]而使用各自之中的一只的人又如何呢?从而他是以他所没有的手(因为他并非仅有一只)和他所没有的眼睛(因为他并非仅有一只)击打和观看。”但这却是虚妄的;因为并非是用他所没有的[手或眼],而是以他所没有的方式。又如:“某人是否拥有他未曾接受的东西?”“没有。”“从某人处接受了一枚算筹,而随它一起还拥有另一枚的人,就拥有了他未曾接受的东西,即两枚而非一枚。”或者说,他并非拥有了他未曾接受的东西,而是以他未曾接受的方式拥有;因为接受了一枚,他拥有两枚。然而,这些诡辩的真正解决是这些。但其他人解决的方式却是可笑的。因为他们说,某人不是用他所没有的手击打,而是用他所拥有的手,也不是用他所没有的眼睛看,而是用他所拥有的眼睛;因为一个人在实现活动中所使用的东西,正是为了他现在正在进行的实现活动而拥有的。而拥有更多算筹的人,也拥有他通过接受而得到的那一枚。在这些人中,有些人反驳结论,说他只拥有正在进行实现活动的那一只;而另一些人则立即连第一个提问也加以否定,认为可能拥有未曾接受的东西,比如接受了甜酒而在接受过程中变质而拥有酸酒。但是,正如前面也曾说过的,所有这些人都是对人而非对论辩进行解决。因为如果他们是正当解决的话,一旦承认了对立面,就不可能再解决,正如在其他情况下一样。因为一切虚妄之物的对立面都是真实的,而这是不可解的;但现在即使承认了这一点,它又被推翻了。因为如果在他们看来,“不用没有的手击打”是虚妄的,那么“用[没]有的手击打”就是真实的;因为这是对立面;而如果这是真实的,就无法解决。但它确实被解决了;因为被问者会对诡辩者说:“我承认了用没有的手击打,是指左手而言,就右手而言他这样没有它,但就左手而言他这样拥有它。”因此,那些人所提出的并不是诡辩的解决,而我们所提出的才是。此外,属于相同结构的论辩还有如下这些:“某人是否写下了已被写出的东西?”“是的。”“但写下了一句虚妄的陈述,即‘现在你正坐着’。然而当它被写下时它是真实的;因此虚妄和真实的〔陈述〕同时被写下了。”或者应当说,他在前提中询问的是关于数量,关于具有作为数量的词语和音节的语句,而无论某人写下了哪个音节或词语,它确实已被写出;但他得出的结论却是关于性质;因为一个语句或信念是虚妄还是真实,不是“多少”,而是“如何”;因为同样的道理也适用于信念。

语法注4 条
  1. 1.22οὐδεὶς ἄν ἔδωκεν ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι

    ἀλλ’ ἤ 是表示例外的惯用短语(“除了……之外”),在此与否定词 οὐδείς 相应,引出唯一的承认项:“除承认[失去了]那么多或者其中的一部分(例如十中的三或一)之外,没有任何人会承认”。

  2. 1.22ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ’ ὡς οὐκ εἶχεν

    句首的 ἤ 是注解文献中提出正解或反驳的典型发语词(“或者应当说……”)。关系代词 ὅ(“所未拥有的对象本身”)与连词/副词 ὡς(“以其所未拥有的样态/方式”)之间的对立构成了该消解的核心。

  3. 1.22δόντας καθάπαξ τὸ ἀντικείμενον οὐχ οἷόντε λύειν

    这是 οὐχ οἷόν τε [ἐστι] 后接不定词 λύειν 的无人称句式;分词 δόντας 以宾格形式充当不定词的逻辑主语(“对于一旦承认了矛盾对立面的人来说,去解决它是不可能的”)。

  4. 1.22ἀληθὲς ἄρα τὸ τύπτειν ᾗ 〈οὐκ〉 ἔχει χειρί

    校订者补充的 〈οὐκ〉 从逻辑上构成矛盾对立命题(ἀντικείμενον)而言是必需的。由于“不用没有的手击打”(τὸ μὴ τύπτειν ᾗ οὐκ ἔχει χειρί)的对立面是“用没有的手击打”(τὸ τύπτειν ᾗ οὐκ ἔχει χειρί),写本中的 ᾗ ἔχει 无法构成对立命题,只有补入 〈οὐκ〉 论证方能成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:52.21-53.27