- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:48.34-50.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在同名异义与两可性的解答之后,注解者阐明出自结合与拆分的谬误推理(如目击被打的例子)的结构与解答方法,指出这类论辩不同于两可性,因拆分与结合后并非同一语句,从而证明并非所有反驳都源于双重含义。
20. Καὶ περὶ μὲν τῆς ἐν ὁμωνύμοις καὶ ἀμφιβόλοις λύσεως ἀρκεῖ τοσαῦτα· φανερὸν δὲ ἐκ τούτων καὶ σύνθεσιν καὶ διαίρεσιν ὅπως λυτέον τὰ ἐκείνων ἑξῆς· εἰ γὰρ καὶ τρόπος ἴδιος ὁ παρὰ διαίρεσιν ἀφώρισταί τις, ἀλλ’ οὐδὲν ἧττον ὁ παρὰ σύνθεσιν καὶ παρὰ διαίρεσίν ἐστι. τὸ γὰρ αὐτὸ συντιθέμενον τῷδε διῄρηται ἀπὸ τοῦδε, οἷον ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ γὰρ βαδίζει διῄρηται μὲν τοῦ δύναται, μόνον δὲ συντέθειται τῷ Σωκράτει. ἐν γοῦν τοῖς τοιούτοις ἂν διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοῦ ἐρωτῶντος τοὐναντίον λεκτέον· οὐ γὰρ ἁπλῶς ὁ Σωκράτης κάθηται νῦν ἀλλὰ δύναται. εἰσὶ δὲ πάντες οἱ τοιοῖδε λόγοι παρὰ σύνθεσιν καὶ διαίρεσιν ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ οὗτος ἐτύπτετο;’ ναί. ‘εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον. τῷ ὀφθαλμῷ ἄρα ἐτύπτετο, ἀλλ’ οὐ μάστιγι.’ ψεῦδος δέ· οὕτω γὰρ ἔδει συμπερᾶναι ‘τῷ ὀφθαλμῷ ἄρα σὺ εἶδες τοῦτον τυπτόμενον.’ γέγονε δὲ ὁ παραλογισμὸς παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν τῷ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες καὶ προσθεῖναι τῷ ὀφθαλμῷ. καὶ πάλιν ‘ἆρ’ ᾧ ἐτύπτετο, τούτῳ εἶδες αὐτὸν τυπτόμενον;’ ναί. ‘ῥάβδῳ δὲ ἐτύπτετο· ῥάβδῳ ἄρα εἶδες καὶ οὐκ ὀφθαλμῷ. ὁρῶμεν δὲ ὀφθαλμῷ ἀλλ’ οὐ ῥάβδῳ.’ οὕτω γὰρ μᾶλλον ὤφειλεν ‘εἶδες ἄρα τυπτόμενον αὐτὸν [ἐν] ῥάβδῳ.’ νυνὶ δὲ τὸ διαιρῆσαι τὸ εἶδες ἀπὸ τοῦ αὐτὸν τυπτόμενον καὶ προσθεῖναι τῇ ῥάβδῳ τὴν ἀπάτην ἤνεγκεν. ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων τουτὶ τὸ πρόβλημα (τὸ γὰρ τούτῳ οὗτος ἐτύπτετο διττὸν ἢ τῇ μάστιγι δήπουθεν ἢ τῷ ὀφθαλμῷ), νικᾷ δὲ παρὰ τὴν σύνθεσιν εἶναι ἢ παρὰ τὴν ἀμφιβολίαν.1 οὐ γάρ ἐστι διττὸν παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος καὶ συντιθέμενος,2 εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ αὐτῇ προσῳδίᾳ λεχθὲν ἐσήμαινεν ἕτερον καὶ ἕτερον· ἀλλ’ ὥσπερ ἐκεῖ τῇ διαφορᾷ τῶν πνευμάτων ἡ τῆς σημασίας ἐπηκολούθησεν, οὕτω κἀνταῦθα ἡ διπλόη παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν. ἔτι ἐν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα ὅταν ἐκ τῶν αὐτῶν στοιχείων καὶ συλλαβῶν καὶ προσῳδιῶν ᾖ, καὶ κατὰ γένος ὡσαύτως καὶ πτῶσιν καὶ ἀριθμόν, οὐκ ἔχει τὸ διττόν· εἰ μέντοι παραλλάξαι δέοι, ἤδη δ’ εὐθὺς καὶ παράσημα ποιοῦνται ἢ στοιχεῖον ἢ προσῳδίαν ἀμείψαντες. τὰ γὰρ φθεγγόμενα οὐ τὰ αὐτά· τὸ γὰρ † κλῆσι μαθεῖν τῇ τῶν στοιχείων διαφορᾷ ὁτὲ μὲν τὸ φυτὸν ὁτὲ δὲ τὸ μέρος ἐσήμανεν. ὥστ’ οὐ διττὸν κατὰ τὴν ἀμφιβολίαν τὸ προειρημένον σόφισμα, ἀλλὰ παρὰ τὴν διαίρεσιν. ἅμα δὲ καὶ φανερὸν ὡς οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν· ὁ γὰρ κατὰ σύνθεσιν τὸ διττὸν οὐκ ἔχει. Τούτων οὕτως ἐχόντων ἐπείπερ οἱ ῥηθέντες παραλογισμοὶ παρὰ σύνθεσιν καὶ διαίρεσιν, διαιρετέον τῷ ἀποκρινομένῳ τόδε ἀπὸ τοῦδε καὶ προσθετέον τῷδε, ἐναντίως ἢ ὡς ὁ σοφιστὴς πέπραχεν,3 ἢ καὶ συνημμένον ἐχέτω καθάπαξ καὶ ἀδιαίρετον κἀν τῷ τέλει ὡς ἐν ἀρχαῖς, καὶ ἔσται λύσας. οὐ γὰρ ταὐτὸν εἰσάπαν τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον· ἡ γὰρ διαστολὴ τῷ ἰδεῖν ἢ τοῖς ὀφθαλμοῖς προστιθεμένη ποιήσει διαφοράν, ἐκείνως μὲν ὡς τύπτει ἀντὶ ῥάβδου τοῖς ὀφθαλμοῖς, οὕτως δὲ ὡς διὰ τῶν ὀφθαλμῶν ὁρᾷ τυπτόμενον.
20. 关于在同名异义与两可表达中的解答,说这么多就足够了;由此也清楚随后应当如何解答结合与拆分。因为即便依拆分的某种特有方式已被区分开来,但依结合的方式也同样是依拆分的方式。因为同一事物在与此结合时,便与彼相拆分,例如“苏格拉底坐着,坐着的人能够行走,因此苏格拉底在行走”;因为“行走”与“能够”相拆分,而仅与苏格拉底相结合。总之,在诸如此类的论辩中,若语句在拆分与结合时意指不同事物,在提问者得出结论时必须说出相反的话;因为苏格拉底现在并非单纯地[在行走],而是坐着但有能力[行走]。所有这类的论辩都出自结合与拆分:“这个人是否是用你看见他被打的东西所打的?”“是的。”“而你用眼睛看见他被打。因此,他是用眼睛被打的,而不是用鞭子。”但这显属虚假;因为他本应当这样得出结论:“因此,你是用眼睛看见这个人被打的。”这一谬误推理是由于把“这个人被打”从“你看见”中拆分出来,并附加到“用眼睛”之上,从而出自结合与拆分而产生的。又如:“你是用他被打的东西看见他被打的吗?”“是的。”“而他是用棍棒被打的;因此,你是用棍棒看见的,而不是用眼睛。但我们是用眼睛看而不是用棍棒看。”因为本应当这样[得出结论]:“因此,你看见他是用棍棒被打的。”但眼下,把“你看见”从“他被打”中拆分出来并附加到“用棍棒”上,造成了欺瞒。诚然,这一论题也带有某些两可性提问的成分(因为“这个人用这个被打”具有双重含义,显然或者是指用鞭子,或者是指用眼睛),但出自结合胜过出自两可性。因为这并不是因拆分而具有双重含义;因为在拆分与结合时并不构成同一个语句,除非“山”与“界限”在以相同的声调发音时也能意指不同的事物;而是正如在那里意义的差异伴随着送气符的差异一样,在这里双重性也是由于结合与拆分而产生的。再者,在书面表达中,当同一名称由相同的字母、音节与声调构成,并且在性、格、数上也相同时,它不具有双重含义;然而,若需要有所区别,人们便立即通过变换字母或声调来做出区分标记。因为发出的声音并不是相同的;由于字母的差异,它有时意指植物,有时意指部分。因此,前述的诡辩并非依两可性而具有双重含义,而是出自拆分。同时这也表明,并非如某些人所言所有反驳都出自双重含义;因为出自结合的反驳并不具有双重含义。情况既然如此,由于所说的这些谬误推理出自结合与拆分,回答者就必须将此与彼拆分开,并将之附加于此,与诡辩家所做的相反,或者在结尾处也如在开头一样一劳永逸地保持连接且不可拆分,这样他就解答了这一论辩。因为说“用眼睛看见被打”决非同一回事;因为停顿附加在“看见”之后或附加在“用眼睛”之后会造成差异,在前一种情况下意味着用眼睛代替棍棒击打,而在后一种情况下则意味着通过眼睛看见[某人]被打。
- 1.20νικᾷ δὲ παρὰ τὴν σύνθεσιν εἶναι ἢ παρὰ τὴν ἀμφιβολίαν
动词 νικᾷ 在此处作非人称用法,意为“占优势”或“更胜一筹”,并以不定式短语为其主语。随后的 ἤ 表示比较,表明注解者的判断:该诡辩与其说是出于两可性(παρὰ τὴν ἀμφιβολίαν),不如说更应归因于结合(παρὰ τὴν σύνθεσιν)。
- 1.20οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος καὶ συντιθέμενος
分词 διαιρούμενος καὶ συντιθέμενος 作状语,表示时间或条件(“在拆分与结合时”)。它构成了此处的论证根据:由于停顿(διαστολή)或组合方式的改变,在逻辑与句法上它已不再是“同一语句”(ὁ αὐτὸς λόγος)。
- 1.20ἐναντίως ἢ ὡς ὁ σοφιστὴς πέπραχεν
副词 ἐναντίως 与引导比较标准的 ἢ ὡς 搭配(“与诡辩家所做的相反”)。这指明了回答者的应对策略:必须反转诡辩家所强加的不当结合与拆分关系。
