- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:2.36-3.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者通过算筹的比喻阐明事物多于名称所导致的谬误,将追求表面智慧的诡辩家与追求真理的哲学家进行对比,并引出对诡辩反驳的分类探讨。
ἀνάγκη οὖν πλείω τῶν πραγμάτων τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα σημαίνειν.1 ὥσπερ οὖν ἐκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν μηδὲ ψηφολογεῖν ἐπαΐοντες αὐτοί τε ὑπ’ αὐτῶν καὶ ὑπὸ τῶν ἐπιστημόνων καὶ ψηφηφορικῶν παρακρούονται (λάθοι γὰρ ἄν τῷ τάχει τῆς μεταθέσεως, εἰ τοῖς δακτύλοις τοὺς ἀριθμοὺς ἐπισημαίνοι ὁ τῆς λογιστικῆς ἔμπειρος δανειστὴς ἀπατήσας καὶ ζημιώσας τὸν λαμβάνοντα ἀμαθῶς ὁρῶντα καὶ προσομολογοῦντα), τὸν αὐτὸν δήπου τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι καὶ τοῦ ποσαχῶς ἕκαστον λέγεται παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ. ἐπεὶ δ’ ἐστὶ τισὶ μὲν πρὸ ἔργου δοκεῖν μᾶλλον εἶναι σοφοῖς ἢ εἶναι καὶ μὴ δοκεῖν (ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δὲ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ’ οὐκ οὔσης, οἷον ἐν τοῖς ἀρχαίοις Γοργίας Ἱππίας Πρωταγόρας καὶ Πρόδικος), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν ποιεῖν μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. οὐ μέντοι γε κατὰ τὰ αὐτὰ καὶ οἱ φιλοσοφοῦντες ὀρθῶς, ἀλλ’ ὡς πρὸς μόνον τὸ ἀληθὲς ὁρῶντες ἄνευ ἀπάτης τὰς πρὸς ἀλλήλους διαλέξεις καὶ συνουσίας ποιήσονται. ἔστι γὰρ ὡς εἰπεῖν ἓν πρὸς ἓν2 ἔργον τοῦ ἐπιστημονικῶς διαλεγομένου καὶ περὶ ἕκαστον ἀκριβῶς εἰδότος· ἐπεὶ γὰρ ἢ ἐρωτᾷ ἢ ἀποκρίνεται, καὶ ἀμφότερα ὀρθῶς, δεήσει ἐρωτῶντα μὲν οἷς ἐρωτᾷ ἀψευδεῖν καὶ περὶ ὧν ὡς εἰδὼς προτείνεται, ἀποκρινόμενον δὲ δύνασθαι ἐμφανίζειν τὸν ψευδόμενον. ταῦτα δέ ἐστι τὸ μὲν ἐν τῷ δύνασθαι λαμβάνειν λόγον, τὸ δὲ ἐν τῷ δοῦναι, καὶ τὸ μὲν ὀρθὴ ἐρώτησις τὸ δὲ ὀρθὴ ἀπόκρισις. ἀλλ’ ὅπερ ἐλέγομεν, ὡς ἀνάγκη τοῖς βουλομένοις σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν· πρὸ ἔργου γάρ ἐστιν· ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι οὗ τυγχάνουσι τὴν προαίρεσιν ἔχοντες.3 Ὅτι μὲν οὖν ἐστί τι τοιοῦτον λόγων γένος καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον. πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε καὶ ποῖα καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην λέγομεν.
因此,同一个表述和单个名称必然表示较多事物。正如在算筹的情形中,那些不善于移动算筹也不懂得筹算的人,既被他们自己蒙蔽,也被精通筹算与掌握筹算技艺的人蒙骗——因为如果在筹算上有经验的债主用手指打出数目的手势,欺骗并使那因无知而看着并附和的借款人遭受损失,借由变换的迅疾便能瞒过对方——正是以同样的方式,在论辩中,那些对名称的能力以及各名称在多少种意义上被言说毫无经验的人,不仅在自己讨论时,而且在倾听他人时,都会陷入谬误。那么,由于这一原因以及随后将要言及的诸原因,便存在表面上是而实则不是的推论与反驳。既然对于某些人来说,显得智慧胜过于实际智慧却不显如此(因为诡辩术是显得是智慧而并非真智慧,诡辩家则是靠显得是而非实际的智慧谋利的人,正如古人中的高尔吉亚、希庇亚、普罗泰戈拉和普罗狄柯),显然对于这些人而言,显得在履行智者的职分,也必然胜过于实际履行而不显如此。然而,正确从事哲学的人绝不会以同样的方式行事,而是只着眼于真理,毫无欺瞒地进行彼此之间的讨论与交往。因为科学地讨论且对每一事物都有精确认识的人的职分,可以说是两两对应的;因为他要么提问,要么回答,并且两方面都做得正确,所以提问者必须在他所问的问题上不讲虚妄之言,在作为知晓者所提出的问题上亦然;而回答者则必须能够揭露言说虚妄之人。这其中的一项在于能够获取论据,另一项在于给出论据;一项是正确的提问,另一项是正确的回答。但正如我们所说,对于那些意图施行诡辩的人而言,寻求上述论辩的属是必然的;因为这是有利的;因为这种能力将使他们显得拥有他们所追求的事物。那么,存在某种这样的论辩之属,并且我们称之为诡辩家的人追求这样一种能力,这是显而易见的。至于诡辩论辩有多少个种,这种能力在数量上由多少要素构成,该论考的部分有哪些且有多少,以及关于促成这门技艺的其他事项,我们现在予以论述。
- 1.1ἀνάγκη οὖν πλείω τῶν πραγμάτων τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα σημαίνειν.
不定词 σημαίνειν 的逻辑主语是宾格短语 τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα,宾语是中性复数宾格 πλείω(带部分属格 τῶν πραγμάτων)。通过倒装,πλείω τῶν πραγμάτων 被置于句首以示强调。
- 1.1ἓν πρὸς ἓν
副词性短语,意为“一一对应”或“成对对应”。指紧接着阐述的提问者与回答者这两项职分(ἐρωτῶν 与 ἀποκρινόμενος,λαμβάνειν λόγον 与 δοῦναι)构成彼此对应的两两匹配关系。
- 1.1οὗ τυγχάνουσι τὴν προαίρεσιν ἔχοντες
包含先行词的关系代词 οὗ 在关系从句内部充当动词短语 τὴν προαίρεσιν ἔχοντες(“怀有……的抉择/企图”)的宾格性属格,并与主句中充当 φαίνεσθαι 补足语而省略的指示代词(τοιούτους 或 τοῦτο)发生融合与吸引。
