← 佚名

亚里士多德《辩谬篇》释义

§41.11-42.2

化解诡辩的功用与反覆练习的必要性

本节针对亚里士多德《辨谬篇》第16章,阐述了掌握诡辩论驳之化解对于哲学、自身探究以及声誉的益处,并通过与几何学的分析与综合相对比,解释了为了能够临场迅速应对而进行反复练习的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

16. Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς καὶ σοφιστικαῖς, εἴρηται· περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον. Χρήσιμοι οὖν εἰσι πρὸς φιλοσοφίαν διὰ δύο. πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινομένους περὶ τὴν λέξιν ἐντριβεῖς ἄμεινον ἔχειν ποιοῦσι1 πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν ὀνομάτων καὶ τῶν πραγμάτων συμβαίνει. δεύτερον δὲ πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις, ὡς κἀν τοῖς προοιμίοις εἴρηται· ὁ γὰρ ὑφ’ ἑτέρου παραλογιζόμενος ῥᾳδίως καὶ τοῦτο μὴ διαισθανόμενος κἂν αὐτὸς ὑφ’ αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν. τὸ γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τὸ ἀληθὲς ἀλλὰ διὰ τὴν ἀπειρίαν. Ἀποκρινόμενον δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον, ἐξ ὧν εἰσιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν. οὐ ταὐτὸ δέ ἐστι λαβόντα τὸν λόγον κατὰ σχολὴν ἰδίᾳ καὶ καθ’ αὑτὸν ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον αἴφνης ἀπαντᾶν δύνασθαι ταχέως. ὃ γὰρ ἴσμεν, πολλάκις μετατιθέμενον ἀγνοοῦμεν. ἔτι δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ’ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. ἔτι συμβαίνει ποτέ, καθάπερ ἐν τοῖς διαγράμμασι, καὶ ἐν τοῖς λόγοις. καὶ γὰρ ἐκεῖ ἀναλύσαντες καὶ τὰς προτάσεις εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς συνθεῖναι πάλιν καὶ εἰς σχῆμα ἀγαγεῖν ἀδυνατοῦμεν·2 οὐ γὰρ ἔχομεν εὐπετῶς ἰδεῖν ποία μείζων ἢ ἐλάττων διὰ τὴν ἀπειρίαν. καὶ ἐπὶ τῶν λόγων δὲ πλείονας ἁμαρτίας ἔστιν ὅτε τοῦ σοφίσματος ἔχοντος ἀποροῦμεν ἰδεῖν, ὅθεν ὁ ἔλεγχος. διὰ τοῦτο αἵ τε πρὸς ἄλλους συνεχεῖς διαλέξεις καὶ γυμνασίαι καὶ αἱ καθ’ αὑτοὺς συζητήσεις ἰδίᾳ περὶ τῶν εἰς ἑκάτερα λόγων τοῦ τοιοῦδε προβλήματος μεγάλην ἐν τοῖς τοιούτοις παρέχουσι τὴν ῥοπήν· αὔξουσι γὰρ τὴν ῥώμην καὶ τὴν ἐν ἡμῖν λογικὴν ἕξιν τρέφουσι, κἀν τοῖς ἀγῶσι δὲ τοῦ κράτους πρόξενοι.

16. 那么,在争胜性和诡辩性的对论中,提问从何而来以及应当如何提问,已经论述过了;在此之后,应当谈论关于回答,以及应当如何化解、化解何物,并且此类论证对于何种用途是有益的。 因此,它们对于哲学而言出于两点是有用的。第一,因为它们大体上使那些在文辞上变得熟练的人,对于每件事物在多少种意义上被言说,以及在名称与事物两方面何种情况以同样方式发生、何种情况以不同方式发生,处于更好的状态。第二,正如在引论中也已经说过的,对于私下的探究也是有用的;因为若有人容易被他人引入谬误推理而未察觉到这一点,自己往往也会因自己而遭受这种情形。第三,作为余下的补充,对于声望也是有用的,即显得在一切方面都受过训练且对任何事物都不缺乏经验。因为参与论证却无法就其拙劣之处作出任何判定便横加指责,会招致一种嫌疑,显得不是出于真理而是出于缺乏经验才表示不满。另一方面,作为回答者应当如何应对此类论证,如果我们此前对于谬误推理源自何处作出了正确的说明,并且充分区分了提问中的不当图谋,那么这是显而易见的。然而,在闲暇时私下且独立地拿到论证加以审视并化解其毛病,与在突然被问及之时能够迅速应对,并不是同一回事。因为即便是我们所知晓的事物,一旦位置被调换,我们也往往认不出来。此外,正如在其他事情上动作较快或较慢更多取决于练习一样,在论证中也是如此;因此,即使事情对我们是清楚的,但若未加练习,我们便常常错失时机。再者,在几何作图[几何证明]中所发生的情况,有时也会发生在论证中。因为在几何学中,即使分析并找到了证明定理的前提,我们也无法再次将其综合并纳入推论形式中;因为出于缺乏经验,我们无法容易地看出哪一个是大前提或小前提。而在论证中,当诡辩有时包含多种错误时,我们有时也难以看出论驳究竟从何而来。正因如此,与他人的持续讨论和练习,以及私下独自就此类问题的正反两面论证所作的探究,在此类事项中提供了巨大的助益;因为它们增强了力量,培养了我们内在的逻辑素养,并且在论辩争胜中成为胜利的保障。

语法注2 条
  1. 1.16ὡς ἐπὶ τὸ πολὺ γινομένους περὶ τὴν λέξιν ἐντριβεῖς ἄμεινον ἔχειν ποιοῦσι

    ἐντριβεῖς 为形容词宾格复数(“熟练的”),与分词 γινομένους 一道构成动词 ποιοῦσι 的宾语(不定式 ἄμεινον ἔχειν 的逻辑主语),形成“使在文辞方面变得熟练的人[对于……]处于更好状态”的使役结构。短语 ὡς ἐπὶ τὸ πολύ(“大体上”)渊源于亚里士多德原文(175a6–7: ὡς ἐπὶ τὸ πολὺ γινόμενοι περὶ τὴν λέξιν,指谬误多由文辞引起),在改写中被吸收到分词短语中。句式核心仍为支配“宾格+不定式”的致使句。

  2. 1.16ἀναλύσαντες καὶ τὰς προτάσεις εὑρόντες τὰς τοῦ θεωρήματος δεικτικὰς συνθεῖναι πάλιν καὶ εἰς σχῆμα ἀγαγεῖν ἀδυνατοῦμεν

    该句将几何学中的“分析”(ἀνάλυσις)与“综合”(σύνθεσις)对应于逻辑推论的构建。并列分词 ἀναλύσαντες καὶ ... εὑρόντες(“分析并找到……”)表示前置动作,主要动词 ἀδυνατοῦμεν 支配两个补充不定式 συνθεῖναι 与 εἰς σχῆμα ἀγαγεῖν(“重新综合并纳入格式/形式”)。随后的间接疑问句 ποία μείζων ἢ ἐλάττων(“哪一个是大前提或小前提”)指明,此处所谓格式即指三段论的大小前提排列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:41.11-42.2