← 佚名

亚里士多德《辩谬篇》释义

§50.3-51.11

结合与拆分的诸例及声调谬误

注解者考察了出自结合与拆分的若干诡辩示例(欧梯德谟的船论、补鞋匠、恶的学知、出生以及非弹琴者的能力),驳斥了依赖模态概念的另类解答,并讨论了出自声调的谬误及其解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20#2

καὶ ὁ Εὐθυδήμου λόγος τοῦ αὐτοῦ εἴχετο τύπου, οἷον ‘οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;’ ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος οὕτως ‘πότερον σὺ νῦν ἐν Πειραιεῖ εἶ;’ ναί. ‘ἐν τούτῳ δ’ ὢν οἶδας τὰς ἐν Σικελίᾳ τριήρεις;’ ναί. ‘ἐν Πειραιεῖ ἄρα ὢν ἐν Σικελία εἶ.’ ἡ γὰρ μετάθεσις τῶν ὀνομάτων τῷ ἀμεῖψαι τὰς χώρας τό τε διαιρεθῆναι ἀπ’ ἀλλήλων καὶ ἄλλοις συντεθεῖσθαι1 τὸν παραλογισμὸν ἤνεγκεν· εἰσάγει γὰρ τὸν ὄντα ἐν Πειραιεῖ νῦν καὶ ἐν Σικελίᾳ εἶναι καὶ τὰς ἐν Σικελίᾳ ναῦς τῶν Ἀθηναίων ἅμα καὶ ἐν Πειραιεῖ εἶναι. καὶ πάλιν ‘ἆρ’ ὁ Σίμων ἀγαθός ἐστι;’ ναί. ‘τί δέ; ὁ αὐτὸς καὶ σκυτεὺς μοχθηρός ἐστιν.’ ἢ τοῦτο μὲν καὶ παρεῖται ὡς ἔγγιον μᾶλλον τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς καὶ τῆς ἐκεῖθεν τευξόμενον λύσεως· οὕτω δὲ προσβιβάζειν ἐστὶν οἰκειότερον ‘ἆρ’ ἔστιν ἀγαθὸν μὲν εἶναί τινα σκυτέα, μοχθηρὸν δὲ ἄνθρωπον; ἔστι δέ τις ἕτερος ἀγαθὸς μὲν ἄνθρωπος, πονηρὸς δὲ σκυτεύς; ὥστε ἔσται τις ἀγαθὸς σκυτεὺς μοχθηρός.’ ἔκειτο δὲ οὐχ οὕτως. καὶ ἔτι ‘ἆρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα;’ ναί. ‘τοῦ δὲ κακοῦ σπουδαῖα τὰ μαθήματα· οὐδὲν γὰρ κωλύει φαῦλον ὄντα τινὰ γεωμετρικὸν εἶναι ἢ ἀριθμητικόν, ἃ δήπουθεν ἀγαθά.’ καὶ τὸ συμπέρασμα διττόν, τό τε ἀπὸ τῶν κειμένων ὡς τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη, ὅπερ ἀληθές, καὶ ὃ τοῖς σοφισταῖς προσυφάνθη, ὡς ἄρα σπουδαῖον μάθημα τὸ κακόν. ὑπερβαίνοντες δὲ καὶ τοῦτο ὡς ἧττον συμβαῖνον τοῖς προκειμένοις (φιλοτιμούμενοι γὰρ ἐν τοῖς παραδείγμασιν ἔστιν οἷς οὐκ ἀκριβολογούμεθα) ἐκεῖνο προστίθεμεν ‘ἆρα σὺ γέγονας;’ ναί. ‘τί δέ; ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας;’ ναί. ‘σὺ ἄρα γέγονας νῦν.’ ἢ ἄλλο σημαίνει διαιρεθὲν τὸ νῦν ἀπὸ τοῦ γέγονεν· ἀληθὲς μὲν γὰρ εἰπεῖν ὅτι σὺ γέγονας ἀλλ’ οὐχὶ νῦν γέγονας. πάλιν ‘ἆρ’ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ποιήσαις ἄν.’ ναί. ‘σὺ μὴ κιθαρίζων ἔχεις δύναμιν τοῦ κιθαρίζειν. πᾶς δὲ ὁ δύναμιν τοῦ κιθαρίζειν ἔχων καὶ κιθαρίσαι ἄν. σὺ ἄρα μὴ κιθαρίζων νῦν κιθαρίσαις ἂν νῦν.’ ἢ οὐκ ἔχει δύναμιν τούτου· οὐ γὰρ ἅμα ἐν οἷς οὐ κιθαρίζει δύναμιν ἔχει τότε κιθαρίσαι, ἀλλ’ ὕστερον καὶ μετὰ τοῦτο. καὶ ἀληθὴς μὲν λύσις αὕτη, λύουσι δέ τινες ταῦτα καὶ ἄλλως. εἰ γὰρ ἔδωκε, φασίν, ὡς δύναται ποιεῖν καὶ κιθαρίζειν, καὶ δυνατὸν μὴ τὸ τῷ ἀναγκαίῳ, ἀλλὰ τὸ τῷ ἐνδεχομένῳ σύστοιχον ἔλαβεν, οὐ συμβαίνειν ἄτοπον2 τὸ ἅμα μὴ κιθαρίζοντα κιθαρίζειν. τὸ γὰρ ἐνδεχόμενον γενέσθαι ὕστερον καὶ μετὰ ταῦτα· οὐκ ἐξ ἀνάγκης οὖν πάντως τὸ ὡς δύναται ποιεῖν δέδοται, τῷ μὴ ταὐτὸν εἶναι τῷ ἁπλῶς δύνασθαι τὸ ἐξ ἀνάγκης δύνασθαι. ἀλλὰ τότε ἂν ἔλεγον καλῶς, εἰ ἐπὶ πᾶσιν ἡ αὐτὴ ἤρκει λύσις τοῖς κατὰ τὸ αὐτὸ εἶδος παραλογισμοῖς· τῶν γὰρ παρὰ ταὐτὸ λόγων ἡ αὐτὴ λύσις, οἷον τοῖς κατὰ τὴν ὁμωνυμίαν μία ἐπὶ πᾶσιν ἀπέχρησε καὶ κοινή. οὐχ ἁρμόττει δὲ πᾶσι τοῖς παρὰ σύνθεσιν καὶ διαίρεσιν, ἀλλ’ ἐν οἷς μόνοις τὸ δύναται πρόσκειται. φανερὸν ἄρα ὡς οὐ καλῶς λύουσιν· ἔστιν οὖν πρὸς τὸν ἐρωτῶντα μᾶλλον ἢ πρὸς τὸν λόγον καὶ τὴν ἀλήθειαν.

欧梯德谟的论辩也属于同一类型,例如:“身在西西里的你,是否知道现在在比雷埃夫斯的三列桨座战船?”该诡辩的推演步骤如下:“你现在是否在比雷埃夫斯?”“是的。”“那么,身在此处的你,是否知道在西西里的三列桨座战船?”“是的。”“因此,身在比雷埃夫斯的你就在西西里。”因为通过更换位置而产生的语词位移,由于彼此拆分并与他者结合,造成了这一谬误推理;因为这引入了现在身在比雷埃夫斯的人也在西西里,以及雅典人在西西里的船只同时也身在比雷埃夫斯。又如:“西蒙是好人吗?”“是的。”“那么怎样呢?这同一个人也是糟糕的补鞋匠吗?”或者,这一论证也可以略过,因为它更接近于那些出自在某方面与无条件的论辩,并且应当从那里获得解答;但更切当地引入该论证的方式是这样:“是否可能有人是一个好补鞋匠,却是一个糟糕的人?又是否有另一个人是一个好人,却是一个拙劣的补鞋匠?以至于将有一个是糟糕的好补鞋匠。”但前提并非如此设定的。再者:“凡是其学知优秀的那些事物,其学习内容也是优秀的吗?”“是的。”“而恶的学习内容是优秀的;因为毫无障碍一个卑劣的人同时是几何学家或算术学家,而这些无疑是好的东西。”其结论也是双重的:既有从既定前提出发得出的结论,即恶的学知是优秀的(这是真实的),也有被诡辩家额外编织进来的结论,即恶因此是优秀的学习内容。但我们也略过这一论证,因为它较少切合眼前的主题(因为我们在热衷于举例时,有时并不十分严谨),让我们加上那个例子:“你出生了吗?”“是的。”“那么怎样呢?现在说你出生了是真实的吗?”“是的。”“因此,你现在出生了。”或者,“现在”一旦从“出生了”拆分出来,便意指不同的事物;因为说你出生了固然真实,但并非你现在出生。又如:“你能否按照你所能的方式并做你所能的事?”“是的。”“你虽未弹琴,却拥有弹琴的能力;而凡拥有弹琴能力的人都能弹琴;因此,你现在虽未弹琴,现在却能弹琴。”或者,他并不拥有此事的能力;因为在他不弹琴的同一时间,他并没有在当时弹琴的能力,而是在后来且在这之后。虽然这一解答是真实的,但某些人也以另一种方式解答这些问题。因为他们主张,如果他承认了按照他所能的方式行事和弹琴,并且把“可能的”理解为与“偶然的”同列,而不是与“必然的”同列,那么不弹琴者同时弹琴这一荒谬结论便不会发生。因为偶然之事是在后来且在这些事之后发生的;因此,按照他所能的方式行事决非出于必然被承认,这是因为“必然能够”与“单纯能够”并非同一回事。但是,如果对于属于同一类的所有谬误推理,同一种解答都足以应对,他们的话本是正确的;因为出于同一原因的论辩具有相同的解答,正如在出自同名异义的论辩中,一个共通的解答对于全部情况就足够了。但这并不适用于出自结合与拆分的所有论辩,而仅适用于附加上“能够”的那些论辩。由此显然,他们的解答并不妥善;因此这毋宁是针对提问者,而非针对论据与真理的解答。

§1.21

​21. Παρὰ δὲ προσῳδίαν λόγοι μὲν οὐκ εἰσὶν οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ’ ἄν, οἷον οὗτος ‘πότερον οὗ καταλύεις οἰκία;’3 ναί. ‘οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασίς ἐστιν; ἡ οἰκία ἄρα ἀπόφασις.’ ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ τὸ αὐτὸ σημαίνει τὸ μὲν ὀξύτερον τὸ δὲ βραδύτερον ῥηθὲν καὶ μετὰ τόνου καὶ χωρίς.

​21. 出自声调的论辩,在书面作品中和在口头表达中都不存在,除非可能产生极少数的例子,比如这个例子:“你寄宿的地方是一所房子吗?”“是的。”“那么‘你没有寄宿’是‘你寄宿’的否定吗?因此,房子是否定。”应当如何解答显然易见;因为一者发音较尖锐,另一者较平缓,一者带有重音,另一者不带重音,它们并不意指同一事物。

语法注3 条
  1. 1.20τῷ ἀμεῖψαι τὰς χώρας τό τε διαιρεθῆναι ἀπ’ ἀλλήλων καὶ ἄλλοις συντεθεῖσθαι

    与格冠词不定式 τῷ ἀμεῖψαι(“通过更换位置”)后接冠词不定式短语 τό τε διαιρεθῆναι... καὶ συντεθεῖσθαι,作为同位语或说明性成分,共同阐述主语 ἡ μετάθεσις(“位置变换”)造成谬误推理的具体机制。

  2. 1.20οὐ συμβαίνειν ἄτοπον

    由前文的 φασίν(“他们说”)所支配的“宾格加不定式”间接引语结构。不定式 συμβαίνειν 的主语是后接的冠词短语 τὸ ἅμα μὴ κιθαρίζοντα κιθαρίζειν(“未弹琴者同时弹琴”),ἄτοπον 作表语形容词。

  3. 1.21πότερον οὗ καταλύεις οἰκία;

    由关系副词 οὗ(带有曲折符,意为“……的地方”)与名词 οἰκία(“房子”)构成的直接疑问句。在接下来的问答中,它与不带重音的否定词 οὐ(“不”,即 οὐ καταλύεις“你没有寄宿”)利用声调差异而被蓄意混淆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:50.3-51.11