← 佚名

亚里士多德《辩谬篇》释义

§29.9-30.14

论证与辩证的职责及化圆为方中的谬误区分

作者区分了论证、施教与辩证、检验的职责,并以希波克拉底、安提丰和布律松化圆为方的尝试为例,阐释了推论式有缺陷的争辩性推论与学科内部作伪图之谬误推理的异同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#1

11. Καὶ πρὸς τούτοις, εἰ τὸ φάναι καὶ ἀποφάναι ἀξιοῦμεν τοῦ ἀποδεικνύντος εἶναι καὶ διδάσκοντος, τί ποτε δώσομεν τῷ διαλεγομένῳ καὶ πεῖραν λαμβάνοντι; δεῖ γὰρ διαφέρειν· ἔστι γὰρ ἡ πειραστικὴ διαλεκτική τις, ὡς εἴρηται, διὸ περὶ πάντων ἐπισκοπεῖ καὶ θεωρεῖ οὐ τὸν εἰδότα τὴν ἐπιστήμην καὶ ἀκριβῶς ἔχοντα, ἐξ ἧς τὸ πρόβλημα, ἀλλὰ τὸν ἀγνοοῦντα μὲν προσποιούμενον δέ. εἰ δὲ δεῖ περὶ τούτων καὶ πλέον εἰπεῖν, ὁ μὲν κατὰ τὰ κοινὰ τὸ πρᾶγμα θεωρῶν καὶ ἀληθῶς ἔνδοξα (κοινὰ δὲ ἢ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς) διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ ἐριστικός. διττὸς δὲ οὗτος, ὅ τε βεβλαμμένος τῷ σχήματι καὶ μὴ σώζων τὸ εἶδος, ὃς καὶ κυρίως ἐριστικός, κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα (τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστιν,1 ὥσπερ ὁ Καινεὺς ἐποίει συνάγων τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ δύο καταφάσεις λαβὼν ἐν δευτέρῳ σχήματι, ἢ ἐν τρίτῳ τὸ πάντα σοφὸν σπουδαῖον εἶναι, ὅτι ὁ Πιττακὸς ἄμφω), καὶ δεύτερος ὁ μὴ ὢν κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμὸς ὅμως δοκῶν εἶναι τοῖς ἀπειροτέροις ἐκ τῶν οἰκείων τῆς τέχνης ἀρχῶν. τὰ γὰρ ψευδογραφήματα παραλογισμοὶ μέν εἰσιν, οὐκ ἐριστικοὶ δέ, εἴπερ δεῖ τηρεῖν τὴν διαφοράν· οὐ γὰρ ὅ τι ἐστὶ ψευδογράφημα περὶ ἀληθές τι, τοῦτο ἐριστικόν ἐστιν, ἀλλὰ κατὰ τὸ κοινὸν ἔσται παραλόγισμα, τὴν μέντοι κατ’ εἶδος οὐκ ἀπολέσει διαφοράν. τοιοῦτοι δὲ οἷον τὸ τοῦ Ἱπποκράτους τοῦ Χίου ψευδογράφημα ἐπὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν καὶ τὸ τοῦ Ἀντιφῶντος. ὁ μὲν γὰρ ἐν κύκλῳ περιγράψας τετράγωνον τὰ μέσα ἐμβαδὰ τῶν τετραγωνικῶν πλευρῶν καὶ τῆς τοῦ κύκλου περιφερείας καταναλῶσαι ᾤετο διὰ γραφῆς τριγώνων ἰσοσκελῶν, ὡς ἂν τοῦτο λαβὼν ἕξει καὶ τὸ ἐπίλοιπον τοῦ τετραγώνου (τοῦτο δ’ ἦν ὁ κύκλος) τῷ ὡς ἓν ἀμφότερα τὸ ὅλον εἶναι τετράγωνον.2 ἀλλὰ τοῦτο ἀδύνατον τῷ τὸ μέγεθος εἰς ἄπειρα εἶναι διαιρετόν. ὁ μέντοι Ἀντιφῶν ἐπεχείρει διὰ τῶν μηνίσκων ἑτέρως· ἐπεὶ δὲ πραγματειωδεστάτη ἡ τοιαύτη ἀπόδειξις τοῖς ἀγεωμετρήτως ὑμῶν ἐντυγχάνουσιν, παρεῖται. ὅμως μέντοι ἀμφότεροι ὡς ἁπλῶς ἐκ γεωμετρίας τοὺς λόγους ποιούμενοι οὐκ ἐριστικοὶ ἀλλὰ τὸ ὅλον τοῦτο πειραστικοί. ὁ δέ γε Βρύσων κατὰ κοινόν τι τετραγωνίζειν ἐπιχειρῶν καὶ οὐ κατὰ τὸ πρᾶγμα τὸ ὑποκείμενον μᾶλλον ἂν εἴη ἐριστικός· τετράγωνα γὰρ ἐκθέμενος ἐν κύκλῳ τρία, ὧν τὸ μὲν ἐγγράψας τὸ δὲ περιγράψας τὸ δὲ μεταξὺ διαγράψας,3 κοινοῖς ἔπειτα χρῆται λόγοις πρὸς τὴν ἀπόδειξιν οὐ μᾶλλον γεωμέτρῃ ἢ φυσικῷ ἢ ἑτέρῳ τῳ τῶν ἐπιστημόνων προσήκουσιν. ἐπειδὴ γάρ, φησί, τὸ μέσον τετράγωνον καὶ ὁ κύκλος τῶν παρ’ ἑκάτερα τετραγώνων ἄμφω τοῦ μὲν μείζονα τοῦ δ’ ἐλάττονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἀλλήλοις ἐστίν, ἴσος ἔσται καὶ ὁ κύκλος τῷ μέσῳ τετραγώνῳ. ἔστι δὲ ψεῦδος· τὰ γὰρ ὀκτὼ καὶ ἐννέα τῶν μὲν δέκα ἐλάττω τῶν δὲ ἑπτὰ μείζω, οὐκ ἤδη δὲ καὶ ἀλλήλοις ἴσα. καὶ οὐ μᾶλλον ἐν τούτοις ὁ λόγος ἢ ἐπὶ χρόνων καὶ τόπων καὶ σωμάτων ἐφαρμόσει στερεῶν, ὥς γε εἴρηται. ἣν μὲν οὖν ἄν τις ἐπίδοι διαφορὰν ἐνοῦσαν ἀμφοῖν τοῖν παραλογισμοῖν, τοιαύτη τις ἦν· ἡμεῖς δὲ ἀμφοτέρους εἰς ἓν κεφαλαιούμενοι κατὰ κοινόν τι ἐριστικοὺς καὶ φαινομένους συλλογισμοὺς ὀνομάζομεν καὶ τοὺς βεβλαμμένους τῷ σχήματι καὶ τοὺς ψευδογραφοῦντας.

11. 此外,如果我们认为肯定和否定属于进行论证者与施教者,那么我们究竟该把什么赋予进行辩驳与检验者呢?因为两者必须有所不同;正如所说过的,检验术乃是某种辩证术,因此它考察一切事物,并且审视的不是知晓并精确掌握产生问题的学问之人,而是无知却假装知道之人。如果关于这些有必要多说几句的话,那么按照共通之物和真正公认的意见(所谓共通之物,是指被所有人、或被多数人、或被智者们所认可的事物)来考察事物的,是辩证家;而表面上如此行事的,则是诡辩式的和争辩性的。而后者有两类:一类是在推论式上存在缺陷、未保全其形式的人,此人也是严格意义上的争辩者,即便结论为真亦是如此(因为他在‘为何如此’上是具有欺骗性的,就像凯纽斯所做的那样,在第二格中采取两个肯定命题推导说火是按倍数比例[增长]的,或者在第三格中因为庇塔库斯两者皆是便推导说一切智者皆是贤哲);第二类是虽不符合各个学科的方法、但在缺乏经验者看来却似乎出自该技艺本有原理的谬误推理。因为如果必须保持其差别的话,作伪图固然是谬误推理,却并非争辩性的;因为并非任何关于某种真理的伪图都是争辩性的,相反,按照共通之点看它固然是谬误推理,却不会失去其种差。希俄斯的希波克拉底关于化圆为方的伪图以及安提丰的伪图便是如此。因为前者在圆的外侧外接了一个正方形,以为通过作等腰三角形便能耗尽正方形各边与圆周之间的中间面积,从而以为掌握了这一点,就能凭借将两者合为一体而作为整个正方形,从而拥有正方形的剩余部分(而这也就是圆)。但由于量度是可以无限分割的,这是不可能的。然而安提丰则通过月牙形以另一种方式进行尝试;但由于这种论证对于你们当中未通几何的读者而言极为繁重,因而被省略了。然而,这两者完全是从几何学出发来构建论辩的,因而不是争辩性的,而是彻底属于检验性的。然而布律松试图按照某种共通之物、而非按照底层的具体事物来进行化圆为方,因而更算得上是争辩性的;因为他在圆周围列出了三个正方形,内接其一,外接其一,又在其间作其一,随后他在论证中使用了共通的论据,这些论据既不更属于几何学家,也不更属于自然学家或任何其他专门学者。因为他说,既然中间的正方形和圆相对于两边的正方形而言,都大于其一而小于另一,而相对于相同事物既更大又更小的事物彼此相等,那么圆也将等于中间的正方形。但这是虚假的;因为八和九虽然小于十而大于七,却绝不会因此便彼此相等。正如所说过的,这一论据对于这些[数],并不比对于时间、处所和立体物体更为适用。因此,人们所能看出的存在于这两种谬误推理之间的差别,大体便是如此;然而我们将两者概括为一体,按照某种共通的属性,把在推论式上有缺陷者和作伪图者都称为争辩性的和表面上的推论。

语法注3 条
  1. 1.11τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστιν

    名词化的从句 τοῦ διὰ τί(“为何/原因”)充当形容词 ἀπατητικός(“具有欺骗性的”)所要求的宾格性属格,指尽管得出了真结论,但在真实的原因说明上构成欺瞒。

  2. 1.11τῷ ὡς ἓν ἀμφότερα τὸ ὅλον εἶναι τετράγωνον

    带定冠词与格的定式动名词结构 τῷ ... εἶναι 充当表示原因或方式的状语(“凭借两者合为一体而作为整个正方形”)。ἀμφότερα 是不定式的逻辑主语(对格),τὸ ὅλον τετράγωνον 是谓语(对格),ὡς ἓν 则是表示样态的同位短语(“作为单一整体”)。

  3. 1.11ὧν τὸ μὲν ἐγγράψας τὸ δὲ περιγράψας τὸ δὲ μεταξὺ διαγράψας

    关系代词 ὧν 是指代先行词 τρία τετράγωνα 的部分属格,统领随后的三分结构(τὸ μέν ... τὸ δέ ... τὸ δέ)。各分句的主语与分词 ἐγγράψας 等的主语(布律松)一致,而中性冠词/代词 τὸ μέν 等充当各个分词的直接宾语,分别指代内接、外接和居中的正方形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:29.9-30.14