- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:45.11-46.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了作为隐蔽手段的比喻以及由残缺提问引起的谬误,阐明了在被对手封堵时的应对策略、在属与种之间作答的选择标准,以及在存争议命题上进行转移与预先异议的论战策略。
ἓν δὲ τῶν πρὸς κρύψιν παρεισαγομένων καὶ ἡ παραβολὴ ἐν τοῖς Τοπικοῖς εἴρηται· λαβεῖν γὰρ ἐθέλοντες ὡς ἡ ἐγκράτεια ἀρετή, οὐκ αὐτόθεν τοῦτο προτείνομεν, ἀλλὰ πλαγίως οὕτω καὶ παραβολικῶς ἐρωτῶμεν, καὶ οὐ δι’ αὐτὸ ἀλλ’ ἄλλου χάριν ‘ἆρ’ ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτω καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις;’ ναί. εἴληπται γὰρ ἐν τούτοις λεληθότως τὸ τὴν ἐγκράτειαν ἀρετὴν εἶναι. παραβολὴ δ’ ἂν κἀκεῖνο καλοῖτο, ὅταν λόγῳ τὸ κοινὸν τῇ τῶν κατὰ μέρος ἐπαγωγῇ ἀλλ’ οὐκ ὀνόματι ἀφορίζηται, ὡς δή, ἐπεὶ αἲξ καὶ ἔλαφος καὶ βοῦς καὶ πρόβατον τετράποδα ὄντα διχηλεῖ, καὶ πᾶν ἄρα, ὃ ἂν ᾖ τοιοῦτον, δύο χηλὰς ἕξει. ψεῦδος δέ· ἵππος γὰρ καὶ ὄνος τῶν τετραπόδων καὶ μώνυχα. Ἐξειργομένῳ δέ σοι παρὰ τοῦ ἐρωτῶντος ἁπάντων καὶ ἀποκλειομένῳ τῷ πανταχόθεν ἠσφαλίσθαι καὶ πεφράχθαι ἐκεῖνον1 προορώμενον τὰς εἰσόδους ὡς ἔμπειρον πολλῶν ὄντα λόγων καὶ διαλέξεων πορευτέον ἐπ’ ἐκεῖνο ὃ καταλέλειπται, καὶ ὅτι μὴ καλῶς δέδειχεν ἰσχυριῇ ἀπαντῶν κατὰ τὸν προειρημένον περὶ τῶν ὁμωνύμων διορισμόν. Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ῥήμασιν, οἷον κύων, ἵππος, ἄνθρωπος (οὐδὲν γὰρ τούτων τοῖς ὑποκειμένοις αὐτῶν οἰκειότερον) ἀνάγκη ἀποκρίνεσθαι τὸ ναὶ ἢ τὸ οὔ, ἢ ἁπλῶς καὶ ἀδιαιρέτως ἢ μετὰ διαιρέσεως, εἴπερ εἴη ὁμώνυμον. ἃ δὲ μὴ αὐτοτελῶς προάγομεν ἀλλὰ συνεπινοοῦντες τίθεμεν καὶ ἀπὸ κοινοῦ λαμβάνομεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, ἐν τούτοις παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος δηλαδὴ τὴν ἔλλειψιν, οἷον ‘ἆρα ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα Ἀθηναίων;2 καὶ ὃ Λακώνων κτῆμα Λακώνων;’ ναί. ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζώων. τί οὖν; κτῆμα ὁ ἄνθρωπος τῶν ζώων; τὸν γὰρ ἄνθρωπον τοῦ ζώου λέγομεν, οὐχ ὅτι κτῆμα, ἀλλ’ ὅτι εἶδος· καὶ Λύσανδρον τῶν Λακώνων, ὅτι Λάκων. εἰ δὲ ‘ὃ Ἀθηναίων κτῆμα, κτῆμα Ἀθηναίων ἐστίν’ ἠρωτᾶτο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὐδὲν ἂν συνέβαινεν ἄτοπον. Ὅταν δὲ ἐπὶ γένους καὶ εἴδους καὶ ἡγουμένου καὶ ἑπομένου αἵρεσις προτεθείη ὁπότερον ἀποκρίνεσθαι, τὸ μερικώτερον καὶ ἔλαττον δοῦναι μᾶλλον ἂν συμβουλεύσαιμι· χαλεπώτερον γὰρ ἐκ τῶν μερικῶν συλλογίσασθαι, ὅσῳ ῥᾷστον ἐκ τῶν καθόλου. ὁ γὰρ τὰ κοινὰ λαβὼν καὶ τὰ μέρη ἔχει· δυοῖν γὰρ ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης καὶ θάτερον εἶναι δοκεῖ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης. ἀπαντητέον δὲ καὶ τοῦτο πρὸς τὸν ἐρωτῶντα, ὅταν αὖ ἐπὶ τῶν αὐτῶν ὁ λόγος εἴη· δόντος γὰρ τοῦ ἀποκρινομένου τὴν ψυχὴν εἶδος ὡς εἰπεῖν ἁρμονίας, ἐὰν ἐπιχειρῇ ἀνασκευάσαι ὅτι τῷ μέν ἐστιν ἐναντίον τῷ δ’ οὐκ ἔστι (τῇ γὰρ ἁρμονίᾳ ἡ ἀναρμοστία ἀντίκειται, τῇ δὲ ψυχῇ οὐδὲν οὐσίᾳ οὔσῃ), κἂν ὁ λόγος ἀληθὴς ᾖ, ὅμως ἐνστατέον εἶναι κἀν τῇ ψυχῇ ἐναντίον, μὴ ὠνομάσθαι δέ. Ἐπεὶ δ’ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν (ταῦτα δὲ τὰ ἐναργῆ καὶ ἐγγύτερα πρὸς τὴν αἴσθησιν) ἔνια δ’ οὔ, οἷον ὅσα διὰ τὸ ἀδηλότερον ἀμφιδοξοῦσι (πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζώων οὐ διώρισται τοῖς πολλοῖς), ἐν τούτοις οὖν εἰ συνορᾶν ἔχεις ὃ βούλεται ὁ ἐρωτῶν, αὐτὸς δὲ τὸ ἕτερον, ἐκεῖνόν τε ἐμποδίσεις βλάψας εἰς τὸ συμπέρασμα, καὶ ἔγκλημά σοι οὐδὲν ἐπὶ τῶν ἀμφιβόλων ὃ βούλει λαμβάνοντι. ἔτι ἐν τοῖς αὐτοῖς ἐπεὶ ἄδηλον ὁποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ δοκούσας ἢ τοῖς πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς καὶ τὰς καθόλου ἀποφάσεις, ὡς ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ), κἂν μὴ τὸ ναὶ ἢ τὸ οὒ ἀφωρισμένως ἀποδοίη τις ἀλλ’ ὡς περὶ ἀδήλου καὶ αὐτὸς σκέπτοιτο, οὐδεὶς ἐπείξει λόγος πρὸς τὴν ἀπόκρισιν. ἔτι ἔνθα τὸ ἀληθὲς ἀμφιδοξεῖται, μεταφέρων ἄν τις ἐπὶ τὸ ἐναργέστερον καὶ ἐν ᾧ οὐδὲν ἧττον τὸ προκείμενον ἕψεται, λάθῃ3 περὶ τούτων τῇ ἀμείψει τῶν ὀνομάτων δράσας ὃ προὔθετο. διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ὁποτέρως ἔχει τὸ ἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι. ἡ γὰρ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξέλεγκτον, οἷον ἐπεὶ περὶ ψυχῆς τὸ αὐτοκίνητον ἀληθὲς μέν, ἀμφιδοξεῖται δέ, εἴ τις μεταλάβοι ἀντὶ τούτου τὸ ἀεικίνητον, τὸ εἰρημένον ἐποίησεν. ἐναργέστερον γὰρ καὶ μᾶλλον συγκεχώρηται, οὐδὲν δ’ ἧττον ἐν τούτῳ καὶ τὸ αὐτοκίνητον καὶ ἀθάνατον συνἐκφαίνεται. Ἔτι ὅσα ἄν τις ἀμφιδοξοῦντα προαισθάνοιτο τῶν ἐρωτημάτων προενστατέον καὶ προαγορευτέον, ὡς οὐχ οὕτως ἔχει ὡς αὐτὸς βούλει· οὕτω γὰρ ἂν τὸν πυνθανόμενον μάλιστα συμπερᾶναι κωλύσειε μόνον οὐ δεσμὸν τοῖς χείλεσιν ἐπιθέμενος.
比喻在《论题篇》中也被称为用于隐蔽手段的引入方式之一;因为当我们希望确立节制是美德时,并不直接提出这一点,而是以这种迂回且类比的方式提问,且不是为了它自身而是为了别的事物:“正如节制是美德一样,明智、勇敢与智慧不也是如此吗?”“是的。”因为在这些话中,节制是美德这一事实已暗中被获取。而当普遍之物不是通过名称而是通过对个别事项的归纳经由定义的言陈而被限定时,那也可以被称为比喻;例如:既然山羊、鹿、牛与羊作为四足动物都是偶蹄动物,那么凡是此类动物都将拥有两个蹄。但这却是虚假的;因为马和驴也属于四足动物,却都是独蹄动物。 然而,当你被提问者排除在所有路径之外,且由于他作为具有丰富论辩与对话经验者预见通路、从各方面防范固守而使你受到阻截时,你就必须走向所留下的途径,并在按照前述关于同名异义词的界定进行应对时,坚称他未能妥善地予以论证。 因此,在以本义表述的词语中,如“狗”、“马”、“人”(因为这些词对于它们的底层主体而言没有比这更贴切的了),必然要回答“是”或“否”,或者单纯而不加区分地回答,或者若属同名异义则带着区分来回答。但在我们并非独立提出而是连带构想来设定并共同领受的词语中,例如那些并非清晰而是残缺地被提问的事项,在这些情况下论驳正是在此基础之上,亦即基于缺失而发生的;例如:“凡属于雅典人之物,都是雅典人的财产吗?凡属于拉栖代梦人之物,都是拉栖代梦人的财产吗?”“是的。”“然而人是属于动物的。”那么怎样呢?人是动物的财产吗?因为我们说人属于动物,并不是因为他是财产,而是因为他是种;我们说吕珊德属于拉栖代梦人,是因为他是拉栖代梦人。但如果提问的是“凡作为雅典人财产之物,是雅典人的财产吗”,在其他情况下也同样如此,就不会产生任何荒谬。 当在属与种,或者在前件与后件上提出究竟应当回答哪一个的选择时,我宁愿建议认可更个别且更小者;因为从个别前提进行推论要困难得多,正如从全称前提进行推论最为容易一样。因为领受了共通特征者,也就掌握了各个部分;因为在两件事物中,如果一方存在,另一方似乎必然也存在,但如果后者存在,前者却并非必然存在。当论辩再次关涉相同事项时,也应当如此应对提问者:因为在回答者承认灵魂可以说是和谐的一种之后,如果提问者试图通过指出一方有相反者而另一方没有来进行反驳(因为不和谐与和谐相对立,但对于作为实体的灵魂而言却没有任何东西与之相对立),即便这一论据属实,也仍然必须提出异议,主张在灵魂中也存在相反者,只是未被命名而已。 此外,大众所说的事情中,有些事情他们会宣称不赞同者是在说谎(这些是显明且更接近感觉的事项),而另一些事情则不然,例如那些因较不明显而产生争议的事项(因为动物的灵魂究竟是可灭的还是不朽的,对大众而言尚未确定);因此,在这些事项中,如果你能洞察提问者的意图,而你自己采取另一立场,你既能在通往结论的路上阻碍并损害他,而且在歧义事项中选取你所期望的一方对你而言也无可指责。此外,在同样的事项中,既然不清楚所提出的命题惯常是以哪种方式被述说的,即是否如格言那般被述说(因为人们既把在所有人、大多数人或智者看来属实的意见称为格言,也把全称陈述称为格言,例如对角线与边不可通约),那么即使不明确地给出“是”或“否”,而是如同探讨不明之事那样自己也进行审思,也不会有任何论辩强求其作答。再者,在真理存在争议之处,通过将其转移至更显明且所提出的结论同样能够随之得出的表述上,人们便可以通过名称的置换而在这些事项上暗中达成其所企图的目标。因为由于真理处于何种状态尚不明晰,人们不会被认为是在玩弄诡辩;又由于存在争议,人们也不会被认为是在说谎。因为这种转移会使论证无可论驳;例如,关于灵魂,“自身运动”虽是真实的,但存在争议,若有人取而代之使用“常动”,他就做到了所说的事情。因为这更显明且更为人们所承认,但“自身运动”与“不朽”在其中同样被共同显明出来。此外,凡是人们预先察觉到存在争议的提问,都必须预先提出异议并预先声明“情况并不如你自己所期望的那样”;因为如此便能几乎如同给其双唇戴上枷锁一般,最大程度地阻止提问者得出结论。
- 1.17Ἐξειργομένῳ δέ σοι παρὰ τοῦ ἐρωτῶντος ἁπάντων καὶ ἀποκλειομένῳ τῷ πανταχόθεν ἠσφαλίσθαι καὶ πεφράχθαι ἐκεῖνον
分词 Ἐξειργομένῳ... καὶ ἀποκλειομένῳ 与形容词性动词 πορευτέον 所支配的施事与格 σοι 一致。带冠词的完成时不定式结构 τῷ... ἠσφαλίσθαι καὶ πεφράχθαι 作原因或方式与格,ἐκεῖνον 为其主格性宾格(不定式的主语)。
- 1.17ἆρα ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα Ἀθηναίων;
第一个 Ἀθηναίων 是主语关系从句(ὃ ἂν ᾖ Ἀθηναίων,“凡属于雅典人之物”)中的表语属格,第二个 Ἀθηναίων 则是修饰名词 κτῆμα 的领属属格(“雅典人的财产”)。语序和紧缩省略特意利用了属格的多义性。
- 1.17μεταφέρων ἄν τις ἐπὶ τὸ ἐναργέστερον ... λάθῃ
小词 ἄν 置于分词 μεταφέρων 之前并与随后的虚拟式 λάθῃ 结合,表达相当于条件句的潜在结果(“若将其转移……便能暗中……”)。此处采用了 λανθάνω 支配分词(δράσας)的惯用构式,意为“不知不觉地/暗中做成某事”。
