- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:46.37-47.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《辨谬篇》第18章,系统阐述了破解诡辩的普遍方法:对于因前提(质料)错误引起的谬误通过消除前提来破解,对于因形式缺陷引起的谬误通过分析与区分来破解,并指出了现场作答与从容审视之间的巨大差异。
18. Ἤδη δὲ καὶ τὴν τῆς λύσεως μέθοδον τῶν σοφισμάτων παραδοῦναι προτεθυμήμεθα, καίτοι κἀν ταῖς ἀρχαῖς ἐκθέμενοι καὶ ἕκαστον παραδιδόντες τῶν τρόπων τὴν αἰτίαν ὅθεν τὸ ψεῦδος ἐφερμηνεύομεν· τοῦτο δὲ αὐτόθεν καὶ λύσις ἦν. κοινότερον γοῦν ἐνταῦθα καὶ πληρέστερον πάλιν τὰ περὶ αὐτῶν ἐπεξίωμεν. ἐπεὶ γὰρ πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἡμάρτηται καὶ ἔψευσται τὰς προτάσεις, ἢ παρὰ τὸ σχῆμα καὶ τὴν συλλογιστικὴν συζυγίαν, λύσεις μὲν τὸν πρότερον ὀρθῶς μίαν τῶν προτάσεων παρ’ ἣν τὸ ψεῦδος ἀνῃρηκώς, καὶ μάλιστα τὴν μείζω (αὕτη γὰρ κἀν τοῖς ἀληθέσι τὸ κῦρος ἔχει), ἢ καὶ ἀμφοτέρας, εἰ καὶ ἄμφω ψευδεῖς· τὸν δὲ δεύτερον ἐμφανίσας ἐν τίνι τῶν παρατετηρημένων ἐλλέλοιπε καὶ κατά τι ἐξέκλινε τὴν παράδοσιν. ὥστε συμβαίνει τοὺς ψευδεῖς τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα παρ’ ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος λύειν, τοὺς δὲ φαινομένους καὶ τὸ εἶδος ἡμαρτημένους διελόντα.1 πάλιν δὲ ἐπεὶ τῶν μὴ συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψευδὲς ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν· καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως· τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον· τὸ γὰρ συμπέρασμα ἀληθές. οὐ γὰρ ἀεί, εἰ αἱ προτάσεις ψεύδονται, καὶ τὸ συμπέρασμα· ἔστι γὰρ καὶ ἐκ ψευδῶν ἀληθὲς συλλογίσασθαι· εἰ μέντοι τὸ συμπέρασμα, καὶ αἱ προτάσεις πάντως.2 ὥστε τοῖς βουλομένοις λύειν λόγον σοφιστικὸν πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ μή, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ἢ ψεῦδος, ὅπως διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν τὰ ψευδῆ ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον, διαιροῦντες μὲν εἰς τὰς προτάσεις καὶ ἀναλύοντες τὸν ἀσυλλόγιστον καὶ δεικνύντες ὡς ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν συνιστάμενον, ἀναιροῦντες δὲ τὸν κατὰ τὴν ὕλην ἡμαρτημένον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν τὸν λόγον. τὸ μὲν γὰρ προϊδεῖν εὐθὺς χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.
18. 我们也已热切期望传授诡辩的破解方法,尽管在开头阐明并传授每一种方式时,我们也曾解释过虚假由之产生的起因;而这本身直接也就是一种破解。无论如何,我们在此将再次以更普遍且更充分的方式探讨有关它们的事项。因为既然每一个诡辩式推论,或者由于质料而产生错误且在前提上是虚假的,或者由于式与推论的联结方式[而产生错误],那么对于前者,你将通过消除因之产生虚假的前提之一来正确地予以破解,尤其是大前提(因为即使在真实的推论中,大前提也具有主导权),或者若二者皆为假,则消除二者;而对于后者,则通过指明它在所遵循的规程中的哪一点有所欠缺、在何种程度上偏离了传承[来予以破解]。因此,在虚假的论辩中,对于那些已经得出推论的论辩,人们是通过消除因之导致虚假的提问来予以破解的,而对于那些貌似成立且在形式上出现错误的论辩,则是通过区分来予以破解的。再者,由于在未得出有效推论的论辩中,有些具有真实的结论,有些则具有虚假的结论,所以对于就结论而言是虚假的论辩,可以通过两种方式来破解:即既可以通过消除所提问的前提之一,也可以通过证明结论并非如此;但对于就前提而言[是虚假]的论辩,则仅能通过消除某项前提来破解;因为结论是真实的。因为并非只要前提为假,结论就总是[为假];因为从假前提中也可能推论出真结论;然而,如果结论[为假],则前提无论如何也[为假]。因此,对于希望破解诡辩式论辩的人而言,首先必须考察它是已经得出推论还是未得出推论,其次考察结论是真还是假,以便我们通过区分或消除,如前所述以这种或那种方式破解虚假的论证:对于未得出推论的论辩,将其区分为各前提并予以分析,证明它是由两个特称或否定前提构成的;而对于在质料上出现错误的论辩,则予以消除。然而,在被提问时破解论辩与不在被提问时破解论辩,具有极大的差别。因为当场预见是困难的,而在从容闲暇时审视则更容易。
- 1.18ὥστε συμβαίνει τοὺς ψευδεῖς τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα ... λύειν, τοὺς δὲ φαινομένους καὶ τὸ εἶδος ἡμαρτημένους διελόντα.
无人称动词 συμβαίνει 支配不定式 λύειν,其逻辑主语(不定的“人”)表现为宾格分词 ἀνελόντα 和 διελόντα。宾格短语 τοὺς ψευδεῖς τῶν λόγων 带有部分属格,作 λύειν 的宾语,随后通过同位语 τοὺς μὲν συλλελογισμένους 和 τοὺς δὲ φαινομένους ... 细分为两类。
- 1.18εἰ μέντοι τὸ συμπέρασμα, καὶ αἱ προτάσεις πάντως.
承接前句 οὐ γὰρ ἀεί, εἰ αἱ προτάσεις ψεύδονται, καὶ τὸ συμπέρασμα 的省略结构。条件从句中省略了 ψεύδεται(或 ψεῦδός ἐστι),后件中省略了 ψεύδονται(意味着前提中至少有一个为假):“然而如果结论[为假],前提也必定[为假]”。
