← 佚名

亚里士多德《辩谬篇》释义

§51.12-52.21

语式结构与范畴混淆之反驳的化解

本节阐释亚里士多德《诡辩篇》第22章,通过能动与受动(看与做)、性质与数量(十的形式与踝骨数量)的实例,详细解释了如何应对基于语式结构(混淆范畴)的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#1

22. Δῆλον δὴ καὶ πρὸς τοὺς παρὰ τὸ ὡσαύτως λέγοντας τὰ μὴ ταὐτά, οὓς δὴ καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν, πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν ὡρισμένα τὰ γένη τῶν κατηγοριῶν τὰ πρῶτα καὶ ἀνωτάτω· τῷ γὰρ ταῦτα φύρειν εἰς ἄλληλα1 ὁ παραλογισμὸς γίνεται. ὁ μὲν γὰρ ὡς εἰπεῖν ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τῶν ἐννέα μηδ’ ὅλως συμβεβηκὸς ὅσα τί ἐστι σημαίνει καὶ δηλοῖ οὐσίαν,2 ὁ δὲ ἔδειξεν αὐτὸ τοῦτο ὑπάρχειν τι τῶν πρός τι ἢ ποσῶν διὰ τὴν λέξιν καὶ τὴν κατὰ τὴν προφορὰν ὁμοιότητα· οἷον ‘πότερον τὸ ζῷον καὶ τὸ φυτὸν οὐσία;’ ναί. ‘τί δέ, οὐχὶ καὶ οὐδέτερα;’ ναί. ‘καὶ τὸ ποσὸν δὴ καὶ τὸ ποιὸν καὶ τὸ διπλάσιον οὐδέτερα καὶ συμβεβηκότα.’ πάλιν ‘ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;’ οὔ. ‘ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ ἐνδέχεται. τί γὰρ κωλύει ὃν χθὲς Σωκράτην τεθέαμαι, καὶ νῦν τὸν αὐτὸν ὁρᾶν κατ’ εἶδος καὶ ἀριθμόν; ποιεῖν δὲ τὸ ὁρᾶν, πεποιηκέναι δὲ τὸ ἑωρακέναι ὡς κατὰ τὴν προφοράν. εἰ δὲ ταῦτα, κἀκεῖνα.’ ψεῦδος δέ· ὁρᾶν μὲν γὰρ καὶ ἑωρακέναι δυνατὸν καὶ διὰ τὴν ἄχρονον προσβολὴν τῆς αἰσθήσεως (ἅμα γὰρ ᾔσθετο καὶ αἰσθάνεται) καὶ διὰ τὸ εἰρημένον, ποιεῖν δὲ καὶ πεποιηκέναι πῶς ἐγχωρεῖ; δυνατὸν μὲν γὰρ καὶ χθὲς πεποιηκέναι με ἅμαξαν καὶ νῦν ποιεῖν, ἀλλ’ οὐ τὴν αὐτὴν ἢ κατὰ ταὐτό. πάλιν ‘ἆρ’ ἐστὶ τῶν πάσχειν ποιεῖν τι;’ οὔ. ‘τί δέ; οὐ τὸ τέμνεται, καίεται, αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει;’ ναί. ‘καὶ τὸ τέμνειν καὶ καίειν καὶ ὁρᾶν ὁμοίως λεγόμενα εἴη ἂν καὶ τῆς αὐτῆς διαθέσεως. ἀλλὰ μὴν τό γε ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν· πάθος γὰρ ἡ αἴσθησις· ἐλέγομεν δὲ αὐτὸ καὶ ποιεῖν. ἔσται ἄρα τι τῶν πάσχειν ποιεῖν.’ εἰ δή τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα τὸ αὐτὸ ποιεῖν καὶ πεποιηκέναι τὸ ὁρᾶν δὲ καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν· προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος πρὸς τὸ γενέσθαι ἔλεγχον. οὐ γὰρ εἰ ἀμαθῶς ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε, καὶ ὅσα ἄλλα ὁμοίως λέγεται, ἀποχρώντως νομιοῦμεν· ἴσως μὲν γὰρ ἐκεῖνος τὸ ὁρᾶν ποιεῖν πρὸς τὴν ἐκφώνησιν ἔδωκεν, οὐ πρὸς τὸ σημαινόμενον, ὁ δέ γε ἀκροατὴς καὶ πρὸς τὸ πρᾶγμα ὁμοίως λέγεσθαι συνενόησεν. τὸ δὲ νοεῖται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. καὶ ταὐτὸ συμβαίνει κἀνταῦθα, ὅπερ ἐν ταῖς ὁμωνυμίαις. οἴεται γὰρ κἀκεῖ ὁ τῶν λόγων ἀγνὼς τὸν ἐρωτώμενον ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα· τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος, εἰ μὴ ὁμώνυμον ᾤετο, καὶ εἰ ἐφ’ ἓν καὶ ὃ συνῆξεν ὁ σοφιστὴς δέδωκεν· εἰ γὰρ ταῦτα ὁμολογήσειεν, ὄντως ἐλήλεγκται. καὶ ἐν τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως ὡσαύτως διορισθήσεται, εἰ τὰ κατὰ προφορὰν ταὐτὰ καὶ ἐν πράγμασι δέδωκεν. Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, οἷον ‘ἆρ’ ὅ τις ἔχων πρότερον ὕστερον μὴ ἔχει, ἀπέβαλε;’ ναί. ‘ὁ δέκα ἀστραγάλους ἔχων καὶ ἀποβαλὼν ἕνα οὐχ ἕξει δέκα· τοσούτους ἄρα ἀπέβαλεν.’ ψεῦδος 〈δέ〉· ποιὸν γὰρ δοὺς ποσὸν συνεπέρανεν· ποιὸν γάρ τι τὸ εἶδος, εἴδη δὲ οἱ ἀριθμοί. τὸ μὲν οὖν εἶδος αὐτὸ τῆς δεκάδος, ὃ καὶ προέτεινεν ὁ σοφιστής, ἔφθαρται ἀποβληθέντος τοῦ ἑνὸς ἀστραγάλου (ἕτερος γὰρ ἀριθμὸς καταλέλειπται), τὸ μέντοι ποσὸν οὐχ ἅπαν· μεμένηκε γὰρ ἐννέα. ὥστε ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, αὐτὸ δηλαδὴ τὸ τῆς δεκάδος εἶδος· ὅσα δὲ μὴ ἔχει ᾗ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν. ἐρωτήσας οὖν ‘ὃ ἔχει’ συνάγει ἐπὶ τοῦ ὅσα·3 τὰ γὰρ δέκα ποσά.

22. 对于那些基于以相同方式表述不同事物的人——我们确实也称其为基于语式结构的人——应当如何应对也是显而易见的,既然我们已经对范畴的最初且最高的诸类有了界定;因为正是通过将这些混为一谈,才产生了谬误推理。因为被问的一方固然可以说是承认了,在那些表示“是什么”并指明实体的概念中,九个[范畴]中的任何一个以及全然属于偶性的东西都不存在,但另一方却由于字句以及发音上的相似性,证明了恰恰这一点属于关系或数量。例如:“动物和植物是实体吗?”“是的。”“那么又怎样,难道它们不也是既非阳性也非阴性吗?” “是的。”“那么数量、性质以及双倍既非两者之一,又都是偶性。”又如:“同时做并且已经做完同一件事,是可能的吗?”“不可能。”“然而,同时看见并且已经看见某物,同一个对象且就同一方面而言,确实是可能的。因为有什么妨碍我昨天所注视的苏格拉底,现在就形式和数目而言作为同一个人被我看见呢?而就发音而言,看见属于做,已经看见属于已经做完。如果前者成立,那么后者也成立。”但这是虚妄的;因为看见和已经看见之所以可能,既是由于感觉的无时间隔阂的触及(因为在感觉到的同时也正在感觉),也是由于上述原因,但做和已经做完怎么可能呢?因为固然我昨天造完了一辆马车而现在正在造,但并不是造同一辆或就同一方面而言。又如:“受动中的某种东西会是能动吗?”“不会。”“那么又怎样?‘被切’、‘被烧’、‘感知’不是以同样方式表述且全都表示受动吗?”“是的。”“那么‘切’、‘烧’、‘看’以同样方式被表述,也应当属于同一种状态。然而,看确实是一种感知,从而也是受动;因为感觉是一种受动;而我们刚才还说它也是能动。因此受动中的某种东西将是能动。”因此,如果有人在承认了不可能同时做和已经做完同一件事之后,声称看和已经看见是可能的,如果他说看不是能动而是受动,他就尚未被驳倒;因为要产生反驳,还需要提出这个附加问题。因为如果由于听者的无知,就设想对方在承认了切是能动、切完是已经做完以及其他所有以同样方式表述的事物时,也承认了这一点,我们不会认为这是充分的。因为或许那个人承认看是能动是就发音而言,而不是就所指而言,而听者却以为就实情而言它也是以同样方式表述的。但所理解的并不相同,只是由于字面而显得如此。这里发生的事情与同音异义中的情况相同。因为在那种情况下,不懂论辩的人也以为被问者否定的是他所说的实情,而非名称;但他还需要进一步的提问,即对方是否不认为它是同音异义的,以及是否同意了诡辩者所推导出的那一个单一事物;因为如果他同意了这些,他才确实被驳倒了。而在基于语式结构的论辩中,也将同样区分他是否把发音上相同的东西在实情上也承认了。与这些相似的还有如下论辩,例如:“某人以前拥有而后来不拥有的东西,他是否失去了?”“是的。”“拥有十枚踝骨而失去了一枚的人,将不再拥有十枚;因此他失去了那么多。”但这却是虚妄的;因为对方承认的是性质,他却推导出了数量;因为形式是某种性质,而数则是形式。因此,诡辩者所提出的十这个形式本身,固然在失去一枚踝骨时被破坏了(因为留下了另一个数),然而数量却并未全部破坏;因为还留有九枚。因此,他以前拥有而后来不拥有的东西,他确实失去了——也就是十这个形式本身;但对于他所不拥有的多少,就“多少”而言,他并不必然失去了那么多。因此,他在询问了“他所拥有的东西”之后,却对“多少”作出了结论;因为十是数量。

语法注3 条
  1. 1.22τῷ γὰρ ταῦτα φύρειν εἰς ἄλληλα

    带定冠词与格的不定式短语(τῷ φύρειν),表示原因或手段,说明主句谓语 ὁ παραλογισμὸς γίνεται 产生的原因。ταῦτα 为宾格宾语,指代前文提到的诸范畴之类(τὰ γένη τῶν κατηγοριῶν)。

  2. 1.22μὴ ὑπάρχειν τι τῶν ἐννέα μηδ’ ὅλως συμβεβηκὸς ὅσα τί ἐστι σημαίνει καὶ δηλοῖ οὐσίαν

    间接引语中的宾格不定式结构。关系分句 ὅσα τί ἐστι σημαίνει καὶ δηλοῖ οὐσίαν(凡表示“是什么”并显示实体的概念)作为与格性质的对象(依赖于 ὑπάρχειν),而不定式 ὑπάρχειν 的主语是 τι τῶν ἐννέα 和 μηδ’ ὅλως συμβεβηκός。

  3. 1.22ἐρωτήσας οὖν ‘ὃ ἔχει’ συνάγει ἐπὶ τοῦ ὅσα

    分词 ἐρωτήσας 的宾语引用短语 ὃ ἔχει(中性单数关系词,指“所拥有的事物/性质/形式”)与介词短语 ἐπὶ τοῦ ὅσα(中性复数,指“多少数量”)相对比。介词 ἐπί 表示推导结论所针对的领域或对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:51.12-52.21