- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:42.3-43.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《辩谬篇》第17章,论述了针对诡辩式论驳为何应当依据表象与通见而非纯粹真理来进行化解,分析了应对同名异义的方法,并以被遮蔽的科里斯库斯为例剖析偶性谬误并批判了对此类谬误的不当化解方案。
17. Πρῶτον οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν (ὅταν γὰρ μὴ ταῖς ἀληθέσι τῶν προτάσεων τὸν προσδιαλεγόμενον ἑπόμενον ἔχωμεν, καὶ ἐκ τῶν οἰκείων δοξῶν χειρώσασθαι ἐπειγόμεθα), οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τὸ ἀληθές, καὶ πρὸς τὸν ἀκροατὴν ἢ κατὰ τὸ πρᾶγμα. ὅλως γὰρ πρὸς τοὺς ἐριστικοὺς μαχητέον οὐχ ὡς ἐλέγχοντας ἀλλ’ ὡς φαινομένους· οὐ γάρ φαμεν συλλογίζεσθαί γε ἢ ἐλέγχειν αὐτούς· ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν διορθωτέον.1 εἰ γάρ ἐστιν ὁ κυρίως ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων προτάσεων ἀληθῶν συναγόμενος, ὁ μὴ τοιοῦτος κενὸς ἂν εἴη δήπου, καὶ παροπτέος ὡς μὴ ἔχων ὑπόστασιν. ὁ δὲ σοφιστικὸς τοιοῦτος· οὐκ ἔδει γοῦν πράγματ’ ἔχειν ἡμᾶς διαιροῦντας αὐτοῦ τὰ ἀμφίβολα καὶ ὁμώνυμα, καθάπαξ ἀποβαλόντας, ὡς καὶ μὴ ὄντα συλλογισμόν. ἐπεὶ δὲ οὐ τὴν ἡμετέραν κρίσιν περὶ τοῦ πράγματος ἐν τοῖς τοιούτοις ἐκφάναι ἐπισκοποῦμεν, ἀλλ’ ἣν ἕτεροι περὶ ἡμᾶς εὐλαβούμεθα, διὰ τοῦτο καὶ διαιρετέον καὶ διαλυτέον οὐδενὸς ἄλλου χάριν ἢ ὅτι τὸ συμπέρασμα φαίνεται ἐλεγχοειδὲς κἂν τοῖς ἀπειροτέροις ἐληλέγχθαι δόξαιμεν. οὔκουν τοῦ ἐλεγχθῆναι ἐν τοῖς τοιούτοις φροντιστέον ἀλλὰ τοῦ δοκεῖν, ἐπεὶ τό γε ἐρωτᾶν ἀμφίβολα καὶ τὰ παρὰ τὴν ὁμωνυμίαν, ὅσαι τε ἄλλαι παρακρούσεις, καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. εἰ μὲν οὖν ὁ ἐρωτῶν πρῶτον διελὼν τὸ ὁμώνυμον ἢ τὸ ἀμφίβολον, εἶθ’ οὕτω προήνεγκε τὴν ἐρώτησιν, οὐκ ἂν ἄδηλος ἦν ὁ ἔλεγχος, εἴτε ὢν εἴτε δοκῶν· νυνὶ δὲ ὡς ἓν τὰ πολλὰ προτείνας καὶ ὃ μὴ ἔλαβε συμπεραίνων ἄδηλον τίθησιν, οὐδ’ ἂν ἐπὶ τοῦ δοθέντος συνάγει τὴν ἀντίφασιν, ὁμώνυμον δὲ ᾖ, ἀληθὴς ἔλεγχος οὗτος ἔσται· φθείρεται γὰρ κἀν τούτῳ ἡ τάξις τοῦ διαλέγεσθαι. ἀλλ’ ἐπεὶ ἔξεστιν ἐπὶ τέλει τῷ ἀποκρινομένῳ συμπεραινομένου τοῦ σοφιστοῦ λέγειν καταφῆσαι μὴ ὅπερ ἀποφάσκειν ἄρτι τὸν σοφιστήν, ἔνστασις αὐτόθεν ἔσται καὶ λύσις τοῦ παρακρούσματος. ἔτι εἰ διῄρει ἐρωτῶν ὁ σοφιστὴς τὰ ὁμώνυμα, ἐγίνετ’ ἂν ἕτερόν τι, ὃ ἐπιζητοῦσιν οἱ διαλεγόμενοι νῦν μὲν ἧττον, πρότερον δὲ μᾶλλον, τὸ δὲ ἦν τὸ μοναχῶς ἀποκρίνεσθαι τὸ ναὶ ἢ τὸ οὔ, ἀλλὰ μὴ ἄμφω, ἢ καὶ ἐνδοιάζειν λέγοντας τάχα, ἴσως, δοκεῖ. νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους μηδὲ διαστέλλειν τὰ σημαινόμενα ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρωτώμενον καὶ μὴ μέρος ἀλλ’ ὅλην τὴν ἀντίφασιν ἀποδιδόναι μετ’ ἐνδοιασμοῦ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, διορθοῦντα τὴν μοχθηρίαν τῆς πτώσεως· ἐπεὶ διελομένου γε ἱκανῶς τίς φθόνος μὴ τὸ ναὶ ἢ τὸ οὒ λέγειν τὸν ἀποκρινόμενον. Καὶ ἡμεῖς μὲν οὕτω περὶ τούτων διαγινώσκομεν τὸ μηδένα τῷ ὄντι ἔλεγχον εἶναι σοφιστικὸν ἢ τῷ δόξαι· εἰ δέ τις ἑτέρως ἔχει καὶ ὑπολαμβάνει τὸν καθ’ ὁμωνυμίαν ἢ καθ’ ἑτέραν τινὰ σοφιστικὴν συζυγίαν ἔλεγχον εἶναι, οὐκ ἔσται διαφυγεῖν τὸ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον, κἂν ὁποῖος γένοιτο· οὐ γὰρ ἐπιλείψει τοῖς σοφισταῖς τόπος εἰς ἀπάτην, κἂν διὰ πάντων ἀποκρουσθῶσι, συκοφαντήσουσιν. αὐτίκα γὰρ ἐπὶ τῶνδε τῶν ὁρατῶν καὶ κατ’ ἐνέργειαν αἰσθητῶν ὀλίγον παραλλάξασι τοῖς σοφισταῖς ἐλέγξαι δυνατὸν καὶ προσαναγκάζειν ὃ ἀπέφησεν ὄνομα καταφῆσαι. ἐπεὶ γὰρ τὸ ἅπαν αἰσθητόν, εἴτε πόρρω τῆς αἰσθήσεως γένοιτο εἴτε ὂν ἐγγὺς κρύπτοιτο, τὴν αἰσθητικὴν ὑποφεύγει κατάληψιν, τόνδε τὸν Κορίσκον, ὃν μουσικὸν γινώσκομεν, περικεκαλυμμένον λαμβάνοντες καὶ εἰς τὸ μέσον παράγοντες ἐρωτῶσι περὶ αὐτοῦ ‘ἆρ’ οἶδας τοῦτον; καὶ πότερον μουσικός ἐστιν ἢ ἄμουσος;’ ἀποφησάντων δέ (οὐ γὰρ οἴδαμεν τὸν κρυπτόμενον) ἀποκαλύψαντες προσεπερωτῶσιν,2 εἰ ὅστις εἰπεῖν ἔχοιμεν. γνωρίσασι δὲ Κορίσκον τὸν μουσικὸν ἐπεγκαλοῦσιν ὡς ὃ ἀπεφήσαμεν καταφάσκομεν, καὶ τὸν αὐτὸν εἰδέναι καὶ ἀγνοεῖν ὁμολογοῦμεν. οὐκ ἔστι δέ, ἀλλὰ παρὰ τὸ συμβεβηκὸς τὸ σόφισμα· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμβέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἤδη καὶ Κορίσκον ἀγνοῶ, ὥσπερ οὐδ’ ἂν τὸ δισύλλαβον ὑπάρχει τῷ λευκῷ, τὸ δὲ τῷ Ἀλκιβιάδῃ συμβέβηκεν, ἀνάγκη εἶναι καὶ τὸν Ἀλκιβιάδην δισύλλαβον. ὡς γὰρ διορθοῦνταί τινες δῆθεν τὸ σόφισμα λύοντες, οὐδὲν ὄφελος· οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσικὸν καὶ ἄμουσον οὐδὲ ἐπ’ αὐτοῦ καὶ ἑνὸς συμπίπτειν τὴν ἀντίφασιν, ἀλλ’ ἐφ’ ἑτέρου καὶ ἑτέρου, καὶ δύο προτάσεις τὴν μίαν τίθενται,3 καὶ ὡς ἕτερον τὸν μουσικὸν Κορίσκον τοῦ κεκαλυμμένου καὶ ἀμούσου σκοποῦσιν. οὐχ οὕτω δὲ ἔχει· οὐ γὰρ τῷ ὑποκειμένῳ ἀλλὰ τῷ λόγῳ ταῦτα διάφορα, ὥσπερ ὁ ἁπλῶς Σωκράτης καὶ λευκὸς Σωκράτης. εἰ δὲ τῷ μέν, ἤγουν ταῖς προτάσεσι, τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει τις, οἷον ‘ἆρ’ ὁ Κορίσκος μουσικός ἐστι;
17. 首先,正如我们所说,有时应当宁可选择依据通见而非依据真理来进行推论(因为当我们无法让对话者遵循真正的前提时,我们便力求从其自有的意见出发来制服他),同样,有时也应当宁可依据通见而非依据真理来化解论证,宁可针对听者而非依据事物本身来化解。因为大体上针对争胜者进行抗辩,不是作为真正论驳的人,而是作为看似论驳的人;因为我们无论如何不说他们在进行推论或论驳,倒不如说应当针对不显得是论驳来加以纠正。因为,如果本义上的论驳是从某些真实的前提推导出的非同名异义的矛盾命题,那么不具备此类特征的论驳当然就是空洞的,且应当作为没有实质内容之物而被弃之不顾。而诡辩式论驳正是这种性质;无论如何,我们本不该劳神去区分其歧义和同名异义,而应当将其作为根本不成其为推论的东西直接抛弃。然而,由于在此类论辩中我们并非致力于阐明我们自己对事物的判定,而是戒备他人对我们所形成的看法,正因如此,除开结论显得像是论驳且在经验较浅者看来我们可能显得被论驳之外,并无其他缘故,必须予以区分和化解。因此在此类论辩中,应当操心的不是被论驳,而是显得被论驳;因为就歧义和基于同名异义的事物以及其他一切谬误推理进行提问,既会使真正的论驳湮没,又会使被论驳者变得不明晰。因此,提问者如果首先区分了同名异义词或歧义词,随后再这样提出问题,那么论驳无论是真实的还是表面的,都不会是不明晰的;但如今,提问者将多种意义作为一种意义提出,并推导出他并未获得的结论,从而使其不明晰,即使他依据已被给予的前提推导出矛盾命题,但若存在同名异义,这也绝不会是真实的论驳;因为在这点上辩证的秩序也被破坏了。但是,既然在结尾处,当诡辩家得出结论时,回答者可以说自己所肯定者并非方才诡辩家所否定者,那么立刻就会提出异议并化解该谬误。此外,如果诡辩家在提问时对同名异义词作了区分,就会出现另一情况,即辩论者们如今较少、而从前较多所追求的事物,那便是单单回答“是”或“否”,而不是两者都答,也不是说“或许”、“可能”、“看来”来犹疑不决。但如今,由于询问者提问不当且未区分所指的意义,被问者不得不追加回答,在纠正句式瑕疵的同时,犹疑着不仅给出矛盾命题的一部分而是给出其全部:“在某种意义上是,但在某种意义上不是”;因为若是提问者作了充分区分,又有什么妨碍回答者只说“是”或“否”呢?我们自身关于这些事项的判定是:除了在表面上之外,没有任何诡辩式的〔论驳〕在实际上是论驳。但若有人持不同意见,认为基于同名异义或基于某种其他诡辩性结合的论驳乃是真正的论驳,那么无论回答者是何等人,都将无法逃脱被论驳;因为对于诡辩家而言,欺瞒的立足点绝不会缺乏,即使在所有方面被驳回,他们也会进行诡辩中伤。例如,即便是在这些可见的、现实上可感知的事物上,诡辩家只需略作变动,就能够进行论驳,并强迫人肯定所否定的名辞。因为一切可感知之物,无论离感觉遥远,还是虽近却被隐藏,都会逃脱感觉的把握;他们把我们知其通晓音律的这个科里斯库斯遮蔽起来并带入场中,就他提问:“你认识这个人吗?他是懂音律还是不懂音律?”当我们予以否定时(因为我们不认识被隐藏的人),他们揭开遮蔽,进一步追问我们是否能说出他是谁。当认出那是懂音律的科里斯库斯时,他们便指责我们肯定了我们所否定之事,并承认知道且不知道同一个人。但事实并非如此,该诡辩是基于偶性产生的;因为,即使我不认识被遮蔽的人,而被遮蔽偶然发生于科里斯库斯,也并不立刻意味我不认识科里斯库斯,正如即使“双音节”属于“白色”,而白色偶然发生于阿尔西比亚德,阿尔西比亚德也并不必然是双音节一样。因为正如某些人自以为化解了该诡辩而做出的纠正那样,根本毫无用处;他们说,并非科里斯库斯既懂音律又不懂音律,矛盾命题也并未在同一个单独的人身上重合,而是在相异者身上重合,他们把一个前提当作两个前提,把懂音律的科里斯库斯视为不同于被遮蔽且不懂音律的科里斯库斯。但情况并非如此;因为这些事物不是在底层物上不同,而只是在定义上不同,正如单纯的苏格拉底与白色的苏格拉底不同一样。如果有人将单纯说“科里斯库斯”归属于其中之一,即诸前提,例如“科里斯库斯懂音律吗?”
- 1.17ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν διορθωτέον
带冠词的分词 τὸ μὴ δοκοῦν 实质化地充当前置词 πρός 的宾语,表示修正所针对的目标,即“使之显得不像是论驳”。这对应并转述了亚里士多德原文(175a34)中带冠词的不定词结构 πρὸς τὸ μὴ δοκεῖν(以防止显得被论驳)。
- 1.17ἀποφησάντων δὲ (οὐ γὰρ οἴδαμεν τὸν κρυπτόμενον) ἀποκαλύψαντες προσεπερωτῶσιν
此处为一个省略了逻辑主语(我们/回答者)的属格绝对结构 ἀποφησάντων [ἡμῶν],紧随其后的是与主动词 προσεπερωτῶσιν 的主语(诡辩家们)保持一致的主格分词 ἀποκαλύψαντες,构成了施事主体的迅速转换。括号中的插入句 οὐ γὰρ οἴδαμεν 的人称亦印证了属格绝对结构的主语为第一人称复数。
- 1.17καὶ δύο προτάσεις τὴν μίαν τίθενται
动词 τίθενται 带双宾格:直接宾语 τὴν μίαν [πρότασιν] 与谓语性宾格 δύο προτάσεις,意为“将单一的前提设定/当作两个前提”。
