- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:30.14-31.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者将争辩术比作体育竞技中的犯规行为,根据动机区分了追求名利的诡辩家与仅求胜利的好辩者,进而通过作伪图者与几何学家的类比阐明争辩者与辩证家的关系,并通过与第一哲学(神学)的对比解释了辩证术为何缺乏特定的基础主题和本有论证原理。
ἔοικε δὲ ὁ κατὰ τὸ πρᾶγμα παραλογισμὸς τῇ ἐν τῇ ἀγωνίᾳ ἀδικίᾳ· ὡς γὰρ ἐκείνη εἶδός τι ἔχει καὶ καλεῖται ἀδικομαχία, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία τίς ἐστιν ἡ ἐριστική· ἐκεῖ τε γὰρ οἱ πάντα νικᾶν προαιρούμενοι πάντων ἅπτονται καὶ τρέχοντες ἀλλήλοις προσπταίουσι κατέχοντες καὶ σκῶλα τοῖς ποσὶν ὑπορρίπτοντες, καὶ ἐνταῦθα οἱ ἐριστικοὶ τὸν δρόμον τοῦ λόγου ἀνακόπτουσι τοῖς ὁμωνύμοις καὶ ἀμφιβόλοις. οἱ μὲν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες εἶναι δοκοῦσιν, οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμὸν σοφιστικοί· ἡ γὰρ σοφιστική ἐστιν, ὡς εἴπομεν, χρηματιστική τις ἀπὸ σοφίας φαινομένης· διὸ φαινομένης ἀποδείξεως ἐφίενται. καὶ τῶν αὐτῶν μὲν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταί, ἀλλ’ οὐ τῶν αὐτῶν ἕνεκεν, ἀλλ’ ᾗ μὲν νίκης φαινομένης, ἐριστικοί, ᾗ δὲ σοφίας, σοφιστικοί. καὶ γὰρ ἡ σοφιστική ἐστι φαινομένη σοφία ἀλλ’ οὐκ οὖσα. Τούτων οὕτω διαιτηθέντων πάλιν ὡς ἓν τὸν ἐριστικὸν λαμβάνοντες καὶ σοφιστικὸν ζητοῦμεν ἰδεῖν, πῶς ποτε πρὸς τὸν διαλεκτικὸν ἔχει. ἔχει δὲ ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην ὁ ἐριστικὸς καὶ σοφιστικὸς πρὸς τὸν διαλεκτικόν· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, καθάπερ ὁ ψευδογράφος τὸν γεωμέτρην ἐκ τῶν γεωμετρικῶν.1 φθάνει δὲ ὁ ἐριστικὸς κἀν τοῖς μαθήμασιν ἄλλον τρόπον ἢ ὁ πειραστικός. ὁ γὰρ ψευδογράφος εἰ μὲν ἐκ τῶν ἀρχῶν πρόεισι τῶν γεωμετρικῶν, τὸ ὅλον τοῦτο πειραστικὸς συλλογισμὸς ἐν μαθήμασιν· εἰ δὲ ἀπό τινων κοινοτέρων καὶ ὑπερβαινόντων καὶ πολλοῖς ἁρμοζόντων γένεσιν, ἐριστικός· σώζει γὰρ τὸ πρόσχημα. ὥστε ὁ μὲν διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τετραγωνισμὸς καὶ ὁ τοῦ Ἱπποκράτους οὐκ ἐριστικοὶ ἐν τούτῳ, ὁ δὲ τοῦ Βρύσωνος πάντως, καὶ τοὺς μὲν οὐκ ἔστι μετενεγκεῖν ἄλλῃ ἢ πρὸς μόνην γεωμετρίαν διὰ τὸ ἐκ τῶν ἰδίων ἀρχῶν, τὸν δὲ πρὸς πολλά· ᾧ γὰρ χρῆται ὡς ἀξιώματι, φθάνει καὶ ἐν τοῖς ἑτερογενέσιν. ἐπὶ τὰ αὐτὰ δὲ κἀκεῖνο ἀποχρήσει ῥηθέν, οἷον εἴ τις φαίη μὴ βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν, ὅτι οὐκ ἔστι κίνησις κατὰ Ζήνωνα· ἕτερος δὲ δεικνύει μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ τῶν φλεβῶν ἕλκωνται· ἡ γὰρ κίνησις θερμότητα ποιεῖ, ἡ δὲ ἕλκει. τούτων ὁ μὲν πρότερος οὐκ ἰατρικός (ἔστι γὰρ καὶ ἐπ’ ἄλλα τὴν αὐτὴν αἰτίαν εἰπεῖν, οἷον οὐ συμφέρει βαδίσαι εἰς ἀγορὰν ἢ εἰς διδασκαλεῖον, ἐπεὶ οὐκ ἔστι κίνησις), ὁ δὲ δεύτερος ἰατρικός· οἱ γὰρ ἀποδεδομένοι λόγοι μόνης ἰατρικῆς. εἰ μὲν οὖν πάντη ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην καὶ πρός τινας οἰκείας καὶ ὡρισμένας ἠρτᾶτο κἀκεῖνος ἀρχάς, οὐκ ἂν ἦν ἴδιος ὁ περὶ τὰ μαθήματα παραλογισμός, ἀλλ’ ἔφθανεν ὁ διαλεκτικός· νῦν δ’ οὐκ ἔστιν ὁ διαλεκτικὸς περί τι γένος ὡρισμένον οὐδὲ δεικτικὸς οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου καὶ πρῶτος. εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται, ἐφ’ ἃ καὶ ὁ θεολόγος (περὶ γὰρ τὰ ὄντα πάντα ἀμφότεροι καὶ οὐ περί τι ἀφωρισμένον, ὥσπερ αἱ ἄλλαι τῶν ἐπιστημῶν περὶ μὲν γραμμὰς γεωμετρία, περὶ δὲ ἀριθμοὺς λογιστικὴ καὶ ἀριθμητικὴ καὶ περὶ ἄλλο τι ἄλλη), ἀλλ’ οὖν ὁ μὲν συλλογίζεται ἐκ τῶν κοινῶν ἀρχῶν καὶ ἀποδείκνυσιν ἐκ τῶν ἀνωτάτω καὶ καθ’ αὑτό, ὁ δὲ ἐκ τῶν ἐνδόξων, καὶ οὐκ ἀποδείκνυσί τι ἀλλ’ ἐρωτᾷ, καὶ εἰ μὴ λάβοι, ἵσταται· οὐ γάρ ἐστιν αὐτοῦ ὠνομασμένον τὸ ὑποκείμενον, τῷ τε μὴ πάντα ἑνὶ συναιρεῖσθαι γένει ὡς ἄν τις εἴποι τῷ ὄντι, εἴ τε καὶ εἴη, τῷ μὴ οἷόν τε εἶναι ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι τὰ ὄντα.2
关涉事物的谬误推理类似于竞技中的不公;因为正如后者具有某种形式并被称为犯规比赛一样,在辩难中争辩术也是一种犯规比赛。因为在竞技中,那些决意不惜一切取胜的人不择手段,在奔跑时拉扯对方互相绊倒,并在脚下投掷障碍物;而在辩论中,争辩者则以同音异义词和模棱两可的表达打断论辩的进程。因此,为了胜利本身而如此行事的人似乎是争辩性的人和好辩之徒,而为了旨在赚钱的名声而如此行事的人则是诡辩式的;因为正如我们所说,诡辩术乃是凭借表面上的智慧进行的一种谋利之术;所以他们追求表面上的论证。好辩者与诡辩家使用的是相同的论据,但并非为了相同的目的:就追求表面上的胜利而言,他们是争辩性的;就追求智慧而言,他们则是诡辩式的。因为诡辩术乃是表面上的智慧而非真实的智慧。 在这些事情得到如此裁定之后,我们再次把争辩者与诡辩家当作同一者来把握,试图看清他与辩证家究竟处于何种关系。争辩者与诡辩家之于辩证家,正如作伪图者之于几何学家;因为他从辩证术所依据的相同材料出发进行谬误推理,正如作伪图者从几何学的前提出发欺骗几何学家一样。但争辩者进入数学学科的方式与检验者不同。因为作伪图者如果从几何学的原理出发,这在数学中完全是检验性的推论;但如果是从某些更为共通、超越特定领域且适用于许多属的原理出发,他就是争辩性的;因为他保持了伪装的假象。因此,安提丰通过月牙形化圆为方以及希波克拉底的化圆为方在这方面并不是争辩性的,而布律松的则完全是争辩性的;并且前者除了几何学之外不能被转移到其他地方,因为它们出自固有的原理,而后者则可以被转移到许多事物中;因为他作为公理所使用的东西,也适用于属于不同属的事物。所提到的那个例子也足以说明同样的道理:例如有人说饭后散步并非更好,因为按照芝诺的说法不存在运动;而另一个人则表明不应在饭后散步,以免未消化的食物被静脉吸引;因为运动产生热,而热引起吸引。在这些论辩中,前者并不是医学性的(因为人们对其他事情也可以说出同样的原因,比如走到市场上或走到学堂都是不利的,既然不存在运动),而后者则是医学性的;因为给出的理由仅仅属于医学。 因此,如果争辩者之于辩证家在各方面都完全类似于作伪图者之于几何学家,并且他也依附于某些固有且确定的原理,那么关涉数学学科的谬误推理就不会是特有的,而是辩证性的谬误推理就会涵盖它了;但事实并非如此,辩证家并不关涉某个确定的属,也不是任何事物的论证者,也不是像普遍的第一[哲学家]那样的人。因为即使他所探讨的对象与神学家[=第一哲学家]相同(因为两者都关涉一切存在者,而非关涉某种被限定的事物,而其他学问,如几何学关涉线,计算术与算术关涉数,各个其他学问关涉某种其他事物),然而后者是从共通的原理出发进行推论,并从最高和本然的事物出发进行论证,而前者则是从公认的意见出发,并不论证任何事物而是提出提问,如果得不到认可便停滞不前;因为他没有指定的基础主题,这既是因为并非所有事物都能被归入同一个属(正如人们可能称之为‘存在’的那样),也是因为即便如此,存在者也不可能处在相同的原理之下。
- 1.11καθάπερ ὁ ψευδογράφος τὸν γεωμέτρην ἐκ τῶν γεωμετρικῶν
承前省略结构,需补充前文的动词 παραλογίζεται(以谬误推理欺骗),并支配宾格宾语 τὸν γεωμέτρην。介词短语 ἐκ τῶν γεωμετρικῶν 与前一分句中的 ἐκ τῶν αὐτῶν τῇ διαλεκτικῇ 形成平行对仗。
- 1.11τῷ τε μὴ πάντα ἑνὶ συναιρεῖσθαι γένει ὡς ἄν τις εἴποι τῷ ὄντι, εἴ τε καὶ εἴη, τῷ μὴ οἷόν τε εἶναι ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι τὰ ὄντα
两个带冠词的不定式(τῷ μὴ ... συναιρεῖσθαι 与 τῷ μὴ οἷόν τε εἶναι)均为表示原因的与格,用以解释前文为何辩证术“没有指定的基础主题”(οὐ γάρ ἐστιν αὐτοῦ ὠνομασμένον τὸ ὑποκείμενον)。中间插入的 εἴ τε καὶ εἴη 为让步条件分句(“即使如此”)。
