← 佚名

亚里士多德《辩谬篇》释义

§31.21-32.27

辩证术的普遍性与诡辩式论驳的研究

相较于具有确定属和固有原理的论证性科学,辩证术、检验术与争辩术并不局限于特定领域,而是基于共通原理运作;作者阐述了外行人如何无技术地进行检验,并得出对诡辩式论驳进行观照乃是辩证家的本分这一结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#3

οὐδὲν γὰρ ἧττον τὰ δέκα γένη, εἰς ἃ τὸ ὂν τέμνεται, ἀρχαὶ δέκα πρῶται ἀλλήλων ἀποδιστάμεναι. δῆλον δὲ καὶ ἐκ τοῦ μηδεμίαν τέχνην τῶν δεικνυουσῶν τινα φύσιν ἐρωτητικὴν εἶναι. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι τῆς ἀντιφάσεως, τῷ μὴ συλλογισμὸν γίνεσθαι ἐξ ἀμφοῖν· οὐ γὰρ δυνατὸν ἀποδεῖξαι τῷ γεωμέτρῃ τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, εἴπερ εἴη δεδειγμένον δυοῖν ὀρθαῖν ἐλάττονας. ἡ μέντοι διαλεκτικὴ ἐρωτητική τίς ἐστιν ἐξ ἑκατέρων συλλογιζομένη μερῶν· ἐρωτῶσα γὰρ εἰ ἡ ψυχὴ ἀθάνατος πρὸς ὁποτερονοῦν τῶν δοθέντων ἀπαντῆσαι παρεσκεύασται καὶ κατασκευάσαι τὸ ἀντικείμενον. εἰ δὲ δεικτική τις ἦν, εἰ καὶ μὴ πάντα, τὰ γοῦν πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν ἠρώτα· μὴ διδόντος γὰρ οὐκ ἂν εἶχεν ἐπαναβεβηκυίας,1 ἐξ ὧν διαλέξεται πρὸς τὴν ἔνστασιν. ἐν μὲν γὰρ τοῖς κατόπιν θεωρήμασιν ἐκ τῶν προτέρων καὶ ὑπὲρ αὐτῶν ὁ γεωμετρικὸς πρὸς τὸν ἐνιστάμενον διαλέξεται, ἐν ἐκείνοις δὲ ἐκ τῶν ὅρων καὶ τῶν κοινῶν ἐννοιῶν· ὅταν δὲ περὶ αὐτῶν τούτων ἀπαιτῆται λόγον, ἐκ τίνων; ἔστι δὲ ἡ πειραστικὴ καὶ ἐριστικὴ ταὐτὸν τῇ διαλεκτικῇ τῷ μὴ ἐφ’ ὡρισμένου βαίνειν. πειραστικὴν δὲ ἐνταῦθά φαμεν οὐχ ἣν πρόσθεν ἐλέγομεν τὴν ὑπὸ τῇ γεωμετρικῇ καὶ τοῖς συζύγοις μαθήμασιν, ἀλλ’ ἑτέραν κοινήν τινα καὶ ἁπλουστέραν, ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις. ἔνεστι γὰρ καὶ τὸν μὴ εἰδότα τὴν ἀντίφασιν ἀπόπειραν λαβεῖν τοῦ μὴ εἰδότος μὲν αὐτὴν προσποιουμένου δέ, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην ἔχων καὶ ἐκ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλ’ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ ἀναγκαῖον ἔχει εἰδέναι τὴν τέχνην. οὐδὲν γὰρ κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν. ὥστε φανερὸν ὡς οὐδενὸς ὡρισμένου γένους ἐστὶν ἣν νῦν πειραστικὴν παραδίδομεν. διὸ καὶ περὶ πάντων ἐστί· πᾶσαι γὰρ τέχναι χρῶνται καὶ κοινοῖς τισιν. ὅθεν καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ διαλεκτικῇ καὶ τῇ τοιαύτῃ πειραστικῇ, καὶ μέχρι τινὸς ἀνακρίνειν ἐπιχειροῦσι τοὺς τὰ τοιάδε ἐπαγγελλομένους διὰ τῶν κοινῶν· ταῦτα γὰρ οὐδὲν ἧττον τῶν ἐπιστημόνων ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω λέγειν. ἐλέγχουσιν οὖν ἅπαντες καὶ μετέχουσιν ἀτέχνως τούτου, οὗ ἐντέχνως ὁ διαλεκτικός. ἐπεὶ δέ ἐστι πολλὰ μὲν ταὐτὰ κατὰ πάντων, οἷον τὰ κοινὰ ἀξιώματα, οὐ τοιαῦτα δὲ ὥστε φύσιν τινὰ εἶναι καὶ γένος, ἀλλ’ ἀόριστα καὶ οἷον αἱ ἀποφάσεις τῶν ὀνομάτων, τὸ οὐχ ἵππος, οὐκ ἄνθρωπος, τὰ δ’ οὐ τοιαῦτα, ἀλλὰ ἴδια τέχνης τινὸς καὶ ὡρισμένα, ἐκ μὲν τῶν ἰδίων οὐκ ἂν εἴη ἄλλη παρὰ τὴν ὁρισθεῖσαν, ἐκ δὲ τῶν κοινῶν ἐνδέχεται περὶ ἁπάντων πεῖραν λαμβάνειν2 καὶ εἶναι τέχνην τινά, καὶ μὴ τοιαύτην οἵαν αἱ δεικνύουσαι. διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων πάντη ὡς ὁ ψευδογράφος· οὐ γάρ ἐστι παραλογιστικὸς ἐξ ὡρισμένων ἀρχῶν ἑνός τινος γένους, ἀλλὰ περὶ πᾶν ἔσται ἐριστικός. Τρόποι μὲν οὖν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων· ὅτι δ’ ἐστὶ τοῦ διαλεκτικοῦ θεωρῆσαι3 περὶ τούτων καὶ γνῶναι, ὅθεν καὶ ὅπως γίνονται, καὶ αὐτὸν δύνασθαι ποιεῖν καὶ ἐλέγχειν καὶ ἀπατᾶν, οὐ χαλεπὸν ἰδεῖν. ἡ γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν· τῷ γὰρ τὰς ἀληθῶς ἐνδόξους εἰδέναι ἕπεται καὶ τὰς φαινομένας.

因为存在被划分进入的十个属,依然同样是彼此隔开的十个第一原理。这也显然可以从论证某种本性的技术无一是提问性的这一点看出来。因为不可随意认可矛盾命题的任何一个肢,这是因为推论并不能从两者中产生;事实上,如果已经证明三角形的三内角小于两直角,几何学家就不可能论证它们等于两直角。然而辩证术是某种提问性的,从[矛盾的]任何一部分出发进行推论;因为在提问灵魂是否不朽时,无论对方给出哪个回答,它都准备好予以应对并确立相反的观点。但如果它是论证性的,即使并非就一切事物而言,它至少不会就第一事物和固有原理提出提问;因为如果[应答者]不予认可,它就不会拥有更高的原理据以针对异议展开对话。因为在后续的定理中,几何学家将依据在先的定理以及高于它们的东西与提出异议者展开对话,而在那些[在先的定理]中则依据定义和公理[进行对话];但当人们就这些本身要求给出说明时,他又能从何出发呢?检验术与争辩术在不基于确定对象进行这一点上与辩证术相同。但我们在此所说的检验术,并不是此前所说的那种隶属于几何学及其同类数学学科的检验术,而是另一种更为共通、更为素朴的检验术,即使没有知识的人也可以拥有。因为即使是不知道该矛盾命题的人,也可以去检验那个同样不知道却假装知道的人;既然[应答者]给出的认可也并非出自他作为拥有科学知识的人所知晓的东西,亦非出自该科学特有的东西,而是出自对所有人而言都是共通且熟悉的东西,知晓这些东西并不必然要求知晓该技术。因为并不妨碍知晓自己所检验之事物的后果的人对该技术一无所知。因此显而易见,我们现在所传授的检验术并不属于任何确定的属。所以它也关涉一切事物;因为一切技术也都会使用某些共通的东西。由此,外行人也在某种程度上使用辩证术和这类检验术,并试图通过共通的东西在一定程度上盘问那些自称拥有此类知识的人;因为他们自己知晓这些东西丝毫不亚于内行,即便他们看起来言辞大为走题。因此,所有人都在进行论驳,并在缺乏技术的情况下参与到辩证家以技术方式参与的事情中。然而,虽然许多东西对一切事物而言都是相同的,如共通的公理,但它们并不是某种本性和属,而是不确定的,类似于名称的否定,如‘非马’、‘非人’,而另一些东西则不然,是属于某种技术且确定的,既然如此,从固有原理出发[产生的技术]不可能有别于被限定的技术,但从共通原理出发却可以对一切事物进行检验,并成为某种技术,且不是像论证性技术那样的技术。因此,争辩者并不在各方面都完全类似于作伪图者;因为他并不是从某一属的确定原理出发进行谬误推理,而是将关涉一切事物进行争辩。 那么,诡辩式论驳的方式就是这些;而且不难看出,对这些进行观照并知晓它们从何而来、如何产生,以及自身能够制造〔它们〕、进行论驳和欺骗,乃是辩证家的本分。因为关于命题的探究方法包含了所有这些观照;因为知晓真正公认的意见,自然也会知晓表面上公认的意见。

语法注3 条
  1. 1.11μὴ διδόντος γὰρ οὐκ ἂν εἶχεν ἐπαναβεβηκυίας

    μὴ διδόντος 为属格绝对结构,其逻辑主语(应答者)由上下文省略补充,表假设条件(“如果[应答者]不予认可”)。阴性宾格复数分词 ἐπαναβεβηκυίας 在语境中修饰/补充所省略的名词 ἀρχάς,意为“更高层次的[原理]”。

  2. 1.11ἐπεὶ δέ ἐστι πολλὰ μὲν ταὐτὰ κατὰ πάντων... ἐκ μὲν τῶν ἰδίων οὐκ ἂν εἴη ἄλλη παρὰ τὴν ὁρισθεῖσαν, ἐκ δὲ τῶν κοινῶν ἐνδέχεται περὶ ἁπάντων πεῖραν λαμβάνειν

    长复合句的骨架结构。由 ἐπεί 引导的原因从句统领了对比性的从属部分(πολλὰ μὲν ταὐτὰ... τὰ δ' οὐ τοιαῦτα, ἀλλὰ ἴδια...),主句相应地由 ἐκ μὲν τῶν ἰδίων... 与 ἐκ δὲ τῶν κοινῶν... 相对比。主句的核心谓语为非人称动词 ἐνδέχεται,统摄并列的不定词 πεῖραν λαμβάνειν 与 εἶναι。

  3. 1.11ὅτι δ’ ἐστὶ τοῦ διαλεκτικοῦ θεωρῆσαι

    属格 τοῦ διαλεκτικοῦ 与动词 ἐστί 连用,构成表示本分、职责或所有的表语性属格(“属于辩证家”、“是辩证家的本分”)。以不定词 θεωρῆσαι 引出的结构充当主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:31.21-32.27