← 佚名

亚里士多德《辩谬篇》释义

§36.1-37.3

导致重复唠叨的论题及其消解

基于亚里士多德《辨谬篇》第13章,作者阐明了迫使对手陷入“重复唠叨”的两个论题(关系概念,以及定义中包含底层实体的性状),并通过现实与潜能的区分给出了反驳与消解的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13

13. Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων, περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν τόποι δύο. ὃ μέντοι λέγομεν τὸ ἀδολεσχεῖν, εἰρήκαμεν ἤδη· ἔστι γὰρ τὸ ἀναγκάζεσθαι πολλάκις λέγειν τὸ αὐτό. πάντες δὲ οἱ μετὰ μικρὸν ῥηθησόμενοι λόγοι τοῦτο βούλονται ποιεῖν. καὶ στοιχεῖον μὲν ὥσπερ κοινὸν πάσης ἀδολεσχίας τὸ οἴεσθαι ἐλάχιστον ἢ μηδὲν διαφέρειν τὸ ὄνομα ἢ τὸν λόγον εἰπεῖν· τὸ δὲ ἔστι μὲν ὡς ἔστι δ’ ὡς οὔ, καὶ τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει. διπλάσιον γὰρ καὶ διπλάσιον ἡμίσεος ταὐτό· λόγος γὰρ τοῦ διπλασίου τὸ εἶναι ἡμίσεος. ὥστε εἴ τις τὸ διπλάσιον ἡμίσεος εἴποι διπλάσιον, ἠδολέσχησε· δυνάμει γὰρ οὕτως εἶπεν, ὡς τὸ διπλάσιον ἡμίσεος ἡμίσεος. καὶ ἐπὶ συλλογισμοῦ· τὸ μέγεθος τόδε τοῦδε διπλάσιον, τὸ διπλάσιον ἡμίσεος διπλάσιον, ἄρα τὸ μέγεθος τόδε τοῦδε διπλάσιον ἡμίσεος ἡμίσεος ἡμίσεος. ὁ γὰρ διπλάσιον εἰπὼν δυνάμει καὶ τὸ ἥμισυ λέγει τῷ τὰ πρός τι λεγόμενα ἢ νοούμενα συνεισάγειν καὶ τὰ πρὸς ἃ λέγεται.1 ὥστε ὁσάκις ἐρρέθη τὸ διπλάσιον, τοσαυτάκις καὶ τὸ ἥμισυ. δὶς δὲ εἴρηται τὸ διπλάσιον ἐν τῇ μείζονι προτάσει· τοσαυτάκις ἄρα καὶ τὸ ἥμισυ καὶ νοηθήσεται καὶ λεχθήσεται. κεῖται δὲ καὶ ἐνεργείᾳ ἅπαξ, καὶ συναφθὲν τρὶς ἔσται εἰρημένον. πάλιν ἡ ἐπιθυμία ἔφεσις, τοῦτο δὲ ὄρεξις ἡδέος, ἔστιν ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος ἡδέος. ὡς ἐν γένει μέντοι ἡ ἐπιθυμία τῇ ὀρέξει, ἄμφω δὲ πρός τι, καὶ ὁ εἰπὼν ἐπιθυμίαν ἢ ὄρεξιν δυνάμει λέγει καὶ τὸ ἡδέος· κεῖται δὲ καὶ ἐνεργείᾳ, ὥστε τρὶς τὸ ἡδὺ ῥηθήσεται ἐν τῷ συμπεράσματι. Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ τὰ εἴδη πρός τι λέγεται καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν ἀποδίδοται ὄνομά τε καὶ πτῶσιν, οἷον ἥ τε ὄρεξις τινὸς ὄρεξις, καὶ ἡ ἐπιθυμία τινὸς ἐπιθυμία (τοῦ γὰρ ἡδέος ἄμφω), καὶ τὸ διπλάσιον τινὸς διπλάσιον (ἡμίσεος γάρ)· ἀλλὰ καὶ ἐν ἐκείνοις, ὧν μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατ’ οὐσίας τινός, ἧς καί εἰσι ταῦτα πάθη καὶ ἕξεις, παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία·2 οἷον ἡ σιμότης καὶ τὸ περιττὸν οὐ πρός τι, πάθη μέντοι τινὰ καὶ ἕξεις τῶν ὑποκειμένων, ἡ μὲν τῆς ῥινός, τὸ δὲ τοῦ ἀριθμοῦ. ἐν γοῦν τοῖς αὐτῶν ὁρισμοῖς λαμβάνομεν καὶ τὰ ὑποκείμενα· σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί, καὶ περιττὸν ἀριθμὸς μονάδι διαφέρων ἀρτίου. ὥστε ὁ ῥῖνα σιμὴν εἰπὼν ἢ τὸν τρία περιττὸν ἀριθμὸν ἠδολέσχησε· δὶς γὰρ ἐν ἑκατέροις ἔφθεγκται τὸ αὐτό, τῷ ἐνεῖναι δυνάμει κἀν τῷ σιμῷ τὴν ῥῖνα καὶ τῷ περιττῷ τὸν ἀριθμόν· καὶ ὁ λέγων ἥδε ἡ ῥὶς σιμή, τοῦτο δὲ κοίλανσις ῥινός, συμπερανεῖ ‘ἔστιν ἄρα ῥὶς ῥὶς κοίλη.’ ἀπαντήσοι δ’ ἄν τις κἀνταῦθα πρὸς ταῦτα, ὡς ἐχρῆν δήπου τὸν σοφιστὴν προπυνθάνεσθαι τὸν προσδιαλεγόμενον, εἰ σημαίνειν οἴεταί τι καθ’ αὑτὸ τὸ διπλάσιον χωρὶς τοῦ ἡμίσεος ἢ μή, δόντος δὲ σημαίνειν προσθεῖναι, πότερον τὸ αὐτὸ ὃ κἂν μετὰ τοῦ ἡμίσεος, ἢ ἕτερον, καὶ φήσαντος ταὐτὸν ἐλέγχειν·3 ἀδολεσχεῖ γάρ· διελόντος δὲ ὡς τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει, πῶς ἔσται ἀδολεσχῶν; ὧν οὐδὲν ποιῶν ἀλλὰ τῇ πρώτῃ ἐρωτήσει τὸ συμπέρασμα ἐπάγων δοκεῖ ποιεῖν ὃ σπουδάζει.

13. 悖论固然应当从这些论题中去探求,但关于迫使人重复唠叨则有两个论题。然而,我们所说的重复唠叨是什么,此前已经说过:即被迫多次述说同一事物。不久后将要述及的所有论证都企图做到这一点。而一切重复唠叨仿佛共同的要素,就在于认为说出名称与说出定义差异极小甚至毫无差异;但这在一种意义上是如此,在另一种意义上则不然,一方面是在现实中,另一方面是在潜能中。因为‘两倍’与‘一半的两倍’是同一回事;因为‘两倍’的定义就是‘作为一半的[两倍]’。因此,若有人把‘一半的两倍’说成‘两倍’,他就重复唠叨了;因为他潜能上是这样说的:犹如说‘一半的一半的两倍’。在三段论中也是如此:‘这个量是这个量的两倍;两倍是一半的两倍;因此这个量是这个量的一半的一半的一半的两倍。’因为说出‘两倍’的人,由于被称作或被构想为关系的事物必然同时带入它们所关联的对象,因而在潜能上也说出了‘一半’。因此,说出‘两倍’有多少次,‘一半’也就被说了多少次。而在大前提中‘两倍’被说了两次;因此,‘一半’也将同样多次地被构想并被说出。而且它在现实中也被设定了一次,结合起来就将被说了三次。又如:‘欲望是渴求,而这是对适意者的欲求,因此欲望是对适意的适意的适意者的欲求。’然而欲望是在作为属的欲求之中,两者皆属于关系概念,说出‘欲望’或‘欲求’的人在潜能上也说出了‘适意者的’;并且它在现实中也被设定了一次,从而在结论中‘适意者’将被述说三次。 所有这类论证都存在于关系词中——不仅其属、而且其种也被称为关系概念,并且归属于同一且唯一的名称和格位的那些词,例如欲求是某物的欲求,欲望是某物的欲望(因为两者都关联于适意者),两倍是某物的两倍(因为关联于一半);不仅如此,而且还存在于那些本身不是关系词、却被述说于某实体(它们正是该实体的受动和性状),并在其定义中包含着其底层实体的那些事物中。例如,扁平[塌鼻]和奇数并不是关系词,但却是底层主体的受动和性状,前者属于鼻子,后者属于数目。至少在它们的定义中我们也纳入了底层主体;因为‘扁平’是‘在鼻子中的凹陷’,‘奇数’是‘与偶数差一个单位的数’。因此,说‘塌鼻子’或‘奇数三这个数目’的人就重复唠叨了;因为在两者中他都两次说出了同一事物,这是由于在‘扁平’中潜能地包含着‘鼻子’,在‘奇数’中潜能地包含着‘数目’;而说‘这个鼻子是塌的,而这是鼻子的凹曲’的人,将推导出‘因此鼻子是凹鼻子’。 人们在此也可以针对这些论证反驳道:诡辩家本应预先询问对话者,认为‘两倍’自身脱离了‘一半’是否表示某种意义;若对方承认表示某种意义,就进一步提问,它是表示与连同‘一半’时相同的意义,还是不同的意义;若对方说相同,就予以反驳(因为他在重复唠叨);但若对方区分一方面是在现实中、另一方面是在潜能中,他又怎会是在重复唠叨呢?诡辩家这些一概不做,而只是在第一个提问之后就得出结论,因而只是看似实现了他所极力谋求的目的。

语法注3 条
  1. 1.13τῷ τὰ πρός τι λεγόμενα ἢ νοούμενα συνεισάγειν καὶ τὰ πρὸς ἃ λέγεται

    带冠词的不定式与格结构(τῷ συνεισάγειν)表示原因。宾格短语 τὰ πρός τι λεγόμενα ἢ νοούμενα 是不定式的逻辑主语,而 καὶ τὰ πρὸς ἃ λέγεται 则是其宾语,意为“由于被称作或被构想为关系的事物必然同时带入它们所关联的对象”。

  2. 1.13ὧν μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατ’ οὐσίας τινός, ἧς καί εἰσι ταῦτα πάθη καὶ ἕξεις, παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία

    在先行词为 ἐν ἐκείνοις 的关系从句内部,嵌套了一个属格绝对结构(ὧν μὴ ὄντων πρός τι κατηγορουμένων δὲ κατ’ οὐσίας τινός),并在其内部插入了修饰 οὐσίας 的关系从句 ἧς καί εἰσι ταῦτα πάθη καὶ ἕξεις。该从句的核心主谓结构为 παραλαμβάνεται(动词)和 ἡ ὑποκειμένη αὐτοῖς οὐσία(主语)。

  3. 1.13δόντος δὲ σημαίνειν προσθεῖναι, πότερον τὸ αὐτὸ ὃ κἂν μετὰ τοῦ ἡμίσεος, ἢ ἕτερον, καὶ φήσαντος ταὐτὸν ἐλέγχειν

    这是由主句非人称表达 ἐχρῆν(“诡辩家本应……”)所统领的不定式链条。在 προπυνθάνεσθαι 之后,接连以两个代表对话者回答的属格绝对结构(δόντος δὲ σημαίνειν 与 φήσαντος ταὐτόν)作为条件前提,引出依附于 ἐχρῆν 的不定式 προσθεῖναι(进一步提问)和 ἐλέγχειν(反驳)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:36.1-37.3