- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:3.29-5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者阐述了推论的四种种(教学的、辩证的、探试的、争辩的)及其所关涉的对象,辨析了推论与反驳的区别,列举了全书的三大部分,并指出了诡辩争辩者所追求的五个目标(反驳、虚假、悖论、语病与空谈)。
2. Ἔστι δὴ συλλογισμῶν εἴδη τέσσαρα, διδασκαλικοὶ οἵπερ καὶ ἀποδεικτικοί, διαλεκτικοί, πειραστικοί, ἐριστικοὶ οἳ καὶ σοφιστικοὶ καὶ φαινόμενοι. τριττὰ δὲ καὶ τὰ πράγματα ἐν οἷς οἱ λόγοι· ἢ γὰρ πάντῃ ἀληθῆ ἢ πάντῃ ψευδῆ ἢ μέσα, ἃ δήπου καὶ πιθανὰ καλεῖται καὶ ἔνδοξα. ἔσονται μὲν οὖν οἱ διδασκαλικοὶ καὶ ἀποδεικτικοὶ περὶ τὰ πρῶτα· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος ὡρισμένων καὶ τεταγμένων οὐσῶν καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογίζονται (δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), καὶ ἐξ αὐτοπίστων καὶ αἰτιωδῶν καὶ ἀναγκαίων προτάσεων συμπεραίνουσι. περὶ δὲ τὰ μέσα καὶ πιθανὰ οἱ διαλεκτικοὶ ἐκ τῶν ἐνδόξων συλλογιζόμενοι καὶ συνακτικοὶ ἀντιφάσεως· ἔνδοξα δὲ ἢ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. ἐπὶ τοῖς αὐτοῖς δέ πως καὶ οἱ πειραστικοί, πλὴν ἐκεῖνο διοίσαιεν, ὡς οὐκ ἐκ τῶν κοινῶν δοξῶν ἢ τῶν τοῖς πλείοσιν, ἀλλ’ ἐκ τῶν τοῦ ἀποκρινομένου καὶ ἀφ’ ὧν ἀναγκαῖον εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τήνδε τὴν ἐπιστήμην, ἐφ’ ἣν ἡ πεῖρα προσάγεται· ὃν δὲ τρόπον, εἴρηται ἐν ἑτέροις. ὁ γὰρ διαλεκτικὸς ἕως μὲν ἐπὶ τῶν κοινῶν ἵσταται λόγων καὶ ὑπολήψεων, αὐτὸ τοῦτο ὃ λέγεται καὶ ἔστιν· ὅταν δὲ πρός τινα τέχνην ἀποτεμόμενος ἔλθῃ, οἷον γεωμετρίαν ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἑτέραν τὴν ὁποιανοῦν (δύναμις γὰρ αὐτῷ περὶ παντὸς τοῦ προτεθέντος ἐπιχειρεῖν) καὶ πειρῷτο τὸν κατ’ αὐτὴν ἐλέγχειν πραγματευόμενον καὶ δεικνύειν ἔκ τινων τῆς τέχνης λημμάτων καὶ οἷς αὐτὸς ἔθετο μὴ ἐπαΐοντα καὶ περιΐσταται προσεπηρεάζων, αὐτός τε ἂν εἴη πειραστικὸς ἥ τε πειραστικὴ διαλεκτική τις. ἐριστικοὶ δὲ καὶ φαινόμενοι ἔλεγχοι καὶ συλλογισμοὶ περὶ τὰ ψευδῆ· καὶ πῶς μὲν ταὐτό, εἶεν δ’ ἂν καὶ διαφέροντες, ὡς ἐριστικοὺς μὲν καὶ σοφιστικοὺς τοὺς τὸ σχῆμα ὑγιεῖς καὶ τὸ εἶδος σώζοντας τὸ συλλογιστικὸν οἴεσθαι,1 περὶ δὲ τὴν ὕλην ἁμαρτάνοντας, φαινομένους δὲ τὸ ἔμπαλιν ὑγιαίνοντας μὲν τὴν ὕλην, ἐκκλίνοντας δὲ τὴν παράδοσιν ὡς συνισταμένους ἢ ἐκ μόνων μερικῶν ἢ καὶ ἀποφατικῶν, ἢ καὶ ὁμοιοσχήμονας ἐν δευτέρῳ σχήματι τὰς προτάσεις λαμβάνοντας. τοῦ προτέρου παράδειγμα· ὁ χιτὼν οὗτος ἀνδρεῖος, ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει, οὗτος ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει. τοῦ δευτέρου· ὁ ἄνθρωπος ζῶον, ὁ ἵππος ζῶον, ὁ ἄνθρωπος ἄρα ἵππος. διαφέροι δ’ ἂν καὶ συλλογισμὸς καὶ ἔλεγχος πρῶτον τῷ κοινῷ καὶ ἰδίῳ· ὁ γὰρ ἔλεγχος συλλογισμός τις· δεύτερον τῷ ἀνομοίους ἐξ ἀνάγκης τὸν ἔλεγχον ἀεὶ τὰς προτάσεις ἔχειν, τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, καὶ τὸ οἰκεῖον συμπέρασμα ψευδὲς ἀεί· καὶ πρὸς τούτοις τῷ περιϊστᾶν εἰς ἀντίφασιν ἐπί τε προηγησαμένῃ ἀποδείξει συνίστασθαι καὶ πρός τινα· πρὸς γὰρ τὸν ἀναιροῦντα τὸ συμπέρασμα· ὧν οὐδὲν ὡρισμένως ὁ ἁπλῶς ἔχει συλλογισμός.2 περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν λόγων καὶ συλλογισμῶν ἐν τοῖς δευτέροις εἴρηται τῶν Ἀναλυτικῶν, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς Τοπικοῖς, περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν εἰπεῖν ἐπιβάλλομεν. εἰς τρία δὲ καὶ τὴν ἅπασαν πραγματείαν διείλομεν, εἴς τε τὴν γένεσιν τῶν σοφισμάτων καὶ τὴν τῶν εἰδῶν καὶ τρόπων τῆς μεθόδου διδασκαλίαν καὶ ἔκθεσιν καὶ ἐξ ὅσων ὡς ἐκ στοιχείων ἀπάτη γίνεται, καὶ ἔτι ὅπως δεῖ ἐρωτῶντας λήσειν τοὺς ἀπατήσοντας, καὶ τρίτον ὅθεν ἀσφαλῶς εἴη ἀποκρίνασθαι ἐκκλίνοντας τὰς σοφιστικὰς ἐνοχλήσεις· τοῦτο δ’ ἂν εἴη καὶ λύσις ὀρθῶς γινόμενον τῶν σοφιστικῶς προβληθέντων. τοσαῦτα προδιαστείλαντες ἤδη λέγομεν.
2. 推论的种确实有四种:教学的(它们也是论证的)、辩证的、探试的、以及争辩的(它们也是诡辩的和表象的)。而论辩所涉及的事物也是三重:它们要么完全真实,要么完全虚假,要么处于中间,中间的那些确实也被称为可信的与普遍接受的。教学的与论证的推论将涉及第一类事物:因为它们由每一学科特有的、确定且有秩序的本原出发进行推论,而不是从应答者的意见出发(因为学习者必须信奉),并且它们由自明、具有原因性且必然的前提推导出结论。辩证的推论则涉及中间的且可信的事物,由普遍接受的意见出发进行推论并得出矛盾;而普遍接受的意见,是为所有人、多数人或智者们所认同的。探试的推论也以某种方式涉及相同的事物,只是在这一点上有所不同:它们不是从共同的或多数人的意见出发,而是从应答者自身的意见出发,并从自称拥有该专门知识的人必须知晓的事项出发——而检验正是针对该知识而施加的;至于以何种方式进行,已在其他著作中言明。因为辩证家只要停留于共同的论述和见解,他就是名副其实的辩证家;但当他划分范围而进入某一特定技艺,如几何学、音乐、文法或任何其他技艺(因为他具有针对提出的任何论题进行探究的能力),并试图反驳依照该技艺进行研究的人,由该技艺的某些前提以及该人自己认可的事项证明其缺乏知识,并在施加攻击的同时使其陷入窘境时,他本人就成了探试者,而探试术也就是某种辩证术。争辩的与表象的反驳和推论则涉及虚假的事物;在某种意义上它们是同一的,但它们也可以有所区分:即人们可以认为,争辩的和诡辩的推论在格上是健全的并保全了推论的形式,但在质料上出现过错;相反,表象的推论在质料上是健全的,却因仅仅由特称前提或否定前提构成,或者在第二格中采取相同形式[相同质]的前提而偏离了推演的规范。前者的例子是:“这件短袍是勇敢的;勇敢者具有勇气;因此,这件短袍具有勇气。”后者的例子是:“人是动物;马是动物;因此,人是马。”此外,推论与反驳也存在差异:第一在于普遍与特殊,因为反驳是某种推论;第二在于反驳的前提必然始终是不相似的,一真一假,且其固有的结论始终是假的;除这些之外,还在于导向矛盾、建立在先行论证的基础之上,以及针对某人——即针对否定结论的人;而单纯的推论并不以限定的方式具有这些特征中的任何一项。关于论证性的论述和推论,已在《后分析篇》中言明;关于辩证的和探试的,已在《论题篇》中言明;关于竞技的与争辩的,我们现在着手论述。我们将整部论考分为三个部分:其一为诡辩的生成、该方法的诸种与诸样式的教学和阐明,以及欺骗由哪些元素构成;其二为提问者在意图欺骗时应当如何隐瞒不被察觉;第三为应答者应从何处安全地做出回答,以避开诡辩式的困扰;而这如果正确进行,也就是对以诡辩方式提出的问题的化解。在做出了这些预先区分之后,我们现在开始论述。
3. Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς διαλόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες. ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, ἔλεγχος, ψεῦδος, παράδοξον, σολοικισμός, πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσδιαλεγόμενον· τὸ δέ ἐστι τὸ πολλάκις ἀναγκάζεσθαι τὰ αὐτὰ λέγειν. ὃ δὲ διὰ πάσης τῆς πραγματείας ἰσχυριζόμεθα, καὶ νῦν προδιαστείλασθαι ἀναγκαῖον, ὡς οὐδὲν κατ’ ἀλήθειαν τούτων ὃ λέγεται καὶ ἔστιν· οὔτε γὰρ ὁ ἔλεγχος ἔλεγχος ἢ τὸ ψεῦδος ψεῦδος καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἀλλ’ ἢ τῷ φαίνεσθαι καὶ δοκεῖν τούτων ἕκαστον. μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον σολοικίζειν ποιεῖν· σολοικισμὸς δὲ ἐνταῦθα οὐχ ὁ κατὰ τὴν τοῦ λόγου σύνταξιν καὶ παρὰ γραμματικοῖς, ἀλλὰ τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον3 κατὰ μεταλλαγὴν γένους ἢ πτώσεως· καὶ τελευταῖον τὸ πλεονάκις τὰ αὐτὰ λέγειν καὶ ἀδολεσχεῖν.
3. 首先必须把握在对话中竞技和争辩的人瞄准的目标有多少。这些目标在数量上有五个:反驳、虚假、悖论、语病,第五是使对话者多言空谈;而这就是被迫反复说同样的话。我们在整部论考中所坚持的主张,现在也必须预先明确:这些目标没有一个是真实地如其所称那般存在的;因为反驳并非真正的反驳,虚假亦非真正的虚假,其他各项亦是如此,每一项都仅仅在于表现出如此和显得如此。他们最希望的是显得在进行反驳,第二是表明对方在说谎,第三是导向悖论,第四是使对方犯下语病——这里的语病并非指关乎言辞句法且文法学家所讨论的语病,而是指通过论辩因性或格的变更而使应答者在措辞上犯下粗俗的语法讹误——最后是〔使对方〕反复说同样的话而陷入空谈。
- 1.2ὡς ἐριστικοὺς μὲν καὶ σοφιστικοὺς τοὺς τὸ σχῆμα ὑγιεῖς καὶ τὸ εἶδος σώζοντας τὸ συλλογιστικὸν οἴεσθαι
连词 ὡς 后接不定式 οἴεσθαι,构成解释性结构,具体阐明前文的 εἶεν δ’ ἂν καὶ διαφέροντες(“它们也可以有所区分”)。不定式的宾语为带有分词修饰的 τοὺς ... [συλλογισμούς],ἐριστικοὺς καὶ σοφιστικούς 充当补足主述语的宾格补足语。在 τοὺς τὸ σχῆμα ὑγιεῖς 中,ὑγιεῖς 为阳性复数宾格形容词,并支配关系宾格(限制宾格)τὸ σχῆμα(“在格方面”)。
- 1.2ὧν οὐδὲν ὡρισμένως ὁ ἁπλῶς ἔχει συλλογισμός
关系代词 ὧν 是部分属格,指代前文刚列举的反驳所特有的诸属性(前提的相异性、结论的虚假性、导向矛盾、依存于先行论证、针对特定对象),修饰动词 ἔχει 的直接宾语 οὐδέν。副词 ὡρισμένως 修饰动词 ἔχει,强调单纯的推论并不以限定的或必然的方式具有这些特征中的任何一项。
- 1.3τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον
致使动词 ποιῆσαι 支配宾格加不定式结构,以 τὸν ἀποκρινόμενον 为意义上的主语,以 βαρβαρίζειν 为不定式。τῇ λέξει 是表示范围或限制的与格(“在措辞上”),而 ἐκ τοῦ λόγου 是表示来源或原因的介词短语(“通过论辩/由于论述的结果”)。
