- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:34.16-35.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者继续解释亚里士多德《诡辩篇驳斥》第12章中引向悖论的十种论题,讨论了避免冗长论证(第六)、利用各学派特有教条(第七)、公开见解与内心意愿的背离(第八)、自然与约制的对立(第九)以及两难式提问(第十)。
οὐ πέμπτον σῶμά ἐστιν ὁ οὐρανός; τί δέ; ὁ ἥλιος οὐ κινεῖται κύκλῳ; ἆρα τὸ γινώσκειν ταῦτα πάντα καὶ λογίζεσθαι λογικῆς ἐστι.’ ‘πάλιν οὐκ ἔστιν ὀρεκτόν, οὗ ἡ ψυχὴ ὀρέγεται;’ ναί. ‘τὸ δὲ ὀρεκτὸν οὐ κινεῖ τοιάνδε κίνησιν;’ ναί. ‘ὀρέξεις δὲ ἐν τῇ ψυχῇ οὐχὶ θυμὸς καὶ ἐπιθυμία, αἳ καὶ ἐν ἀλόγοις;’ ναί. ‘ἡ ψυχὴ ἄρα καὶ λογικὴ καὶ ἄλογος.’ ταῦτα διὰ μακροῦ καὶ ἀσυντελῆ τὰ πλείω. ἦν γὰρ τοῦτο καὶ ἄλλως δεῖξαι καὶ μᾶλλον ἐγγυτέρως τῷ τὰ διὰ μακροῦ ἐν βραχεῖ συναιρῆσαι·1 ‘πότερον ἡ ψυχὴ λογίζεται;’ ναί. ‘τί δέ; οὐχὶ καὶ τὰ τῶν ἀλόγων ἔχει πάθη τὸ θυμοῦσθαι καὶ ἐπιθυμεῖν;’ ναί. ‘ἡ ψυχὴ ἄρα καὶ λογικὴ καὶ ἄλογος.’ καὶ ταῦτα μὲν ἐν τούτοις· ἡμεῖς δὲ φθάνομεν κἀν τοῖς Τοπικοῖς διελόντες, καθ’ ὅσα τοῦ προκειμένου ἐξίστασθαι δεῖ· ἢ γὰρ ὄγκου χάριν ἢ ἐπαγωγῆς καὶ τοῦ δοθῆναι τὸ καθόλου ἢ πρὸς τὸ σαφέστερον γενέσθαι τὸν λόγον ἢ μὴν πρὸς κρύψιν καὶ τὸ λαθεῖν. Ἕβδομος τόπος πρὸς τὸ παράδοξα λέγειν ὁ ἀπὸ τῶν αἱρέσεων, τὸ σκοπεῖν, ἐκ τίνος γένους καὶ ποίας αἱρέσεως ὁ προσδιαλεγόμενός ἐστι, καὶ ἐπεὶ ἑκάστη ἴδιόν τι πρεσβεύει παρὰ τὰς ἄλλας καὶ ἔστιν ὃ διαφέρει (τοῖς τε γὰρ Πλατωνικοῖς αἱ ἰδέαι καὶ τοῖς Ἀριστοτελικοῖς τὸ πέμπτον σῶμα καὶ ἄλλοις ἄλλο τι ἀφωρισμένως ἐδογματίζετο), ἐρωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέγουσιν ἄδοξον (ἔστι γὰρ ἑκάστοις τὸ ἴδιον), οἷον τοὺς Περιπατητικούς, εἰ ἐκ τεσσάρων στοιχείων ὁ οὐρανός· εἰ γὰρ μὴ ὁμολογοῖεν, † ἔσονται λέγειν παρὰ τὴν δόξαν τῶν πολλῶν. στοιχεῖον δὲ πρὸς ταῦτα καὶ μέθοδος τὸ τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσι. λύσις δὲ τὸ ἐμφανίζειν ὡς οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον·2 οὐ γὰρ δι’ αὐτὸ τὸ πέμπτον εἶναι σῶμα τὸν οὐρανὸν ἀντιλέγεται, φαίη ἄν Περιπατητικὸς ἀνήρ, ἀλλὰ διὰ τὸ προκατεσχῆσθαι ἑτέρως ἐν δόξῃ τοὺς πολλούς. τοῦτο δὲ καὶ βούλεται πᾶς ἀγωνιζόμενος. Ὄγδοος δὲ τρόπος ὁ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ γὰρ ταὐτὰ βούλονταί τε καὶ φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν, οἷον τὸ τεθνάναι καλῶς μᾶλλον δεῖν φασιν ἢ τὸ ζῆν ἡδέως, καὶ πένεσθαι δικαίως ἢ πλουτεῖν αἰσχρῶς, βούλονται δὲ τἀναντία. τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τὸν δὲ κατὰ ταύτας εἰς τὰς ἀποκεκρυμμένας· ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέγειν· ἢ γὰρ πρὸς τὰς φανερὰς δόξας ἢ πρὸς τὰς ἀφανεῖς ἐροῦσιν ὑπεναντίον. Ἔννατος, ὃς δὴ καὶ πλεῖστος καὶ ἰσχυρότατος 〈εἰς〉 τὸ ποιεῖν παράδοξα λέγειν, τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὅπερ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται ποιῶν τῷ Πλατωνικῷ διαλόγῳ περὶ τῆς δικαιοσύνης πρὸς τὸν Σωκράτην, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ᾤοντο. δεῖ οὖν πρὸς μὲν τὸν εἰπόντα κατὰ φύσιν κατὰ νόμον ἀπαντᾶν, πρὸς δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύσιν ἄγειν· ἀμφοτέρως γὰρ λέγειν εἶναι παράδοξα. ἦν δὲ τὸ μὲν κατὰ φύσιν αὐτοῖς τὸ ἀληθές, τὸ δὲ κατὰ νόμον τὸ τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι καὶ οἱ πάλαι ὥσπερ καὶ οἱ νῦν ἢ ἐλέγχειν ἢ παράδοξα λέγειν τὸν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν. κατεσκεύαζε δὲ ὁ Καλλικλῆς τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν καλόν, ὅτι πρεσβύτερον, τοῦτο δὲ ὅτι κατὰ φύσιν, τῷ τὴν ἰσχύν, ὑφ’ ἧς ἀδικοῦσι λέων καὶ λύκος καὶ ἱέραξ καὶ ὅσα ἄλλα τῶν ζώων ἁρπακτικὰ καὶ σαρκοβόρα, ὑπὸ φύσεως ἔχειν,3 τά τε αὖ ἀσθενῆ φύσει τὸ κακῶς πάσχειν ἔχειν, τῷ μὴ ἑαυτοῖς ἀρκεῖν. ἡ μέντοι γε δικαιοσύνη κατὰ νόμον καλὸν καὶ δεύτερον τῆς ἀδικίας, ὥστε καὶ τὸν νόμον δειλῶν ἀνθρώπων ἔλεγεν εὕρημα. Δέκατος τὸ ὥσπερ ἀντιφατικῶς ἐρωτᾶν. ἔνια γὰρ τῶν ἐρωτημάτων ἔχει τὸ ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ πείθεσθαι δεῖ, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ πότερον τὸ ἀδικεῖσθαι αἱρετώτερον ἢ τὸ βλάπτειν καὶ ἀδικεῖν· τούτων γὰρ τὰ μὲν δοκεῖν τοῖς πολλοῖς τὰ δὲ τοῖς σοφοῖς, ὥστ’ εἰ μὲν ὁ ἐρωτώμενος ἀποδοίη, ὡς οἱ περὶ λόγους ἀρέσκονται, εἰς τὰ τοῖς πολλοῖς ἄγειν, ἐὰν δ’ ὡς οἱ πολλοί, ἐπὶ τὰ τοῖς σοφοῖς. φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τὸν εὐδαίμονα δίκαιον εἶναι, τοῖς δὲ πολλοῖς ἄδοξον τὸ βασιλέα μὴ εὐδαιμονεῖν. ἔστι δὲ τὸ εἰς τὰ οὕτως ἄδοξα συνάγειν τὸ αὐτὸ τῷ πρὸ αὐτοῦ τῷ ἄγειν εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν· ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ κατὰ φύσιν καὶ κατ’ ἀλήθειαν λέγουσι.
天空难道不是第五种物体吗?那么又如何?太阳难道不是作圆周运动吗?知晓这一切并进行推算,难道不属于理性[的灵魂]吗?’‘又,难道没有灵魂所渴望的欲求对象吗?’‘有。’‘欲求对象难道不引发这样一种运动吗?’‘引发。’‘而灵魂中的诸种欲求,难道不正是那甚至存在于非理性动物中的激情和欲望吗?’‘是的。’‘因此灵魂既是理性的,又是非理性的。’这些论证冗长拖沓,且多半毫无裨益。因为本来可以用别的方式,并且更加切近地通过在简短篇幅中概括那些冗长之事来证明这一点:‘灵魂是否进行推算?’‘是的。’‘那么又如何?它难道不也拥有非理性动物的情感,即愤怒和欲望吗?’‘拥有。’‘因此灵魂既是理性的,又是非理性的。’关于这些就谈到这里;我们在《论题篇》中也已经区分过,应当基于多少理由偏离预设的主题:要么是为了充实言辞,要么是为了归纳以及让对方认同普遍命题,要么是为了使论证更加明晰,抑或是为了隐匿和掩人耳目。使人说出悖论的第七个论题是来自学派的论题:考察与自己对话的人来自何种派别、何种学派;既然每个学派都尊奉某种不同于其他学派的特有之物,且存在相异之处(因为柏拉图派明确主张理念,亚里士多德派明确主张第五种物体,其他人则明确主张其他事物),就提问这些学者在众人看来是悖理的观点(因为每个学派都有其特有的教条);例如问逍遥学派:天空是否由四元素构成。因为他们若不同意,就将说出违背众人见解的言论。应对这些的基本原则和方法,就是在前提中掌握各个学派的立论。而解法则是表明悖理并非因论证本身而产生;因为一位逍遥学派学者会说,受到反驳并不是因为天空本身是第五种物体,而是因为众人早已在见解中被相反的想法所先入为主。而这正是每一位论辩者所期望的。第八种方式是基于意愿和显明见解的方式。因为人们所意愿的与所说的并不相同,而是口中说着最体面的言论,心中却意愿着看似有利的事情;例如他们说宁当英勇赴死而不苟且偷生,宁当合乎正义地受穷而不卑鄙地致富,但他们意愿的却恰恰相反。因此,对于按意愿说话的人,应当引向显明的见解;而对于按这些显明见解说话的人,应当引向隐藏的意愿;因为在两种情况下都必然会说出悖论,因为他们说的若非违背显明的见解,就是违背隐秘的见解。第九种确实也是最常见且最有力于使人说出悖论的方式,即立足于顺应自然与顺应约制展开立论;正如在柏拉图对话《高尔吉亚篇》中记载的那样,卡利克勒斯就正义问题对苏格拉底所做的那样,并且所有古人也都是这样认为的。因此,对顺应自然发言的人应当以约制来回应,对顺应约制发言的人应当引向自然;因为无论哪种方式,所说出的都是悖论。因为在他们看来,顺应自然乃是真理,而顺应约制乃是众人的见解。因此显而易见,古人同今人一样,也企图要么反驳应答者,要么迫使其说出悖论。卡利克勒斯确立不正义和贪欲是高尚的,理由是它更为古老,而这又是由于它是顺应自然的,因为狮、狼、鹰以及一切掠食和食肉动物赖以行不正义的力量乃是天生具有的,相反,软弱的动物由于不能自足,其遭受苦难也是天生如此的。然而正义则是顺应约制的高尚之物,次于不正义,以至于他还说约制是胆怯者的发明。第十种是犹如矛盾对立地提问。因为有些提问的特征在于:无论怎样回答,答案都是悖理的;例如,究竟应当听从智者还是听从父亲,应当做有利的事还是做正义的事,遭受不义更值得选择还是施加伤害和行不义更值得选择。因为在这些事情中,有些是众人所认同的,有些则是智者所认同的;因此,如果被提问者按照从事论辩者[智者]喜欢的方式回答,就引向众人的见解;如果按照众人那样回答,就引向智者的见解。因为智者们说幸福者必然是正义的,而对众人来说,君王不幸福乃是悖理的。这样得出悖理之论,与前一种方法引向自然与约制之间的对立是相同的;因为约制是众人的见解,而智者则是顺应自然并依据真理发言。
- 1.12τῷ τὰ διὰ μακροῦ ἐν βραχεῖ συναιρῆσαι
带有定冠词的不定词构成的手段与格(τῷ συναιρῆσαι),用于修饰比较级副词 ἐγγυτέρως,并支配名词化短语 τὰ διὰ μακροῦ(“冗长之事”)作为其直接宾语,与 ἐν βραχεῖ(“简短地”)相对称。
- 1.12ἐμφανίζειν ὡς οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον
由主语 λύσις(“解法”)所支配的表语不定词 ἐμφανίζειν,带领一个由 ὡς 引出的宾语从句。随后的句子中,δι’ αὐτό 的具体内容由同位语式的带冠词宾格不定词短语(τὸ πέμπτον εἶναι σῶμα τὸν οὐρανόν)予以说明。
- 1.12τῷ τὴν ἰσχύν ... ὑπὸ φύσεως ἔχειν
表示原因的带冠词与格不定词(τῷ ... ἔχειν)。其逻辑主语关系从句中作主语的各类动物(λέων καὶ λύκος 等)充当,宾格 τὴν ἰσχύν 是其宾语。随后的 τά τε αὖ ἀσθενῆ φύσει τὸ κακῶς πάσχειν ἔχειν 构成了平行的宾格不定词结构。
