- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:53.28-54.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过阐释亚里士多德《诡辩反驳篇》第22章,作者分析了将样态或性质混同于数量与实体的基于语式结构的诡辩(如关于“学习”、“行走”、“饮酒”和“认识”的例子),并通过表明“人”这类普遍概念并不指代个别实体(“这个”),对“第三个人”论辩进行了批判性解决。
πάλιν ‘ὃ μανθάνει ὁ μανθάνων, τοῦτό ἐστιν ὃ μανθάνει;’ ναί. ‘μανθάνει δέ τις τὸ βραδὺ ταχύ· τὸ βραδὺ ἄρα ταχύ.’ λύσις ὅτι οὐχ ὃ μανθάνει ἀλλ’ ὡς μανθάνει εἴρηκεν, καὶ οὐ τὸ πρᾶγμα αὐτὸ ἠρώτηκεν, ἀλλὰ τὸν τρόπον ὅπως.1 καὶ ‘ἆρ’ ὃ βαδίζει τις, πατεῖ;’ ναί. ‘βαδίζει δέ τις ὅλην τὴν ἡμέραν· τὴν ἡμέραν ἄρα πατεῖ.’ ἢ οὐχ ὃ βαδίζει ἡ πρώτη πρότασις ἔλεγεν (οὐ γὰρ πρόσκειται τὸ διάστημα), ἀλλ’ ὅτε βαδίζει, καὶ τὸν καιρὸν ἐδήλου καθ’ ὅν. πάλιν ‘ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε;’ ναί. ‘πέπωκε δέ τις κύλικα· κύλικα ἄρα ὅδε πέπωκεν.’ ἢ οὐ πέπωκε τὸ σκεῦος ἢ τὴν κύλικα ἀλλ’ ἐκ τῆς κύλικος. ἔτι ‘πότερον ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδε;’ ναί. ‘ὁ Πλάτων δὲ ὧν οἶδε, τὸ μὲν εὗρε τὸ δὲ ἔμαθεν. ἃ δέ τις μήθ’ εὗρε μήτ’ ἔμαθεν, οὐδὲ οἶδεν ὅλως· ἕτερος γὰρ τρόπος οὐχ ὑπολέλειπται γνώσεως. ὁ Πλάτων ἄρα οὐκ οἶδεν ἃ οἶδεν.’ λύεται δὲ ὅτι μὴ ὃ ἔδωκε συνεπέρανεν, ἀλλὰ ποιὸν δοὺς ἰδιαζόντως, τὸ μάθημα καὶ τὸ εὕρεμα, ἐπὶ ποσοῦ συνάγει συνάπτων ἀμφότερα· ποσὰ γὰρ τὰ δύο. παρὰ τὸ σχῆμα τῆς προσηγορίας καὶ τὸ τὴν κίνησιν μὴ ἐν τῷ κινουμένῳ ἀλλ’ ἐν τῷ κινοῦντι τίθεσθαι· ἡ ὅρασις γάρ, φησίν, οὐκ ἐν τῷ ὁρωμένῳ ἀλλ’ ἐν τῷ ὁρῶντι. πάσχουσι δὲ αἱ αἰσθήσεις, οὐκ ἐνεργοῦσι. πάλιν ‘ὅ εἰμι ἐγώ, σὺ οὐκ εἶ· ἄνθρωπος δὲ ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.’ τὸ γὰρ ἐγὼ καὶ σύ, ὄντα ἐπὶ τῶν ἀτόμων καὶ μερικά, συνεῖλξαν καὶ τὸ κοινόν, καὶ ὡς τόδε τι σημαίνειν τὸν ἁπλῶς δεδώκασιν ἄνθρωπον. τούτοις σύναπτε καὶ τὸν τοῖς σοφισταῖς θρυλούμενον τρίτον ἄνθρωπον, ἕτερον ὄντα παρὰ τὴν ἰδέαν καὶ τοὺς καθ’ ἕκαστα. οὕτω γὰρ προφέρουσιν· ὅταν, φασίν, ἄνθρωπον περιπατεῖν λέγομεν, οὔτε τὴν ἰδέαν εἴτ’ οὖν τὸν αὐτοάνθρωπον τοῖς λόγοις συνείρομεν (ἀκίνητος γάρ) οὔτε τινὰ τῶν μερικῶν καὶ καθ’ ἕκαστα· τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γινώσκομεν, τίς δὲ ἀπὸ τῶν καθ’ ἕκαστα ὁ περιπατῶν ἀγνοοῦμεν. ἔσται ἄρα τρίτος ἄνθρωπος παρὰ τούτους, καθ’ οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἢ ὁ μὲν ἄνθρωπος καὶ ἁπλῶς τὸ κοινὸν ἅπαν οὐ τόδε τι σημαίνει καὶ ἄτομον,2 ὡς ἂν τὸ σχῆμα τῆς προσηγορίας προσαναγκάζει καὶ οἱ σοφισταὶ βούλονται, ἀλλὰ τοιόνδε τι ἢ ποσὸν ἢ πρός τι ἢ ἕτερόν τι τῶν τοιούτων· ἃ πάντα ἐπὶ τοῦ προκειμένου συμβέβηκεν. ὁ γὰρ εἰδικὸς ἄνθρωπος οὐχ ἕν τι ἀφωρισμένον ἔσται καὶ τόδε, ἀλλ’ ὡς τὸ ἐκ πάντων σημαῖνον ἄθροισμα πλῆθός τι ἔσται καὶ διὰ τοῦτο ποσόν, ὡς δὲ τῶν ἄλλων ἀφορίζον τὰ ὑποκείμενα καὶ μορφὴ ὂν ποιόν, ὡς δὲ εἶδος γένους πρός τι. πῶς οὖν τὸ τοιοῦτον ἢ οὐσία τις ἔσται μοναδικὴ καὶ καθ’ αὑτὴν ὑφεστῶσα ἢ τρίτος ἄνθρωπος; ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος μὲν ἂν ῥηθείη τοῦ ἁπλῶς Κορίσκου, οὐ τῇ ὑποστάσει μέντοι καὶ τῷ ὑποκειμένῳ ἀλλ’ ἢ τῷ λόγῳ μόνῳ (οὐ γάρ ἐστι μουσικὸς ἔξω τοῦ Κορίσκου), οὕτως οὐδέ τις κοινὸς ἄνθρωπος αὐθυπόστατος ἔσται καὶ ἴδιος τῶν ἐν μέρει χωρὶς ἀλλ’ ἢ λόγῳ καὶ ἐννοήματι, καὶ οὐ τὸ ἐκτίθεσθαι ἐν ἀπαριθμήσει τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ συγχωρεῖν τὴν ἄνθρωπος φωνὴν τόδε τι εἶναι καὶ ἄτομον· οὐ γάρ ἐστιν ὅμοιον ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπος. οὔτ’ αὖ εἰ καί τις μὴ τόδε τι καὶ οὐσίαν τὸ ἐκτιθέμενον λέγει, τίθεται δὲ ποιόν, ἐκτὸς θεωρήσει τῶν πολλῶν καὶ καθ’ ἕκαστα, ἀλλ’ εἴ τι δἂν περὶ αὐτοῦ ἢ ἑνιαῖον ἢ ὑποστατικὸν φθέγξαιτο, τοῖς πολλοῖς συγχρήσεται. φανερὸν οὖν ὅτι οὐ δοτέον τόδε τι τὸ κοινῇ κατηγορούμενον ἐπὶ πᾶσιν ἀλλ’ ἤτοι ποιὸν ἢ ποσὸν ἢ πρός τι ἢ τῶν τοιούτων τι σημαίνειν, ὡς εἴρηται.
又如:“学习者所学的东西,是他所学的那样东西吗?”“是的。”“但某人迅速地学习缓慢的东西;因此缓慢的东西是迅速的。”其解决是,他说的并不是某人学什么,而是某人如何学习,他问的不是事物本身,而是以何种方式。又如:“某人行走的东西,他踩踏吗?”“是的。”“但某人行走了一整天;因此他踩踏了一天。”或者说,第一条前提所说的并不是他行走的东西(因为没有附加距离),而是他何时行走,表明了他行走时的时节。又如:“某人喝下的东西,他喝下了那个东西吗?”“是的。”“但某人喝下了一只杯子;因此这个人喝下了一只杯子。”或者说,他并没有喝下器皿或杯子,而是从杯子中[喝的]。此外:“某人所知道的东西,是通过学习而知道,还是通过发现而知道?”“是的。”“但柏拉图所知道的事情中,一部分是他发现的,另一部分是他学来的。而某人既未发现也未学来的东西,他根本不知道;因为没有留下其他认识的方式。因此柏拉图不知道他所知道的东西。”但这被解决在于,他并没有推论出他所给出的东西,而是在分别给出了性质(即所学和所发现)之后,把两者结合起来,就数量得出了结论;因为“二”是数量。基于名称的语式结构的还有把运动不是置于被推动者中,而是置于推动者中;因为他说,视觉不是在被看见者中,而是在观看者中。然而感觉是受动的,而不是施动的。又如:“我所是的东西,你不是;但我是一个人;因此你不是一个人。”因为“我”和“你”属于不可分的个体且是特殊的,却把共同的东西也连带牵引了进去,并且让对方承认单单说出的“人”表示“某个特定的这个”。在这些之中,还可以联系起智者们所津津乐道的“第三个人”,它是不同于相和具体个别之物的。因为他们这样提出:据他们说,当我们陈述“一个人在散步”时,我们在言辞中既没有把相或者“人自身”联系在一起(因为它是静止的),也没有把特殊和具体个别者中的某一个联系在一起;因为我们知道一个人在散步,但不知道散步者是具体个别者中的哪一个。因此,除了这些之外还将有第三个人,我们将“散步”谓述于它。或者应当说,“人”以及一般而言的一切共同事物,并不像名称的语式结构所强加并且智者们所希望的那样表示“某个特定的这个”和不可分之物,而是表示这样的东西、数量、关系或此类事物中的某一种;所有这些都属于眼前的论题。因为作为种的人不会是某个被限定的单一的“这个”,而是作为表示由一切构成的总和,它将是某种多,并因此是数量;作为使底层主体与其他事物区别开来并且作为形式,它是性质;作为属的种,它是关系。那么,这样的东西怎么可能是某种单一且自身独立实存的实体,或者是第三个人呢?因为正如“有教养的科里斯库斯”可以说不同于“单单的科里斯库斯”,但这并不是在实存和底层主体上,而只是在定义上(因为在科里斯库斯之外并不存在有教养的人),同样,共同的人除了在定义和概念中之外,也不会脱离具体个别者而自身独立实存并成为独特的个体;并且,并不是在列举中展现各个具体的人并说它是不同于那些人的东西造就了“第三个人”,而是同意“人”这个词是“某个特定的这个”和不可分的个体才造就了它;因为“卡利亚斯所是的东西”和“人所是的东西”并不是一回事。再者,即使有人不把展现出来的东西称为“某个特定的这个”和实体,而是设定为性质,他也绝不会在诸多具体个别之物以外来考察它,但只要他对它说出任何单一的或具有实存性的东西,他就会一并使用诸多事物。因此显然,绝不可承认在一切事物上被共同谓述的东西表示“某个特定的这个”,而是正如所说的那样,表示性质、数量、关系或此类事物之一。
- 1.22ἀλλ’ ὡς μανθάνει εἴρηκεν, καὶ οὐ τὸ πρᾶγμα αὐτὸ ἠρώτηκεν, ἀλλὰ τὸν τρόπον ὅπως
宾格宾语从句(ὃ μανθάνει)与表示样态的副词从句(ὡς μανθάνει)之间的对比。τὸ πρᾶγμα αὐτό(动词的对象或内容)与 τὸν τρόπον ὅπως(修饰动词的样态)构成平行对应,在句法上表明该诡辩混淆了内容宾格与副词性限定。
- 1.22καὶ οὐ τὸ ἐκτίθεσθαι ἐν ἀπαριθμήσει τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν ποιεῖ τὸν τρίτον ἄνθρωπον, ἀλλὰ τὸ συγχωρεῖν τὴν ἄνθρωπος φωνὴν τόδε τι εἶναι καὶ ἄτομον
主动词 ποιεῖ 支配两个相对比的带冠词不定式主语短语:οὐ τὸ ἐκτίθεσθαι ... καὶ λέγειν 与 ἀλλὰ τὸ συγχωρεῖν ...。τὸν τρίτον ἄνθρωπον 是 ποιεῖ 的直接宾语(结果宾格),构成了“并非……造就了第三个人,而是……[造就了它]”的句法骨架。
