- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:43.25-45.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对基于同名异义与偶性的谬误,本节论述了前提与结论中限定成分的一致性、对词义的明确区分,以及拒绝对复合问题作单一回答,并进一步提出了争辩语境下的表面化解法与应对乞题的策略。
’ τῷ δέ, εἴτ’ οὖν ἐν τῷ συμπεράσματι, προσθήσει τὸν τινὰ ἢ τόνδε,1 τόνδε λέγων τὸν Κορίσκον τὸν κεκαλυμμένον μὴ μουσικὸν εἶναι, ἄτοπον καὶ παρὰ τὴν συλλογιστικὴν μέθοδον. δεῖ γὰρ ἢ ἐν ἀμφοτέροις ἢ ἐν μηδενί, ταῖς τε προτάσεσι λέγω καὶ συμπεράσματι, τήν τε πρόσθεσιν καὶ τὴν ὑφαίρεσιν γίνεσθαι. οὐδὲν δὲ διαφέρει, εἴτε ὁμώνυμον ἐλήφθη παράδειγμα πρὸς τὴν τοῦ προτεθέντος ἀπόδειξιν τοῦ ὡς πανταχόθεν εὔπορον τοῖς κακουργεῖν ἐθέλουσιν, ἢ ᾧ κεχρήμεθα παρὰ τὸ συμβεβηκός· κἀν τούτοις γὰρ πλείω ἐδείχθη τὰ σημαινόμενα. Ἐπεὶ δὲ ἄδηλος μέν ἐστιν ὁ ἐρωτώμενος ὁμώνυμόν τι ἢ ἀμφίβολον καὶ μὴ διορισάμενος, πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δὲ ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διελόντα δοῦναι τὴν ἐρώτησιν ἀλλ’ ἁπλῶς ἁμάρτημά ἐστι· ὥστε κἂν μὴ αὐτὸς ὁ ἐρωτώμενος ἐλήλεγκται κατὰ νοῦν, ἀλλ’ ὅ γε λόγος αὐτῷ ἐληλεγμένῳ ἔοικε, καὶ μᾶλλον ἀγνοεῖν δόξει τοῖς ἀκροαταῖς διὰ τὸ μὴ διαιρῆσαι πρότερον. ὥστε λύσις ἡ κυριωτάτη καὶ κοινοτάτη ἐπὶ τῶν ὁμωνύμων καὶ ἀμφιβόλων ἡ τῶν σημαινομένων παρὰ τοῦ ἀποκρινομένου ἔκθεσις καὶ διαίρεσις. συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τοιαῦτα προτεινομένων, ὅπως μὴ πρὸς ἅπαν δοκῶσι δυσκολαίνειν· εἶτα οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τινὰ κατὰ τὸν λόγον ἀπάτην,2 πολλάκις ἀπήντησε παράδοξον. ὥστε ἐπεὶ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον. Εἰ δὲ τὰ δύο ἐρωτήματα καὶ τρία καὶ πολλὰ μὴ ἓν ἐποίει τις ἐρώτημα ἑνὶ συγκλείων ὀνόματι, οὐδ’ ἂν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ’ ἢ ἔλεγχος ἀληθὴς ἢ οὐδέν. τί γὰρ διαφέρει ἐρωτῆσαι, εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν, ἢ εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν, ὅπερ πάσχουσι τὰ ὁμώνυμα; εἰ γὰρ πλείω δηλοῖ τοῦ ἑνὸς πράγματα τὸ ἓν ὄνομα, πλείω καὶ ἠρώτησεν. εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ’ εἰ κατὰ πάντων ἀληθὲς τὸ προτεινόμενον, εἰς ὃ καὶ ἀξιοῦσί τινες δεῖν τῶν τῆς ἀντιφάσεως τὸ ἓν ἀποκρίνεσθαι. ἡ γὰρ διαλεκτικὴ ἐρώτησις ἀποκρίσεώς ἐστιν αἴτησις ὡς μία πρὸς μίαν, ὥστε οὐκ αὐτόθεν καταφήσαιμεν ἢ ἀποφήσαιμεν πρὸς τὸν ἐρωτῶντα, εἰ Αἴας καὶ Ἀγαμέμνων καὶ Διομήδης ἐπὶ Τροίαν ἐστράτευσαν· οὔτε γὰρ ἓν τὸ ἐρώτημα, κἂν ἀληθὲς δέ, οὐ δοτέον διὰ τὸν συνεθισμόν. ὁμοίως δὲ καὶ εἴ τις ἤρετο, ὁ Κορίσκος καὶ ὁ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων· ἀμφοτέρως γὰρ πλείους αἱ προτάσεις· οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ τοῦτο μία ἐρώτησις. ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἅπαντα ἢ ναὶ ἢ οὒ ἀληθὲς εἶναι λέγειν, ἀλλ’ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει· ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι. τούτοις γοῦν ὅμοιον ὡς εἰ καὶ τεθείη τὸ αὐτὸ ὄνομα τοῖς ἑτέροις. εἰ γοῦν τὸ πολλάκις ῥηθὲν εὖ ἔχει καὶ μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερὸν ὡς οὐδὲ ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ τὸ οὒ λεκτέον· οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται ἀλλὰ μάτην ἄλλως εἴρηκεν. ὅμως μέντοι νομίζονται ἐν τοῖς διαλεγομένοις καὶ τοῖς ἀπειροτέροις τῶν ἀκροατῶν τὸ ναὶ ἢ τὸ οὒ ὄντως δεδωκέναι διὰ τὸ λανθάνειν τὸ συμβαῖνον ἐν τοῖς ὁμωνύμοις. Ὡς γοῦν οὐκ ὄντες ἔλεγχοί τινες δοκοῦσιν εἶναι (τὸ γὰρ ἅπαν ἐνταῦθα συνάγομεν κατὰ τὸν αὐτὸν τρόπον), καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις, ἃς δή φαμεν ἐνίοτε δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ ἐριστικοῖς καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει. ἀποκριτέον δὲ ἐπὶ μὲν τῶν δοκούντων τὸ ἔστω λέγοντα, καὶ δὴ οὕτως ἥκιστ’ ἂν γένοιτο παρεξέλεγχος. ἐὰν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ οὔτ’ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν. ἐπεὶ δὲ δῆλον ὅπως αἰτεῖται τὸ ἐν ἀρχῇ (ἢ γὰρ αὐτῷ πρὸς τὴν οἰκείαν ἀπόδειξιν χρώμεθα τοῦ ζητουμένου, εἴπερ τι εἴη συνώνυμον ὁποτέρῳ τῶν ὅρων, ἤ τινι τῶν αὐτοῦ καὶ ὅλως σύνεγγυς), οὐ δεῖ πρὸς τὸν ἐρωτῶντα πρότερον ἀποκρίνεσθαι, πρὶν ἀναιρῆσαι τὸ ἐν ἀρχῇ προτεινόμενον. ὅταν δὲ τοιοῦτον ἀξιοῖ τις συμπεραινόμενος δ’ ἀναγκαῖον μὲν συμβαίνειν ὡς ἐκ τῶν κειμένων προτάσεων συναγόμενον, ᾖ δὲ ψεῦδος ἄλλως καὶ ἄδοξον,3 ῥητέον ὡς πολὺ πρότερον ψευδῆ καὶ ἄδοξα τὰ ἐξ ὧν. τὰ δὲ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως, καὶ τὰ συμπεράσματα ἀκολουθεῖ ταῖς προτάσεσιν. ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ἀλλὰ παραβολῇ ληφθῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ’ ὡς προὔτεινε λαμβάνει· καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος.
但如果针对另一方——亦即在结论中——添加“某个”或“这个”,说“这个被遮蔽的科里斯库斯是不懂音律的”,则是荒谬的,且有违推论的方法。因为无论添加还是删减,都必须要么在两者中,即在前提与结论中都进行,要么在两者中都不进行。而为了证明所提出的主张——即对于企图使坏者而言处处皆有便利的途径——究竟是选取了同名异义的例证,还是选取了我们所使用的基于偶性的例证,并无区别;因为在这些情况中,所指示的意义也已被证明不止一种。 既然被问及某种同名异义或歧义之物而未加界定者,究竟是被论驳还是未被论驳是不明晰的,而在论辩中进行区分又是被许可的,显然,未加区分而单纯认可提问乃是一种过错;因此,即使被问者自己在心智上并未被论驳,但论证对于他而言却类似于已被论驳者,而且由于未曾预先区分,在听者看来反倒显得无知。因此,对于同名异义与歧义而言,最根本且最普遍的化解方法,乃是回答者对所指意义的列举和区分。然而,往往发生的是,人们虽看出歧义,却因提出此类问题的人太多而犹豫去区分,以免显得在每一件事上都吹毛求疵;随后,由于自以为论证中不致因此产生欺瞒,便屡屡遭遇逆悖。因此,既然许可进行区分,正如前文所说,就不应当犹豫。 如果人们不通过单一名称将两三个甚至许多问题包揽为一个问题,那么基于同名异义与歧义的谬误推理就不会发生,而要么是真实的论驳,要么什么也不是。因为询问卡利亚斯与地米斯托克利是否懂音律,同在相异的两方拥有一个名称的情形下(这正是同名异义事物所遭遇的)询问,又有何区别呢?因为如果一个名称指示不止一件事物,提问者也就询问了不止一件事。因此,如果对两个问题要求单纯获得一个回答是不正确的,那么显然,对于任何同名异义事物而言单纯作答都是不当的,即便所提出的问题对于所有事物而言都属实也是如此——对这一点甚至有人主张必须回答矛盾命题的一方。因为辩证的提问乃是要求一一对应的回答,因此,对于询问阿雅斯、阿伽门农与狄奥墨得斯是否曾远征特洛伊者,我们不应直接予以肯定或否定;因为问题并非只有一个,即便属实,也不应因习惯而予以认可。同样,若有人询问科里斯库斯与卡利亚斯究竟是在家还是不在家,不论两人都在场还是都不在场,情况也是如此;因为无论哪种情形,前提都是多个。因为并非由于所说是真实的,它就因此是一个问题。因为即使提出无数其他问题,对于所有问题说“是”或“否”都完全可能是真实的,但仍不应当用单一回答来作答;因为辩证论辩本身将被取消。这些情况确实正如同给相异的事物设定相同的名称一样。因此,如果屡次提及的原则是正确的,即不应当对两个问题给出一个回答,那么显然在同名异义事物上也不应当说“是”或“否”;因为如此回答者并非作答,而是徒然说了别的话。然而,在辩论者和经验较浅的听者中间,由于同名异义事物中发生的情形未被察觉,他们仍被认为确实给予了“是”或“否”。 因此,正如某些并非论驳的东西显得是论驳一样(因为我们在此以同样的方式推导整个结论),某些并非化解的化解也显得是化解,我们确实说过,在竞争性与争胜性的论证中以及在应对双重意义时,有时应当提出这些化解而非真实的化解。对于符合通见的事项,应当说“权且承认”来回答,这样就最不可能产生偏失的论驳。但若被迫说出某种逆悖之事,此处尤其应当加上“看似”;因为这样一来,无论是论驳还是逆悖,看来都不会产生。既然乞题是如何进行的已很明晰(因为我们要么用该事物自身来证明所探求的事物自身,只要有某物与任一词项同义,要么用属于它且大体上极相近的事物),在破除起初提出的乞题前提之前,不应当先回答提问者。但是,当有人要求此类前提,并在推导结论时,该结论作为从既定前提中导出的必然结论发生,但在另一方面又是虚假且违背通见的,就必须说,它所由出的诸前提早已是虚假且违背通见的了。因为必然发生的结果显得属于同一主张,而结论是伴随前提而来的。此外,当全称命题不是通过名称而是通过比喻被获取时,必须指出他既不是按照所给予的方式也不是按照他所提出的方式来领受的;因为论驳往往正是由此产生的。
- 1.17’ τῷ δέ, εἴτ’ οὖν ἐν τῷ συμπεράσματι, προσθήσει τὸν τινὰ ἢ τόνδε
该句与前一分块末尾的条件从句 εἰ δὲ τῷ μέν... 形成相对应关联(τῷ μέν... τῷ δέ...)。插入成分 εἴτ’ οὖν ἐν τῷ συμπεράσματι 对 τῷ δέ 作出具体阐释补充。
- 1.17οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τινὰ κατὰ τὸν λόγον ἀπάτην
分词 οἰηθέντων 构成属格绝对分词短语,指代上下文中的回答者们(即前句中 ὁρῶντας... ὀκνεῖν 的逻辑主语)。小词 ἄν 与不定词 γενέσθαι 搭配,表达潜在的语气(“自以为不致由此产生欺瞒”)。
- 1.17ὅταν δὲ τοιοῦτον ἀξιοῖ τις συμπεραινόμενος δ’ ἀναγκαῖον μὲν συμβαίνειν ὡς ἐκ τῶν κειμένων προτάσεων συναγόμενον, ᾖ δὲ ψεῦδος ἄλλως καὶ ἄδοξον
在 ὅταν 从句内部,τις ἀξιοῖ(有人提出要求)引出条件,分词 συμπεραινόμενος 下的结构构成对比:一方面必然得出(ἀναγκαῖον μὲν συμβαίνειν),另一方面却又是虚假与不名誉的(ᾖ δὲ ψεῦδος...)。整个从属结构共同修饰主节的动形容词 ῥητέον。
