← 佚名

亚里士多德《辩谬篇》释义

§47.25-48.33

同名异义与两可性反驳的破解方法

在梳理了歧义表达产生的四种方式之后,作者阐述了应对基于同名异义和两可性的反驳的方法,即在前提阶段通过附加保留与区分来作答,或在结论阶段追加微调以化解反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

19. Τεσσάρων δ’ ὄντων τρόπων, ἐξ ὧν τὰ πολλαχῶς λεγόμενα συνίστασθαι εἴωθεν (ἢ γὰρ ὁ λόγος ἢ τοὔνομα δηλοῖ πλείονα, ἢ ὅταν οὕτως εἰωθότες ὦμεν λέγειν, ἔτι ὅταν συντεθὲν μὲν πλείω σημαίνῃ ἀπολελυμένον δ’ οὔ, ὡς τὸ ἐπίσταται γράμματα, καὶ τέταρτον ὅταν τὸ ἀνάπαλιν, οἷον νεκρὸς ἄνθρωπος), οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἔλεγχοι σφάλλουσιν, ὅτι περ οἱ μὲν ἔχουσι τῶν ὀνομάτων τι πλείω σημαῖνον, πάντως δὲ δήπου διὰ τοῦτο καὶ τὸν λόγον, οἱ δὲ τὸν λόγον αὐτόθεν πολλαχῶς σημαίνοντα· τό τε γὰρ κύων πορεύεται ὁμώνυμον καὶ πολλὰ σημαίνει (δηλοῖ γὰρ καὶ τὸν νηχόμενον καὶ τὸν βαδίζοντα), τό τε σιγῶντα λέγειν ἰδίως ὁ λόγος ἅπας διττὸς καὶ ἀμφίβολος. ὅμοιον καὶ τὸ συμπέρασμα ἐκείνου τοῦ προβλήματος τὸ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον· οὐδὲν γὰρ ἐν τούτῳ τῶν ὀνομάτων πολύσημον, ἀλλ’ ἓν τῶν ἠρωτημένων ἀμφίβολον. ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπὶ παιδὸς ἢ ἰδιώτου οὕτως ‘ἆρ’ ὁ ἐπιστάμενος λέγειν συνεπίσταται ἃ λέγει;’ ναί φησιν· ἀληθὲς γὰρ ἐπὶ τῶν ἐπιστημόνων. ‘ἀλλὰ μὴν ὁ παῖς ὅδε ἀπαγγέλλων τὸ “μῆνιν ἄειδε” οὐκ ἐπίσταται. ὁ ἐπιστάμενος ἄρα ἃ συνεπίσταται ἀγνοεῖ.’ καὶ τὸ ἐν τούτῳ διττὸν καὶ ἀμφίβολον τὸ μέν ἐστιν ὂν καὶ ἀληθὲς τῷ σημαινομένῳ, ὅταν ἐπὶ τοῦ ἐπιστήμονος φέρηται, τὸ δὲ οὐκ ὂν οὐδὲ ἀληθές, ὅταν ἐπὶ τοῦ ἀνεπιστήμονος. ἐν ὅσοις δὲ τῶν παραλογισμῶν ἐν τῷ τέλει καὶ πρὸς τὸ συμπέρασμα τὸ διττόν, ἀνάγκη δεῖν προλαμβάνειν1 τὴν ἀντίφασιν ἐν τῇ τῶν προτάσεων μείζονι· οὐ γὰρ ἄλλως ἐγχωρεῖ ἐν ἑνὶ συλλογισμῷ συνάγεσθαι τὰ ἀντικείμενα, ὥσπερ εἴρηται, οἷον ἐν ἐκείνῳ ‘ἆρ’ ἔστι τυφλὸν ὁρᾶν;’ οὔ. ‘τί δέ, ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς;’ ναί. ‘ἔστιν ἄρα τυφλὸν ὁρᾶν.’ ἀμφίβολον γὰρ τὸ ἔστι τυφλὸν ὁρᾶν. ἔστι γὰρ καὶ τὸ τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν. ἐν τούτοις γοῦν τοῖς ἀμφιβόλως προτεινομένοις οὐχ ἑτοίμως ἀποφαίνεσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἐπιλέγειν τὸ δοκεῖν καὶ ἐνδοιάζειν· ὅταν δὲ πρόδηλος εἴη ψευδὴς καὶ μονομερὴς ἡ ἐρωτηθεῖσα πρότασις, εὐθὺς ἀποφάσκειν, οἷον ‘ἆρ’ ὁ Αἴας ἐμονομάχησε τῷ Θερσίτῃ;’ οὔ· οὐδέτερος γάρ. οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος.2 ἔλαττον γὰρ ἡμῖν μέλει τὸ πρότερον προτεινόμενον ὅπως ἔχει, ἀκριβολογούμεθα δὲ διὰ τὸ συμπέρασμα· ἐκεῖνο γὰρ συνάγει τὸν ἔλεγχον. ὥστε ἐν ἀρχῇ μὲν πρὸς τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ, ὥσπερ τὸ σιγῶντα λέγειν ἔστιν ὡς, ἔστι δ’ ὡς οὔ, καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ’ ἃ οὔ· τὰ γὰρ δέοντα λέγεται πολλαχῶς, καὶ τὰ μὲν ἀναγκαῖα καὶ ὠφέλιμα δεῖ πράττειν, τὰ δὲ κακὰ κἂν συμφέροντα οὔ. ἐὰν δὲ λάθωμεν ἐν ταῖς ἀρχαῖς φυλάξασθαι τῷ ἐνδοιασμῷ τὴν ἀμφίβολον πρότασιν, ὅμως ἐπὶ τῷ τέλει καὶ τῷ συμπεράσματι τοῦ συλλογισμοῦ μικρόν τι προστιθέντας τῇ ἐρωτήσει διορθωτέον· οἷον εἰ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν’ προτείναντος ἡμεῖς μὴ ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ ἀπαντήσωμεν, ἀλλ’ ἀπερισκέπτως εὐθὺς τὸ ἕτερον μονοειδῶς ἀποφήσωμεν τῆς ἀντιφάσεως, οὐκ ἄδηλον ὡς ἐλεγχθησόμεθα· πλὴν μέντοι ἀπείρξομεν εἰ προλαβόντες αὐτοῦ μικρὸν τὸ συμπέρασμα ἐνσταίημεν3 τόνδε τὸν ἑστῶτα καὶ σιγῶντα Σωκράτην μὴ λέγειν παραγαγόντες. ὡσαύτως δὲ κἂν συμπεράνῃ τις τὸ οὐκ ἄρα συνεπίστανται ἃ ἐπίστανται, ἀληθὲς μὲν ἐπὶ τῶν παίδων, ἐπὶ δὲ τῶν ἐπιστημόνων οὔ. καὶ ἐν ἅπασι δὲ τοῖς παραλογισμοῖς τοῖς ἔχουσι τὸ διττὸν ἐν προτάσεσι τοῦτο δεῖ ποιεῖν. ὅλως τε μαχητέον, ἂν καὶ ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλ’ ὄνομα,4 ὥστ’ οὐκ ἔλεγχος.

19. 由于歧义表述惯常由四种方式构成(即:或者语句或者名称指明多种事物;或者当我们习惯于如此表达时;再者,当结合起来时意指多重事物而拆开时则不然,如“通晓文字”;第四则是反过来的情形,如“死去的人”),基于同名异义和两可性的反驳之所以使人误入歧途,是因为有些反驳在名称中含有意指多种事物者,并且理所当然因此使语句也具有多义,而另一些反驳则是语句本身直接具有多种意义。因为“狗在走”是同名异义的,意指多种事物(因为它既指游泳的狗,也指步行的狗),而“沉默者说话”则是整个语句特有地具有双重性和两可性。那个论题的结论也是类似的,即“知晓者并非同时知晓”;因为在其中没有任何名称是多义的,而是被提问的事项之一具有两可性。这个诡辩在针对孩童或外行人时是这样提问的:“通晓说话的人是否同时知晓自己所说的话?”对方回答“是”;因为对于有知识的人而言这是真实的。“然而这个孩童在背诵‘歌唱愤怒’时并不知晓。因此,通晓者并不知晓自己同时知晓的事情。”而其中的双重性与两可性,当应用于有知识的人时,在所意指的意义上是成立且真实的;但当应用于无知识的人时,则不成立且不真实。在那些双重性出现在结尾并关乎结论的谬误推理中,必须在各前提的大前提中预先把握矛盾;因为正如已经说过的,若非如此,对立的命题就无法在同一个推论中得出,正如在那一论辩中:“盲人是否可能看见?”“不。”“那么,当你看见一个盲人时,你不是在看见一个盲人吗?”“是的。”“因此,盲人可能看见。”因为“盲人看见是可能的”具有两可性;因为看见盲人与[盲人]看不见都是可能的。总之,在这些以两可方式提出的话题中,不应轻易断言“是”或“否”,而应补充说“看似如此”并表示存疑;但当被提问的前提显然是虚假且单一无歧义时,应当立即否定,比如“阿贾克斯是否与忒耳西忒斯进行了单挑?”“否”;因为他们二人谁也没有单挑。因为论辩并非针对此点,而是通过此点[而进行]。因为我们不太在意先前陈述的前提究竟如何,而是为了结论才严密审视;因为是结论导出了反驳。因此,在开头对于具有双重含义的名称与语句都应这样回答:在某种意义上是,在某种意义上则不是,正如“沉默者说话”在某种意义上是而在某种意义上不是,以及“当做之事应当做”对于某些是而对于某些不是;因为“当做之事”有多重含义,必要且有益之事必须做,而坏事即使有利也不应当做。然而,如果我们未能在开头以存疑的方式防备两可的前提,那么无论如何也必须在推论的结尾和结论处,通过向提问追加少许内容予以纠正;例如,若在某人提出“沉默者是否可能说话”时,我们没有回答在某种意义上是而在某种意义上不是,而是轻率地立即片面否定了矛盾命题的一方,显然我们会被反驳;然而,如果我们略微抢在他的结论之前提出异议,指出眼前站立并沉默的苏格拉底并没有说话,我们就能够阻止反驳。同样,即使有人得出结论说“因此他们并非同时知晓他们所知晓的事”,这对于孩童而言是真实的,但对于有知识的人而言则不然。在所有在前提中具有双重性的谬误推理中,都应当这样做。总体而言,即使对方做出了简单的推论,也必须抗辩说:他所否定的并不是他所肯定的事实,而仅仅是否定了名称,因此这并不是反驳。

语法注4 条
  1. 1.19ἀνάγκη δεῖν προλαμβάνειν

    这是由 ἀνάγκη 和 δεῖν 构成的表示必然性的重叠表达,强调“必须预先把握”。在句法上,δεῖν 作为省略了 ἐστί 的 ἀνάγκη 的补足成分,不定式 προλαμβάνειν 则支配宾格短语 τὴν ἀντίφασιν 作为其宾语。

  2. 1.19οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος

    这是一个由介词短语构成的省略句,省略了动词 ἐστί。句子对比了 πρὸς τοῦτο(“针对此点”,即前提本身的真假)与 διὰ τοῦτο(“通过此点”,即以此为媒介导出结论与反驳)。

  3. 1.19πλὴν μέντοι ἀπείρξομεν εἰ προλαβόντες αὐτοῦ μικρὸν τὸ συμπέρασμα ἐνσταίημεν

    这是一个混合条件句,主句采用将来直陈式(ἀπείρξομεν),而条件从句则采用 εἰ+希求式(ἐνσταίημεν)。主句确信地断言了化解反驳的结果,而从句则将己方的阻击反制作为一种潜在的可能性提出。αὐτοῦ 为属格,依附于分词 προλαβόντες(“抢在他之前”)。

  4. 1.19οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλ’ ὄνομα

    名词 πρᾶγμα 在句法上位于关系从句 ὃ ἔφησεν 之后作为两者的先行词及动词宾语。句子形成了 πρᾶγμα(“事实/事物”)与 ὄνομα(“名称”)的鲜明对立,二者皆为 ἀπέφησε 的宾语,意为“他所否定的并不是他所肯定的事实,而仅仅是名称”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:47.25-48.33