← 佚名

亚里士多德《辩谬篇》释义

§39.27-41.10

应对悖论命题与进行论驳的技巧

论述了应对悖论命题的提问技巧、利用对话者与权威之间的矛盾、运用歧义、转移论题的具体范例,以及避免普遍命题而从个别事例进行论驳的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

Σοφιστικὸν καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνεσθαι προσκειμένου τοῦ δόξαντος ἐξ ἀρχῆς,1 καὶ τὴν ἐρώτησιν τοιούτων οὕτω ποιεῖσθαι ‘πότερόν σοι δοκεῖ τόδε, ἢ οὔ;’ οἷον κειμένου παραδόξου ὡς τὸ φονεύειν καὶ ἀδικεῖν εὐδαιμονεῖν ἐστιν, ἡμεῖς ἐρωτῶμεν ἐπὶ τὸν Ἀρχέλαον, εἰ βασιλεὺς ὢν μὴ εὐδαίμων ἐστί, καὶ προσαναγκάζομεν τὸ δοκοῦν εἰπεῖν, καὶ καταφήσαντος μὲν τὸ κείμενον πρότερον συνεισάγεσθαι·2 (ἐν γὰρ τῷ Ἀρχελάῳ καὶ τὸ ἀδικεῖν καὶ εὐδαιμονεῖν φονεύσαντι τοὺς οἰκείους καὶ πλουτοῦντι καὶ βασιλεύοντι), μὴ δόντος δὲ ἐπὶ τὴν δόξαν τῶν πολλῶν ἀκτέον. ἀνάγκη γάρ, ἂν ᾖ τὸ ἐρώτημα ἐξ ὧν ὁ συλλογισμός, ἢ ἔλεγχον ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μηδὲ δοκεῖν φάσκοντος ἄδοξον, μὴ θαρρούντως δὲ ἀποφαινομένου ἀλλ’ ἐνδοιάζοντος καὶ τὸ ἴσως προστιθέντος καὶ τάχα ἐλεγχοειδές. Ἔτι καθάπερ ἐν τοῖς ῥητορικοῖς ἑκατέρως τοῖς λόγοις ἐπιχειροῦμεν καὶ τὰ αὐτὰ κατασκευάζομεν καὶ ἀνασκευάζομεν, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ’ αὑτοῦ λεγόμενα ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πειρᾶσθαι δεικνύναι τὸν προσδιαλεγόμενον ἐναντία τιθέμενον πρὸς τοὺς δοκοῦντας τοιούτους καὶ περὶ ἕκαστα ἀγαθοὺς ἢ πρὸς τοὺς ὁμοίους ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας· οἷον εἰ ἰατρός, ὡς τοῖς ἀρίστοις τῶν ἰατρῶν ἀντιλέγει ἢ τοῖς φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις. ἔτι ὥσπερ ἐν τοῖς καθ’ ὁμωνυμίαν οἱ ἀποκρινόμενοι ποιοῦσι πολλάκις ἐλεγχόμενοι (διαιροῦσι γὰρ ὕστερον συναισθόμενοι τῆς ἀπάτης τὸ διττόν, καὶ ὡς ἐπ’ ἄλλου σημαινομένου δεδώκασιν ἢ ὃ συνῆξεν ὁ ἐρωτῶν), οὕτω καὶ τοὺς ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους τῶν ἐρωτωμένων ὡς οὐκ ἐλεγχομένους, ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφε καὶ προέτεινεν ὃ συνήγαγεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ τῷ Πλατωνικῷ διαλόγῳ. ἐπεὶ δὲ προϊόντος τοῦ λόγου πολλάκις οἱ ἐρωτώμενοι ἐρωτῶντες γίνονται, εἰ συναίσθοιντο πρότασιν ἀναγκαίαν ληφθῆναι καὶ πρὸς κατασκευὴν τοῦ προβλήματος, καὶ ἐπιχειροῦσιν ἀνασκευάσαι, δεῖ τοὺς ἐρωτῶντας ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν· εἰ δ’ αἴσθοιντο δι’ ὃ γίνεται, προενίστασθαι καὶ προαγορεύειν, ὡς οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τῷ μὴ τρίβεσθαι εἰς οὐδέν. ἐπιχειρητέον δὲ ἐνίοτε καὶ πρὸς ἕτερα τοῦ κειμένου, ἐκεῖνο ἐκβαλόντας, ἐὰν μὴ ἔχωμεν πρὸς αὐτὸ ἐπιχειρεῖν. ὅπερ ὁ Λυκόφρων ὁ σοφιστὴς πεποίηκε προβληθέντος αὐτῷ λύραν ἐγκωμιάζειν· ἐπεὶ μὴ εἶχεν, ὃ πρὸς τὴν ὀργανικὴν εἴπῃ, ἀνέδραμε πρὸς τὴν ἐν οὐρανῷ καὶ τὴν λυρικὴν μετελάβετο ποίησιν, ἐν ᾧ πολλοὺς ἐπαίνων λόγους ἐφεύρηκεν. καὶ ὁ Ἰσοκράτης ἐπαινῶν τὴν Ἑλένην ἐπὶ τοὺς ἐραστὰς αὐτῆς ἔκλινε καὶ δι’ ἐκείνων ἐθαύμασεν· οὐ γὰρ εἶχεν ἐκ τῶν κατ’ αὐτήν. καὶ ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποτὲ μὲν μύθους διέξεισι ποτὲ δὲ περὶ ποιημάτων, ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. καὶ ἐπ’ ἐκείνου·3 σπεύδοντες γὰρ πρὸς ἀνασκευὴν τοῦ τὸν φιλόσοφον πολυπράγμονα εἶναι ἀντὶ τούτου τὸ φιλοπράγμονα εἶναι μεταλαμβάνομεν, ἐπεὶ μὴ ἐκεῖθεν εὐπορεῖν ἦν, καὶ οὕτω συντίθεμεν ‘ὁ φιλόσοφος πολυπράγμων, οὗτος δὲ φιλοπράγμων, ὁ δὲ φιλίως καὶ σχετικῶς πρός τε τὴν ὕλην καὶ τὰ πράγματα διακείσεται· ὁ φιλόσοφος ἄρα πρὸς τὰ τῇδε συνίσχεται. ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψεῦδος ἄρα καὶ τὸ πολυπράγμονα εἶναι, ἤγουν ζητητικὸν καὶ τῶν ὄντων ἐρευνητήν.’ ἐπεὶ δὲ πολλάκις οἱ ἀποκρινόμενοι μήτε παντελῶς ἀπαρνούμενοι τὰ προτεινόμενα μήτε διδόντες ἀπαιτοῦσι τὸν ἐρωτῶντα ἀποδεῖξαι ἣν ἠρώτησε πρότασιν, καὶ δοκεῖ καὶ τοῖς ἀκροαταῖς δεῖν ἀποδιδόναι τὴν αἰτίαν, δεῖ μὴ ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον ἄγειν, ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα διατρίβειν· τὸ γὰρ καθόλου ἀεὶ ἔνστασιν ἔχει. ὅθεν ἐπὶ τῶν μερικῶν δεῖ συνάξαι τὴν ἀντίφασιν, οἷον εἰ ὑγιεινοῦ καὶ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην ἀπαιτούμεθα λόγον, μὴ ὅτι καὶ πάντων τῶν ἐναντίων (ἐνσταίη γὰρ ὡς τοῦ γνωστοῦ καὶ ἀγνώστου οὐχ ἡ αὐτή, οὐδὲ πεπερασμένου καὶ ἀπείρου ἢ ὄντος καὶ μὴ ὄντος), ἀλλ’ ὅτι εἰ μὴ τοῦτο, οὐδὲ ἀρτίου καὶ περιττοῦ μία, οὐδὲ ἡρμοσμένου καὶ ἀναρμόστου.4 ἀλλὰ μὴν μία ἥ τε ἀριθμητικὴ καὶ ἡ μουσική· καὶ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἄρα μία ἡ ἰατρική. ὃ δὲ ἀνωτέρω ἐρρέθη, καὶ νῦν λέγομεν, ὡς οὐ δεῖ τὸ συμπέρασμα προτακτικῶς ἐρωτᾶν ἀλλ’ ἀποφαντικῶς, ἐνίας δὲ τῶν προτάσεων καὶ διαφερόντως τὰς μείζους οὐδὲ ἐρωτητέον, ἀλλ’ ὡς ὁμολογουμέναις χρηστέον.

当设定了一个悖论时,要求对方在附加了最初认定的看法的基础上去回答表面上显得如此的事情,并且把关于此类事项的问题提成“你认为这是如此,还是不如此?”,这也是诡辩性的做法。例如,在设定了“杀人与行不义乃是幸福”这一悖论时,我们针对阿耳刻拉奥斯提问说,他作为君王难道不幸福吗,并且强迫对方说出看似如此之点;如果对方肯定了这一点,原先设定的前提就被一并引入了(因为在杀害亲族、富有且称王的阿耳刻拉奥斯身上,既有行不义又有幸福);但如果对方不承认,就必须将其引向大众的看法。因为,如果问题是由构成三段论的要素组成的,就必然要么产生论驳,要么产生悖论:若对方承认,则产生论驳;若不承认且声称连看起来都不如此,则产生有违常理之论[悖论];若不果断断言而是犹豫不决并加上“也许”和“大概”,则产生类似于论驳的结果。此外,正如在修辞学中我们从正反两方面对论证进行探讨,并确立或反驳同一事物一样,在论驳性的言论中也同样应当审视矛盾:要么针对对方自己所说的话,要么针对对方承认其言行良好的人;此外还应试图表明,对话者所设定的立场与那些被视为此类并且在各方面优异的人、或与类似的人、或与大多数人、或与所有人相对立。例如若对方是医生,就指出他反对最优秀的医生们、或明智之士、或所有人或大多数人所认为的事物。此外,正如在基于同名异义的言论中回答者在常被论驳时所做的那样(因为他们后来察觉到欺骗,就区分双重含义,声称自己是在不同于提问者所推导出的另一种含义上承认的),提问者在面对被提问者提出异议自以为未被论驳时,如果在一个意义上成立而在另一个意义上不成立,提问者有时也应当采用这一手法,声称自己所推导出的正是按照那种意义理解并提出的,正如克勒俄丰在柏拉图对话《曼德罗布洛》中所做的那样。但是,随着言论的推进,如果被提问者察觉到对方为了构建论题而获取了必然前提并试图予以反驳,他们往往会转而成为提问者,因此提问者必须脱离原论题并精简其余的论证;如果他们察觉到为何会发生这种情况,就必须预先提出异议并预先宣告:这并非出于此故,而是由于时机以及为了避免徒劳耗费时间。再者,如果我们没有手段针对所设定的论题展开论证,有时就必须在舍弃该论题后转而针对其他事物展开论证。这正是诡辩家吕科弗隆在被要求颂扬竖琴时所做的:既然他对于作为乐器的竖琴无话可说,他就转向天上的竖琴[天琴座]并借用了抒情诗,在其中找到了许多赞美之词。伊索克拉底在赞美海伦时也转向她的追求者们,并通过他们来表达赞赏;因为他从有关她自身的事项中找不到论据。普罗泰戈拉在以他命名的对话中,有时讲述神话,有时讨论诗歌,在这些内容中他能够拥有丰富的论证。在那个事例中也是如此:因为在极力反驳“哲学家是多管闲事者”这一主张时,既然无法从中获得充足论据,我们就转而采用“热爱事务者”来替代它,并这样构建论证:“哲学家是多管闲事者;此人是热爱事务者;而热爱事务者将会对质料与事务持有友善而相关的态度;因此哲学家被束缚于此世的事物中。然而这是虚假的;因此,多管闲事,即作为探求者和对存在之物的研究者,也是虚假的。”另外,既然回答者往往既不完全否定也不承认所提出的事项,而是要求提问者证明其所询问的前提,并且在听众看来似乎也应当交代原因,那么就不应当把论驳引向普遍者,而应在个别事项上多作停留;因为普遍者总是留有反驳的余地。因此必须在个别事物上得出矛盾:例如,如果有人要求我们为“关于健康与疾病存在同一种知识”给出说明,不应当说对于一切对立面也是如此(因为对方可能会反驳说,关于可知与不可知并非同一种知识,关于有限与无限、或者存在与非存在也并非同一种知识),而应当说,如果不是如此,那么关于奇数与偶数的学问也不是一种,关于调和与不调和的学问也不是一种。然而算术与音乐各自确实都只有一种;因此,关于健康与疾病的医学也只有一种。而上面已经说过的,我们现在仍然要说:不应将结论作为前提来询问,而应以断言的方式引出;某些前提,特别是大前提,甚至根本不应询问,而应作为公认之物直接加以利用。

语法注4 条
  1. 1.15Σοφιστικὸν καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνεσθαι προσκειμένου τοῦ δόξαντος ἐξ ἀρχῆς

    带冠词不定词短语 τὸ ... ἀξιοῦν ἀποκρίνεσθαι 充当主语,Σοφιστικόν 为表语形容词(省略 ἐστί)。句中嵌套了两个独立的属格绝对结构:表示时间或条件的 κειμένου παραδόξου 以及表示附带情况的 προσκειμένου τοῦ δόξαντος ἐξ ἀρχῆς,后者的 τοῦ δόξαντος 是实体化分词,指“最初被认定的看法”。

  2. 1.15καὶ καταφήσαντος μὲν τὸ κείμενον πρότερον συνεισάγεσθαι

    在属格绝对结构 καταφήσαντος(“若肯定”)之后,不定词 συνεισάγεσθαι 既可在句法上依附于前句的 προσαναγκάζομεν 表示结果,也可理解为省略了非人称动词 συμβαίνει 等,表示“原先设定的前提也就一同被引入”。所有语言均统一按后者的结果性陈述处理。

  3. 1.15καὶ ἐπ’ ἐκείνου

    介词短语 ἐπ’ ἐκείνου 之后省略了动词(如 συμβαίνει 或 ἐστίν),属于简短的过渡结构,意为“在那个事例中也是如此”,用以引出紧随其后由 σπεύδοντες γάρ 开始的具体例证说明。

  4. 1.15ἀλλ’ ὅτι εἰ μὴ τοῦτο, οὐδὲ ἀρτίου καὶ περιττοῦ μία, οὐδὲ ἡρμοσμένου καὶ ἀναρμόστου

    与前面的 μὴ ὅτι καὶ πάντων τῶν ἐναντίων(“[不应当说]因为对一切对立面也是如此”)形成平行对照,否定之后的 ἀλλ’ ὅτι 引出正确的理由:“而是因为[应当说]如果不是这样……”。在 εἰ μὴ τοῦτο 内部省略了 ἐστί(“如果不是这样”),归结从句中则省略了 ἐπιστήμη ἐστίν(“[……的]学问也不是一种”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:39.27-41.10