← 佚名

亚里士多德《辩谬篇》释义

§37.4-38.7

破格产生的原因与欺骗机制

作者讨论了诡辩的第五个目的——文法错误(破格),阐明了中性名词主格与宾格同形、指示代名词的多义性、动词直陈式与不定式的格位支配以及器具名词的阴阳性所导致的欺骗机制,并过渡到提问策略的安排这一主题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

14. Εἰπόντας οὖν καὶ περὶ τούτων τοσαῦτα λείπεται λέγειν1 καὶ περὶ σολοικισμοῦ· τοῦτο γὰρ ἦν ἔσχατον τῆς σοφιστικῆς προαιρέσεως. ὅπερ οἷον μέν ἐστιν εἴρηται πρότερον, τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν. ἔστι δὲ τοῦτο καὶ ποιεῖν ἀληθῶς, ὡς ὅταν τις ἁμαρτάνῃ περὶ τὴν κλῆσιν ἢ τὰ στοιχεῖα ἢ τὰς προσῳδίας, ἢ μὴ ποιῶν φαίνεται ποιεῖν, ὡς ἐπὶ τῶν σοφιστῶν, ἢ ποιεῖ μέν, μὴ δοκεῖ δ’ αὑτῷ, καθάπερ ὁ Πρωταγόρας τὸν μῆνιν οὐλόμενον λέγων οὐκ ἐδόκει αὑτῷ σολοικίζειν,2 ἀλλὰ τοὺς λέγοντας τὴν μῆνιν καὶ τὴν οὐλομένην.3 εἰ δὲ ταῦτα, κἂν τέχνῃ δύναταί τις τοῦτο ποιεῖν καὶ συλλογισμῷ λαμβάνειν· διὸ πολλοὶ τῶν λόγων οὐ συλλογιζόμενοι σολοικισμὸν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς ἐλέγχοις. Ἀρχὴ δὲ τῶν σολοικισμῶν καὶ ὥσπερ στοιχεῖον τῆς φαινομένης ἀπάτης ἡ τῶν οὐδετέρων ὀνομάτων χρῆσις, καὶ τούτων τὰ εἰς ο καὶ εἰς ον μάλιστα λήγοντα, ὡς τὸ ἄλλο, τοῦτο, ἐκεῖνο, καὶ τὰ ἐν ὑποτακτικοῖς ἰσοδυναμοῦντα ἄρθροις, ὡς τὸ ὅ, ὅπερ, ἅ, ἅττα· μέσα γὰρ ὄντα τῆς τε τῶν ἀρρένων καὶ θηλειῶν σημασίας, ἔτι δὲ καὶ τὴν αὐτὴν πτῶσιν ἔχοντα ὀρθὴν καὶ αἰτιατικὴν ἄδηλον ποιεῖ προφερόμενα ἐν τῇ συντάξει, ποίου γένους ἢ πτώσεως τυγχάνει σημαντικά. τὸ μὲν γὰρ οὗτος ἄρρεν σημαίνει, τὸ δὲ αὕτη θῆλυ, τὸ δὲ τοῦτο τό τε μεταξὺ καὶ ἐκείνων ἑκάτερον. τί τοῦτο; Καλλιόπη, ξύλον, Κορίσκος· ἐφήρμοσε γὰρ τοῖς τρισί. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἀλλήλων ἐν ἑκατέρῳ, καὶ ἰδίως ἑκάστη τῇ προφορᾷ ἀφορίζεται, γενικὴ δοτικὴ καὶ αἰτιατική· ἐν μέντοι τοῖς οὐδετέροις ἐκτὸς τῆς γενικῆς καὶ δοτικῆς αἱ ἄλλαι ταυτίζονται, ὅπερ δὴ καὶ αὐτὸ οὐ μικρὰ συνδίδωσι πρὸς τὸ παραλογίσασθαι. ὡς γοῦν πολλάκις δοθέντος τοῦτο συνελογίσθη τοῦτον,4 οὕτω κἀνταῦθα πάλιν τὸ προταθὲν κατ’ εὐθεῖαν εἰς αἰτιατικὴν ἐξελήφθη. ἔτι τοῦ ἔστι καὶ τοῦ εἶναι καὶ τῶν ἑκατέροις συστοίχων ἡ τοιάδε χρῆσις καὶ σύνταξις πλεῖστον ὅσον συμβάλλεται πρὸς τὸ γενέσθαι σολοικισμόν· τὸ μὲν γὰρ ὁριστικὸν εὐθείᾳ συντάσσεται, τὸ δὲ ἀπαρέμφατον αἰτιατικῇ, οἷον ἔστι τοῦτο Κορίσκος, εἶναι τοῦτο Κορίσκον· ἀλλαττόμενα δὲ σολοικίζει. καὶ ἐπὶ τῶν λεγομένων σκευῶν, ἐχόντων δὲ ἄρρενος ἢ θηλείας κλῆσιν, ὡς ἀσκὸς καὶ κλίνη· οἰκεία γὰρ τῶν σκευῶν κατάληξις ἐν οὐδετέροις ἡ εἰς ο τυγχάνει καὶ ν, οἷον ξύλον, σχοινίον. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις, οὓς καὶ παρὰ τὸ σχῆμα τῆς λέξεως ὀνομάζομεν. ὡς γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει τὸ σολοικίζειν. φανερὸν οὖν ὡς ὁ σολοικισμὸς ἐκ τῶν εἰρημένων πτώσεων συλλογίζεται. Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι. ὃ δὲ ἐν τοῖς Τοπικοῖς εἴρηται, ὡς οὐ τὰς ἀρχὰς τῶν ἐπιχειρημάτων εὑρεῖν καθάπαξ ἀρκεῖ, ἀλλὰ καὶ ἐρωτηματίσαι τοιῶσδε μεγάλα συμβάλλεται πρὸς τὸ ῥᾷον τυχεῖν συμπεράσματος, τοῦτο δὴ κἀνταῦθα λέγομεν· διαφέρει γὰρ οὐ μικρόν, ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρὸς τὸ λανθάνειν καὶ ἀπατᾶν τὸν ἐρωτώμενον. ὅθεν ἐφεξῆς τοῖς εἰρημένοις περὶ τούτων ἂν εἴη λεκτέον πρῶτον.

14. 因此,关于这些内容也论述了这么多之后,剩下的就是也来论述文法错误[破格];因为这是诡辩性企图的最后一项目的。它是什么样的,此前已经说过:即使人在措辞上产生语病。而这也既能真实地产生,如同某人在变格、字母或声调上出错时那样;或者虽然未犯却显得犯了,如同在诡辩家那里那样;或者确实犯了,但自己却不自知,正如普罗泰戈拉将‘灭亡性的愤怒’用阳性述说,自认为并没有犯文法错误,反而认为那些将‘愤怒’与‘灭亡性的’用阴性述说的人犯了文法错误。如果存在这些情况,人们就能凭借技艺来做到这一点,并通过三段论加以推导;因此,许多论证虽然并未推导得出文法错误,却显得推导得出了,正如在论驳中那样。 文法错误的根源,以及可谓是表观欺骗的要素,乃是中性名称的使用,尤其是在它们之中以 ο 和 ον 结尾的那些,如‘另一个’、‘这个’、‘那个’,以及在关系代词中具有同等作用的词,如‘所……的’、‘恰恰所……的’、‘诸……的’、‘某些……的’;因为它们介于阳性与阴性的指称之间,而且主格与宾格具有同一形式,所以在句法中发音时就令人难以明了究竟是指明何种性或何种格。因为‘这个[阳性]’表示男性,‘这个[阴性]’表示女性,而‘这个[中性]’既表示中间者,也表示它们各自:‘这是什么?卡利俄佩、木头、科里斯库斯。’因为它适用于这三者。因此,在阳性和阴性中,它们各自的格相互不同,并且属格、与格和宾格在发音上都各自被独特地限定;然而在中性中,除属格和与格之外,其余的格都是相同的,而这本身就极大地促成了谬误推理。正如多次发生的那样,在承认了‘这个[中性主格]’之后却推导出了‘这位[阳性宾格]’,在此也是同样,原本以主格提出的东西被理解成了宾格。此外,‘是[直陈式]’与‘是[不定式]’以及与二者各自同类的词的这种用法和句法搭配,对造成文法错误起到了极大的作用;因为直陈式与主格搭配,而不定式与宾格搭配,例如‘这是科里斯库斯[主格]’、‘这是科里斯库斯[宾格]’;若颠倒使用就会犯文法错误。在所谓的器具中也是如此,当它们具有阳性或阴性的名称时,例如‘皮囊’和‘床’;因为器具特有的词尾在中性中恰好是包含 ο 和 ν 的,例如‘木头’、‘绳索’。并且在某种方式上,文法错误类似于因不相似的事物以相似的方式述说而产生的论驳,我们也称之为因表达的形式而产生的论驳。因为正如在那些〔论驳〕中是就事物而言发生的一样,在这些〔情况〕中犯文法错误则是就名称而言发生的。因此显而易见,文法错误是从上述的格中推导出来的。 争辩性论证的这些种,以及这些种的部分和方式,就是上述所说的这些。但在《论题篇》中所说的——仅仅彻底找到推论的始基并不足够,以某种方式提问也对更容易达成结论大有裨益——这也正是我们在此所要说的;因为提问的相关事项若以某种方式加以安排,以瞒过并欺骗被提问者,关系甚大。因此,紧接着上述内容,理应首先谈论这些事项。

语法注4 条
  1. 1.14Εἰπόντας οὖν καὶ περὶ τούτων τοσαῦτα λείπεται λέγειν

    分词 Εἰπόντας 为宾格,与无人称动词 λείπεται 所支配的不定式 λέγειν 的逻辑主语(省略的‘我们’ἡμᾶς)相一致。整体结构表示:‘在就这些内容也论述了这么多之后,[对我们而言]剩下的就是论述……’。

  2. 1.14ὡς γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει τὸ σολοικίζειν

    在 ἐν ἐκείνοις(前文所述‘依表达形式而产生的论驳’)与 τούτοις(当前讨论的‘文法错误’)之间形成对偶。前半句省略了与 συμπίπτει 相当的动词:‘正如在前者中是就事物而言发生的那样,在后者中文法错误则是就名称而言发生的’。

  3. 1.14οὐκ ἐδόκει αὑτῷ σολοικίζειν, ἀλλὰ τοὺς λέγοντας τὴν μῆνιν καὶ τὴν οὐλομένην

    连词 ἀλλά 之后承前省略了 ἐδόκει αὑτῷ [σολοικίζειν],支配着以 τοὺς λέγοντας 为逻辑主语的宾格加不定式结构,意即‘他自认为没有犯文法错误,反而认为那些用阴性述说的人[犯了文法错误]’。

  4. 1.14ὡς γοῦν πολλάκις δοθέντος τοῦτο συνελογίσθη τοῦτον

    在 δοθέντος τοῦτο 中,中性主格词形 τοῦτο 作为被引用的词句充当独立属格中的主语对应成分。这是指一种典型的诡辩手法:虽然前提中获准承认的是主格的‘这个(τοῦτο)’,结论却偷换推导出了阳性宾格的‘这位(τοῦτον)’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:37.4-38.7