← 佚名

亚里士多德《辩谬篇》释义

§38.8-39.27

欺骗性提问技巧与无推导断言结论

作者探讨了实现诡辩性论驳与欺骗的实用提问技巧(包括篇幅长度、提问速度、激惹愤怒、交替提问、运用对立论据、通过否定或两难选择提问以及处理归纳),并最终结合梅里索的例子批判了在未曾推导的情况下断言结论的诡辩性诬陷手段。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

15. Ἔστι δὲ πρὸς τὸ ἐλέγχειν καὶ παραλογίζεσθαι ἓν μὲν μῆκος· χαλεπὸν γὰρ ἅμα πολλὰ συνορᾶν καὶ φυλάττεσθαι. εἰς δὲ τὸ μῆκος τοῖς εἰρημένοις ἐν τοῖς Τοπικοῖς στοιχείοις χρηστέον τῷ τε μὴ μόνον τὰς συνακτικὰς προτάσεις τοῦ συμπεράσματος καὶ ἀναγκαίας ἐρωτᾶν, ἀλλὰ καὶ τὰς μὴ συμβαλλομένας παρεμβάλλειν καὶ καταποικίλλειν τὸν λόγον παραβολαῖς τε καὶ παραδείγμασι.1 δεύτερον δὲ τάχος τῷ συνεχεῖς τὰς ἐρωτήσεις καὶ συντόμους ποιεῖσθαι· ὑστερίζοντες γὰρ ἧττον προορῶσι. τρίτον ὀργὴ καὶ φιλονεικία· ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντα. στοιχεῖα δὲ τῆς ὀργῆς τό τε φανερὸν ἑαυτὸν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τὸ παρὰ πάντας ἀναισχυντεῖν. ἔτι τε τὸ ἐναλλὰξ τιθέναι τὰ ἐρωτήματα συμβάλλεται πρὸς τὸ λαθεῖν. οὐ γὰρ τὰς ἀναγκαίας καὶ συνακτικὰς αὐτόθεν τοῦ συμπεράσματος προτάσεις ἐφεξῆς ἢ πρώτας θήσομεν, οὐδὲ τοὺς συλλογισμοὺς κατὰ τάξιν συμπλέξομεν, ὥσπερ ἂν καὶ μηδενὸς ἐφεστῶτος, ἀλλ’ ἐπεμβαλοῦμεν καὶ τὸ συνεχὲς διακόψομεν καὶ πρὸς τὸ λυσιτελοῦν διαθήσομεν. ἔτι συντελεῖ πρὸς ἀπάτην, ἐάν τις πρὸς τὸ αὐτὸ πλείους ἔχῃ λόγους καὶ τοὺς ἐναντίους καὶ οὕτως καὶ οὐχ οὕτως κατασκευάζειν δυνατούς· ἅμα γὰρ συμβαίνει τῷ ἀποκρινομένῳ ἢ πρὸς πλείω ἢ πρὸς τἀναντία ποιεῖσθαι τὴν φυλακήν, λάθοι δ’ ἂν δοὺς ἐν πλείοσι μεριζόμενος ὃ μὴ ἂν ἄλλως ἔχων. δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθόν, καὶ ὅτι κατὰ φύσιν, καὶ ὅτι πάντα αὐτῆς ἐφίεται· καὶ αὖ ὅτι οὐκ ἀγαθὸν τῷ γένεσιν εἶναι εἰς φύσιν αἰσθητὴν καὶ ἐμποδίζειν τῷ φρονεῖν. ὅλως δὲ πάντα τὰ πρὸς κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους καὶ σοφιστικούς· ἡ γὰρ κρύψις τοῦ λαθεῖν χάριν, τὸ δὲ τῆς ἀπάτης. Πρὸς δὲ τοὺς ἀνανεύοντας ἅττ’ ἂν οἰηθῶσιν εἶναι πρὸς τὸν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμενον,2 (οἷον μὴ οὕτω ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’ ἀλλ’ οὕτω ‘ἆρ’ οὐ δοκεῖ σοι ὡς οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’ εἴπερ γὰρ ἀνανεύσει τὴν κατάφασιν, τίθησιν ἣν ζητοῦμεν), καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν· ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν, οἷον ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ παρὰ φύσιν;’ ὅταν δὲ ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα τὸ καθόλου πολλάκις οὐκ ἐρωτητέον, ἀλλ’ ὡς δεδομένῳ χρηστέον· ἐνίοτε γὰρ καὶ αὐτοὶ οἴονται δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἂν ἠρωτημένα μάτην. οἷον εἰ πρόκειται λαβεῖν τὸ πάντα ἄνθρωπον εἶναι λογικόν, οὕτως ἐρωτητέον ‘ἆρά γε ὁ Σωκράτης οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; τί δέ; ὁ Πλάτων καὶ Ἀλκιβιάδης καὶ ὅδε καὶ ὅδε οὐκ εἰσὶ λογικοὶ ἄνθρωποι ὄντες;’ ναί φησιν. εἶτα ὡς ὁμολογούμενον ἐπακτέον τὸ καθόλου χωρὶς ἐρωτήσεως ‘πᾶς ἄρα ἄνθρωπος λογικός.’ ἐν οἷς τε μὴ ὀνόμασι σημαίνεται τὸ καθόλου, ἀλλὰ τῇ κατὰ μέρος ὁμοιότητι λόγῳ τὸ κοινὸν θηρᾶται, χρηστέον πρὸς τὸ συμφέρον· οἷον ἐπεὶ τὸ κερασφόρον μὴ ὄνομα ὂν ἀλλὰ λόγος τῷ εἶναι σύνθετον, καὶ ἐξ ὁμοιότητος ἐπὶ τὰ μὴ τῶν ζώων ἀμφόδοντα εἴληπται, οἷον αἶγα, πρόβατον, βοῦν καὶ τὰ λοιπά, χρηστέον ταῖς ἐπαγωγαῖς πρὸς τὸ συμφέρον, ὡς ἐπεὶ τὸ καὶ τὸ κερασφόρα ὄντα οὐκ ἀμφόδοντα, καὶ πᾶν ἄρα· καὶ ἄλλου μὲν ἐπάγοντος αὐτὸν φέρειν ἔνστασιν τὸν ὄνον τὸν Ἰνδικὸν ἀμφόδοντα ὄντα καὶ κερασφόρον, αὐτὸν δὲ χρώμενον προσομολογεῖν3 οὕτως ἐπὶ πάντων. ἔτι χρησιμεύσει πρὸς τὸ λαβεῖν τὴν ἀναγκαίαν πρότασιν καὶ τὸ πυνθάνεσθαι παραβάλλοντα τὸ ἐναντίον, οἷον εἰ δέοι λαβεῖν ὅτι πάντα δεῖ πείθεσθαι τῷ πατρί, οὕτως ἐρωτητέον ‘πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρὶ ἢ πάντα ἀπειθεῖν;’ καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ ὅτι δεῖ πολλάκις πολλὰ πείθεσθαι, οὕτως ‘πότερον πολλάκις πολλὰ πείθεσθαι τῷ πατρὶ δεῖ ἢ ὀλίγα;’ παρατιθεμένων γὰρ ἐγγὺς τῶν ἐναντίων καὶ μείζω καὶ μικρὰ φαίνεται καὶ χείρω καὶ βελτίω τοῖς ἀνθρώποις. Ἔτι δὲ σφόδρα πολλάκις ποιεῖ ἐληλέγχθαι καὶ τὸ σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων, τὸ μηδὲν συλλογισαμένους μὴ ἐρώτημα ποιεῖν τὸ τελευταῖον, ἀλλὰ συμπεραντικῶς καὶ ἀποφαντικῶς ἐπάγειν ὡς συλλελογισμένους, οἷον οὐκ ἄρα τὸ καὶ τό, ὡς ποιεῖ Μέλισσος· τὸ παρὰ τὸ ὂν οὐκ ὂν φησι, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν. τάς τε γὰρ προτάσεις ψευδεῖς λαμβάνει (τὰ γὰρ ὄντα πολλὰ τῇ ἐναργείᾳ καὶ οὐκ ἔδει μοναδικῶς προφέρειν, καὶ τὸ λευκὸν οὐκ ὂν μέν, ὅτι μὴ ποσόν, οὐχ ἧττον δὲ ὄν) καὶ ὃ μὴ συνελογίσατο, συνεπέρανε.

15. 对于进行论驳和造成谬误推理而言,其一乃是篇幅长度;因为同时审视并防备许多事物是困难的。而为了造成长度,必须运用在《论题篇》中谈到的基本要素:不仅要询问得出结论的必然前提,而且要插入无所助益的前提,并用比喻和范例来修饰言论。其二乃是速度,即通过使提问连续而简短来做到;因为落后延宕者就较少能预见。其三乃是愤怒与好胜;因为陷入慌乱者就更无法防备一切。而愤怒的要素则是:显露出自己蓄意违规,并在众人面前毫无顾忌地厚颜行事。此外,交替提出问题也有助于隐匿。因为我们不会将直接得出结论的必然前提接连地或最先提出,也不会按照秩序结合三段论,宛如无人监视防备一样,而是会插进旁物、打断连续性,并为了我们的利益加以安排。此外,如果针对同一问题持有多个论据,并且持有既能确立如此、也能确立并非如此的相反论据,也有助于欺骗;因为回答者同时必须或者针对更多的事物、或者针对对立的事物进行防备,而在被分散到更多事物中的情况下,他就会不知不觉地同意他原本决不会同意的东西。实际上,有人会证明快乐是善的,既因为它是顺应自然的,又因为万物皆追求它;反过来又会证明它不是善的,因为它是进入感性自然的过程并且阻碍思虑。总之,此前为了隐匿而说的一切,对于争辩性言论和诡辩性言论同样有用;因为隐匿是为了瞒过,而瞒过是为了欺骗。 另一方面,对于那些对任何自以为有助于论辩的事项都表示拒斥的人,应当从否定出发提问,仿佛自己想要相反的东西一样(例如不要这样问:“快乐是顺应自然的吗?”,而要这样问:“难道你不认为快乐不是顺应自然的吗?”;因为如果他拒斥肯定,他就确立了我们所寻求的东西),并且应当平等中立地提出问题;因为在究竟想获取什么并不明朗时,他们就不太会刁难抗拒,例如:“快乐是顺应自然还是违背自然?”再者,当某人在部分上承认个别事物时,在归纳出普遍者时往往不应提问,而应将其视为已获承认之物来使用;因为有时他们自己也认为已经承认了,并且在听者看来也是如此,这是由于提及了归纳,其理由在于那些个别事项不可能徒然被问及。例如,如果既定目标是获取“每个人都是理性的”,就应当这样问:“苏格拉底作为人,难道不是理性的吗?那么柏拉图、阿尔西比亚德、这位和那位作为人,难道不是理性的吗?”他说:“是的”。然后,作为已获公认之物,无须提问而直接归纳出普遍者:“因此,每个人都是理性的”。而且,在普遍者不是用单一名称表示、而是通过个别相似性由说明[复合短语]探求共同者的情况下,应当为了利益而加以利用。例如,既然“长角的”并非一个单一名称,而是由于复合而成为一个说明,并且是基于相似性从非双颚有齿的动物(例如山羊、绵羊、牛及其他动物)中获取的,就应当为了利益而运用归纳:既然这一个和那一个作为长角的动物都不是双颚有齿的,因此一切长角的动物也都是如此;并且当他人进行归纳时,自己提出反驳说印度野驴既是双颚有齿又是长角的,而当自己运用归纳时,则令对方在一切事例上都同样予以认可。此外,通过并置对立面来进行询问,对于获取必然前提也是有用的。例如,如果需要获取“必须在一切事上顺从父亲”,就应当这样问:“究竟是必须在一切事上顺从父亲,还是在一切事上不顺从?”又如,如果需要获取“必须常常在许多事上顺从”,就应当这样问:“究竟是必须常常在许多事上顺从父亲,还是在极少的事上顺从?”因为当对立面被并置在近处时,在人看来就显得既更大又更小,既更坏又更好。此外,提问者的诡辩性诬陷——即在根本没有进行推论的情况下,不把最后的命题做成问题提出,而是宛如已经完成推论一样,以得出结论和断言的方式直接引入(例如“因此并非这一个和那一个”)——也极其频繁地使人显得已被论驳。正如梅里索所做的那样:他说,存在之外的东西是非存在,非存在是无,因此存在是一。因为他既采纳了虚假的前提(实际上,存在之物在明见性上是多数的,他不应当单数地表达;而且白色的东西虽然因不是量而在某种意义上是非存在,但它丝毫不减其为存在之物),又把他并未推论出来的东西当作结论推导了出来。

语法注3 条
  1. 1.15τῷ τε μὴ μόνον τὰς συνακτικὰς προτάσεις τοῦ συμπεράσματος καὶ ἀναγκαίας ἐρωτᾶν, ἀλλὰ καὶ τὰς μὴ συμβαλλομένας παρεμβάλλειν καὶ καταποικίλλειν τὸν λόγον παραβολαῖς τε καὶ παραδείγμασι

    带定冠词的与格不定式结构(τῷ 与不定式 ἐρωτᾶν, παρεμβάλλειν, καταποικίλλειν)表示修饰前述动形容词 χρηστέον 的手段与方式:“通过不仅询问……而且插入……并修饰……”。下文中平行的 δεύτερον δὲ τάχος τῷ ... ποιεῖσθαι 同样是这种表示手段的与格结构。

  2. 1.15ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμενον

    在非人称动形容词 ἐρωτητέον(应当提问)下,由 ὡς 引导的分词 βουλόμενον 采用了宾格。这是因为在非人称结构中,动作的逻辑施事(提问者自身)被设想为宾格(相当于不定式结构中的主词宾格)。

  3. 1.15καὶ ἄλλου μὲν ἐπάγοντος αὐτὸν φέρειν ἔνστασιν ... αὐτὸν δὲ χρώμενον προσομολογεῖν

    在形成对比的两个小句中(ἄλλου μὲν ἐπάγοντος ... αὐτὸν δὲ χρώμενον),宾格主语 αὐτόν 与不定式 φέρειν / προσομολογεῖν 承接前文动形容词 χρηστέον ταῖς ἐπαγωγαῖς 所引出的规范性语意,充当带有应当/应当做之意的宾格加不定式结构(“自己应当提出……”,“自己应当令对方同意……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:38.8-39.27