← 佚名

亚里士多德《辩谬篇》释义

§32.28-34.16

使对手陷入虚假或悖理的六个论题

作者依照亚里士多德《辨谬篇》第12章,依次阐明了使对手陷入虚假或悖理的第一至第六个诡辩论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#1

12. Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων, τὸ δὲ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξόν τι ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) γίνεται κατὰ τόπους ἢ τρόπους δέκα. καὶ πρῶτος μὲν ὁ ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνων μάλιστα. τὸ γὰρ πειρᾶσθαι συσκιάζειν τὰ πολλὰ καὶ πρὸς κρύψιν ἄγειν ὡς ἐπὶ τὸ πολὺ τοῦτο ποιεῖν ἐστιν. Δεύτερος ὁ ἀόριστος· τὸ γὰρ πρὸς μηδὲν ὁρίσαντα κείμενον πρόβλημα ἐρωτᾶν θηρευτικόν ἐστι τούτου· εἰκῇ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον, εἰκῇ δὲ λέγουσιν, ὅταν μηδὲν ἔχωσι προκείμενον, εἰς ὃ ποιοῦνται τοὺς λόγους. ἀλλ’ ὁ μὲν σοφιστὴς ἔχων παρ’ ἑαυτῷ οὐκ ἀποκαλύπτει, ἀναγκάζει δὲ ἐπ’ ἀδήλοις λαμβάνειν λόγους· οἷον βουλόμενος λαβεῖν ὡς καλόν ἐστι τὸ ἐν ἱερῷ ἐσθίειν, ὅπερ ἄδοξον, οὐκ εὐθὺς προτείνει, ἀλλ’ ἐρωτᾷ ‘ὃ τῇ φύσει χρειῶδες, τοῦτο καλόν;’ ναί. ‘τὸ ἐσθίειν οὐ δοκεῖ τῇ φύσει χρειῶδες; τὸ ἐν ἱερῷ ἄρα ἐσθίειν καλόν.’ ἢ μᾶλλον ἐπ’ ἐκείνου ‘ἆρά γε ὃ ἁπλῶς ἐστι καλόν, οὐκ ἔστι τοῦτο καὶ πῇ καλόν; τὸ δὲ γυναικὶ συγγίνεσθαι ἁπλῶς ὂν καλόν.1 ἔσται ἄρα καὶ πῃ καλόν, ὥστε καὶ ἐν ἀγορᾷ.’ Τρίτος τὸ ἐρωτᾶν πολλὰ καὶ πλείω τῶν ἀναγκαίων καὶ ἱκανῶν, κἂν ὡρισμένον ᾖ, πρὸς ὃ διαλέγεται. οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄξει εἰς ἄδοξον τῷ ἐκκρούεσθαι τῷ πλήθει τὸν ἐρωτώμενον καὶ μὴ ἔχειν, πρὸς ὅπερ φυλάξεται. οἷον εἰ πρόκειται λαβεῖν ὡς οὐκ ἔστι χρόνος, ἐρωτᾷ ‘ἆρ’ ἔστι κίνησις;’ καὶ τοῦτο λαβὼν ἐπάξει λοιπόν ‘καὶ ἐξ Ἀθηνῶν εἰς Θήβας κινηθήσεταί τις, ὁ δὲ κινούμενος διάστημά τι κινεῖται. τοιγαροῦν ὁ κινούμενος εἰς Θήβας πρῶτον τὸ ἥμισυ τοῦ διαστήματος κινηθήσεται καὶ τὸ τοῦ ἡμίσεος ἥμισυ καὶ τούτου δ’ αὖ πάλιν τὸ ἥμισυ, καὶ οὕτω δὴ προβαίνων ἔσται. ἀλλὰ μὴν τὰ τοῦ διαστήματος ἡμίση ἄπειρα, τὰ δὲ ἄπειρα ἀδιεξίτητα. οὐκ ἔστιν ἄρα ἐξ Ἀθηνῶν εἰς Θήβας ἐλθεῖν. ὥστε οὐδὲ κίνησις ἔσται, καὶ εἰ τοῦτο, οὐδὲ χρόνος· ὁ γὰρ χρόνος μέτρον κινήσεως.’ Τέταρτος τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν ποιεῖ τινα εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ εἰς ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τι τούτων, ἄγειν πρὸς ἃ εὐπορεῖ ἐπιχειρήματος.2 οἷον ἐπεὶ δοκεῖ ὁ πλούσιος τοῖς πολλοῖς εὐδαίμων, ἐρωτᾷ ὁ σοφιστής ‘ἆρ’ οὐχ ὁ πλούσιος εὐδαίμων;’ ναί. οὕτω γὰρ δοκεῖ τοῖς πολλοῖς. ‘τί δέ; Ἀρχέλαος ὁ Περδίκκα ὁ τύραννος οὐ πλούσιος;’ ναί. ‘εὐδαίμων ἄρα. ἀλλὰ μὴν καὶ δυστυχέστατος πάντων ἀνθρώπων· τοὺς γὰρ γονεῖς καὶ τοὺς ἀδελφοὺς ἀπέκτεινεν ἐπὶ τῇ προσλήψει τῆς τυραννίδος.’ καὶ καταφήσας μὲν οὕτω παραλελόγισται ἄξαντος τοῦ σοφιστοῦ ἐπὶ τὸν Ἀρχέλαον, ἐν ᾧ ἐπιχειρημάτων εὐπόρησε· μὴ δόντος δὲ περιστήσεται ἐπισείων τὴν τῶν πολλῶν δόξαν τε καὶ συνήθειαν εὐδαίμονα τιθεμένην τὸν πλούσιον. πλὴν ἧττον δύνανται κακουργεῖν ἐνταῦθα οἱ σοφισταί, ὅταν ᾖ ὡρισμένον, πρὸς ὃ διαλέγεται, ἢ ὅταν ἀόριστον. εἰ μή τι ἄλλο, ἐν τούτοις γοῦν ἐπὶ τέλει συμπεραναμένου τοῦ σοφιστοῦ συνιεὶς ὁ παραλογισθεὶς δύναται ἀπαιτῆσαι, τί τοῦτο πρὸς τὸ προκείμενον, καὶ τί συμβάλλεται πρὸς τὸ ἐν ἀρχῇ. Πέμπτος τόπος καὶ στοιχεῖον τοῦ τυχεῖν ψεύδους ἤ τινος ἀδόξου τὸ μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν μηδὲ δῆλον ποιεῖν τὸ βούλημα ὡς ἐπηρεάσων εἴη, ἀλλὰ μᾶλλον σκήπτεσθαι ἀγνοεῖν καὶ ἐρωτᾶν χάριν τοῦ μαθεῖν. χώραν οὖν ἐπιχειρήματος ἡ σκῆψις ποιεῖ· ἀσκεπτότερον γὰρ οὕτω καὶ προχειρότερον ὁ ἐρωτώμενος δώσει. Ἕκτος, ὃ δὴ καὶ μόνοις τοῖς σοφισταῖς, τὸ ἄγειν εἰς τοιαῦτα πρὸς ἃ εὐπορεῖ λόγων.3 ἔστι δὲ τοῦτο ποιεῖν καὶ καλῶς καὶ μὴ καλῶς, ὡς ἐλέχθη πρότερον ἐν τοῖς Τοπικοῖς. τὸ γὰρ ἐξίστασθαί τινα τοῦ προκειμένου καὶ ἐπ’ ἄλλα διατρίβειν καλῶς μὲν γένοιτ’ ἄν, ὅταν μὴ συγχωρῆταί τις πρότασις ἐρωτωμένη ἀναγκαία οὖσα καὶ συντελοῦσα πρὸς τὴν ἀπόδειξιν· τότε γὰρ ἐξίστασθαι μὲν ἀνάγκη, σπεύδειν δὲ πρὸς κατασκευὴν τῆς προτάσεως. οἷον προκειμένου ὡς ἡ ἡδονὴ οὐκ ἀγαθόν, σπεύδων ὁ ἐρωτῶν δεῖξαι τοὐναντίον ὅτι ἀγαθὸν ἐρωτήσει ‘ἆρα ἡ ἡδονὴ οἰκεῖον;’ μὴ δόντος δὲ τοῦ ἀποκρινομένου ἀναγκάζεται ἐκστῆναι τοῦ προκειμένου καὶ τοῦ κατασκευάζειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἐρωτᾷ τὰ πρὸς σύστασιν τῆς εἰρημένης προτάσεως, οἷον ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’ ναί. ‘τὸ δὲ κατὰ φύσιν οἰκεῖον;’ ναί. ‘ἡ ἡδονὴ ἄρα οἰκεῖον. τὸ δὲ οἰκεῖον ἀγαθόν, ὥστε καὶ ἡ ἡδονή.’ οὐ καλῶς δ’ ἂν γένοιτο, εἴ τις διὰ μακροῦ δεικνύει τὸ δι’ ὀλίγων δείκνυσθαι πεφυκὸς μὴ οὔσης ἀνάγκης, ὥσπερ ὁ μέλλων δεῖξαι τὴν ψυχὴν καὶ λογικὴν καὶ ἄλογον οὕτω· ‘ἆρα οὐχ ἡ ψυχὴ γινώσκει τὸν ἥλιον καὶ σφαιροειδῆ τὸν οὐρανόν; τί δέ;

12. 既然关于表面上的论驳已经谈过,那么指出某人在说谎并将论证引向某种悖理(因为这是诡辩意图的第二项)乃是根据十个论题或方式产生的。第一种主要是通过以某种方式探问并借助提问而产生的方式。因为试图掩蔽大多数事物并引向隐藏,大体上就是做这件事情。第二种是不确定的[论题];因为在不限定任何既定问题的情况下提问,是有助于捕捉这一点的;因为随意发言的人更容易犯错,而当他们没有任何被预设的目标来展开论证时,他们就会随意发言。但诡辩者将其藏于自己心中而不予以揭示,却迫使人在不明朗的事情上接受论证;例如,若想得出在神庙中进食是高尚的这一悖理之论,他并不立即提出,而是提问:‘凡对自然而言必要者,是高尚的吗?’‘是的。’‘进食难道不显得对自然而言是必要的吗?因此在神庙中进食是高尚的。’或者更确切地说在那个例子中:‘难道凡简单而言高尚者,在某种程度上不也是高尚的吗?而与妇人同房简单而言是高尚的。因此在某种程度上也将是高尚的,从而在市场上也是如此。’第三种是提出诸多提问,且多于必要和充分的数量,即便所讨论的对象是确定的。因为即便如此,通过让应答者被庞大的数量所扰乱,且不知该防备什么,他也同样会将其引向悖理。例如,如果预设要得出时间不存在,他便提问:‘是否存在运动?’在得到这一认可后,他便接着提出:‘某人将从雅典运动到底比斯,但运动者是在某个间距中运动。因此运动到底比斯的人首先将运动该间距的一半,然后是这一半的一半,接着又是这一半的一半,如此前进。然而间距的半数是无限的,而无限者是不可穷尽的。因此不可能从雅典到底比斯。从而运动也不存在,而如果是这样,时间也不存在;因为时间是运动的尺度。’第四种是要求陈述公认的意见,这无论应答者对这些意见中的任何一条予以肯定还是否定,都通过引向自己论据充足的事物,从而为引向悖理或虚假提供某种便利。例如,既然在众人看来富人是幸福的,诡辩者就提问:‘难道富人不幸福吗?’‘是的’;因为在众人看来确实如此。‘那么又如何?佩尔狄卡斯之子、僭主阿尔刻拉奥斯难道不富有吗?’‘富有。’‘因此他是幸福的。然而他确实也是全人类中最不幸的;因为他在夺取僭主之位时杀害了父母与兄弟。’而做了肯定回答的人就这样被虚妄推理所蒙蔽,因为诡辩者将他引向了阿尔刻拉奥斯,在这件事情上诡辩者拥有充足的论据;但若他不认可,[诡辩者]就会通过挥舞将富人视为幸福的众人的意见和习俗来包围他。不过,在所讨论的对象确定的情况下,诡辩者在此作恶的能力要小于对象不确定的情况。即使没有别的,至少在这些情况下,当诡辩者在最后得出结论时,被蒙蔽者察觉后能够质问:这与预设的主题有什么关系,对最初的问题又有何助益?第五个用于得出虚假或某种悖理的论题和要素,就是不立即询问任何论题,也不显露企图,仿佛要存心刁难一样,而是宁可假装无知并为了求教而提问。因此借口为发起攻击提供了空间;因为这样应答者就会更加不假思索且更加轻率地给出认可。第六种确实甚至是仅属于诡辩者所有的,即引向自己拥有丰富言辞的那类事物。但这样做既有妥当的方式,也有不妥当的方式,正如先前在《论题篇》中所说的那样。因为某人偏离预设的主题而迁延于其他事物,当被提问的某个命题是必要的且有助于论证却未被认同时,便可以妥当地发生;因为那时必然要偏离,并急于去确立该命题。例如,当预设快乐不是善时,急于证明相反结论即快乐是善的提问者会问:‘快乐是亲近之物吗?’但若回答者不予认可,他被迫偏离预设的主题以及确立快乐是善,转而询问用于建立前述命题的事物,例如:‘快乐是顺应自然的吗?’‘是的。’‘而顺应自然之物是亲近之物吗?’‘是的。’‘因此快乐是亲近之物。而亲近之物是善,从而快乐也是。’但如果不具必然性,某人却通过冗长的论证去证明本可通过简短方式证明的事物,这就将是以不妥当的方式发生,正如打算证明灵魂既是理性的又是非理性的人这样说:‘难道灵魂不认识太阳以及天空是球形的吗?那么又如何?

语法注3 条
  1. 1.12τὸ δὲ γυναικὶ συγγίνεσθαι ἁπλῶς ὂν καλόν

    此处带冠词不定词与分词结构充当下文主语,补出省略的系动词,解作“而与妇人同房简单而言是高尚的”。虽然也可承接前句句式理解为疑问,但此处将其视作确立小前提更为平实自然。

  2. 1.12Τέταρτος τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν ποιεῖ τινα εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ εἰς ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τι τούτων, ἄγειν πρὸς ἃ εὐπορεῖ ἐπιχειρήματος.

    主语是带有中性定冠词的不定词短语 τὸ ... ἀξιοῦν,主动词为 ποιεῖ。句末的不定词 ἄγειν 起同位或说明性作用,具体指明 ποιεῖ εὐπορίαν τοῦ ... ἀγαγεῖν 所蕴含的实现手段,即“通过引向……”。

  3. 1.12Ἕκτος, ὃ δὴ καὶ μόνοις τοῖς σοφισταῖς, τὸ ἄγειν εἰς τοιαῦτα πρὸς ἃ εὐπορεῖ λόγων.

    在关系从句 ὃ δὴ καὶ μόνοις τοῖς σοφισταῖς 中,省略了如 προσήκει 或 ὑπάρχει 之类的述谓动词(“这确实甚至是仅属于诡辩者的”)。主句的核心结构为 Ἕκτος [τόπος ἐστὶ] τὸ ἄγειν...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:32.28-34.16