← 佚名

亚里士多德《辩谬篇》释义

§28.5-29.8

通过引入区分来还原谬误的不可能

针对通过在提问中引入区分就能将谬推归结为共同本原的异议,注解者指出区分既无法消除名称与思想的脱节,又混淆了施教与辩证讨论,并且违背了诡辩术依靠欺骗取胜的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#3

Καὶ τοσούτων εἰρημένων ἔτι ἐνίστανται φάσκοντες ὡς ἔστιν ἀναλῦσαι τοὺς ἐλέγχους ὡς εἰς ἀρχὰς κοινὰς εἰς ταῦτα, εἴπερ κατὰ διαίρεσιν αἱ ἐρωτήσεις προτείνοιντο. ἔσται δὲ τοῦτο οὕτως· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί; ἁπλῶς μὲν γὰρ ὁ σιγῶν οὐ λέγει, τρόπον δὲ ἄλλον ἔστι σιγῶντα λέγειν τὰ ἄφωνα δήπου καὶ ἄψυχα πράγματα. ἀλλὰ καὶ πάλιν οὐδ’ οὕτως ἔσται ἃ λέγουσιν· οὔτε γὰρ διαφορὰν αὐτοῖς τὰ τῆς διαιρέσεως ἕξουσιν,1 οὔτε τοὺς τρόπους τῶν σοφισμάτων κατὰ κοινόν τι συνέξουσιν. εἰ γὰρ καὶ μετὰ διαιρέσεως ὁ λόγος προβαίη καὶ ὁ μὲν μηδαμῶς δοίη τὸν σιγῶντα λέγειν, ὁ δὲ συνάξει ὡς δυνατόν, ἁπλῶς μὲν ὁ λόγος ἔσται πρὸς τοὔνομα, ὁ μέντοι ἐρωτήσας πάλιν ἔσται διειλεγμένος παρὰ τὴν τοῦ ἐρωτωμένου διάνοιαν. οὐκ ἄρα οὐδ’ ἐντεῦθεν ἔστι τι γένος λόγων τὸ παρὰ τὴν διάνοιαν, ἀλλά τινες τῶν παρὰ τὴν λέξιν ἔσονται καὶ κατὰ τοὔνομα καὶ παρὰ τὴν διάνοιαν, οἱ πλεῖστοι δ’ οὔ, ὡς πολλάκις εἴρηται, οὐδεὶς δὲ τῶν ἐκτὸς οὔθ’ ὁ παρὰ σύνθεσιν καὶ διαίρεσιν. Ἔπειτα καὶ τὸ ἀξιοῦν οὕτως ἐρωτῶντας διαιρεῖν πῶς ἂν ἔχοι καλῶς; πρῶτον μὲν γὰρ ἔστιν ὅτε ὁ ἐρωτῶν οὐκ οἶδε, ποσαχῶς ἔχει τὸ ἐρωτώμενον· ὃ δὲ μὴ οἶδε, πῶς ἂν διέλοι; εἶτα καὶ χωρὶς ἔστι τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ τὸ μὲν τοῦ καθαρῶς φιλοσοφοῦντος καὶ τὴν ἀχλὺν τῆς ἀγνοίας ἀπὸ τῆς ψυχῆς αἴροντος τῷ ἀνακαθαίρειν καὶ διαρθροῦν τὰ προσπίπτοντα, τὸ δὲ τοῦ διαλεκτικοῦ, ὃς οὐ διδάσκει ἀλλ’ ἐρωτᾷ· προσποιεῖται γὰρ μὴ εἰδέναι. τὸ γοῦν ἐγκελεύειν τοῖς διαλεγομένοις διαιρεῖν φύρειν ἐστὶ τὴν τάξιν καὶ τῶν πραγμάτων συγχεῖν τὴν διαφοράν. ὃ δ’ ἂν μὴ τῷ διαλεκτικῷ δοίη τις, σχολῇ γ’ ἂν τῷ σοφιστῇ,2 ὃς εἰ μὴ καὶ τὰ δῆλα κρύψει καὶ πρὸς πᾶν ἀγνῶτι τῷ προσδιαλεγομένῳ χρήσαιτο, λήσεται διεφθορὼς τὴν τέχνην. τὸ γὰρ κεφάλαιον τῆς ἐπιστήμης αὐτῷ νικῆσαι πρὸς ἀπάτην ἐστί, διαιρῶν μέντοι φανερὸν ποιήσει ὡς ἔχει τὸ πρᾶγμα τῷ μήτ’ ἐσκεμμένῳ μήτε εἰδότι μήθ’ ὑπολαμβάνοντι, ὅτι ἄλλως λέγεται. ἀλλ’ ἡμεῖς μὲν οὕτω, οἱ δὲ τοσοῦτον πρόσκεινται ὡς προσαναγκάζειν καὶ τὰ μὴ διπλᾶ, ἀλλ’ ἑνὸς ὄντα σημαντικὰ καὶ ταῦτα3 προάγειν κατὰ διαίρεσιν. τί γὰρ κωλύει ταῦτα, φασί, τοῦτο παθεῖν; ὡς ἐπ’ ἐκείνων τῶν προβλημάτων ‘ἆρα ἴσαι αἱ τέσσαρες μονάδες ταῖς δυσὶ δυάσιν ἢ οὔ;’ καὶ ὁμώνυμον μὲν ἐν τούτοις οὐδέν, οὐδὲν δ’ ἧττον, φασί, διαίρεσις ἔσται· ὡδὶ μὲν γὰρ ἔσονται ἴσαι, ὡδὶ δ’ οὔ. ἁπλῶς μὲν γὰρ αἱ τέσσαρες μονάδες ὡς ὅλον ταῖς δυσὶ δυάσιν, ἢ ἑκατέρα τῶν δυάδων ταῖς τέσσαρσι μονάσι καθάπαξ οὐκ ἴσαι. καὶ πάλιν, ἆρα τῶν ἐναντίων μία ἐπιστήμη ἢ οὔ; καὶ ἡ διαίρεσις ‘ἔστι δὲ τῶν ἐναντίων τὰ μὲν γνωστὰ τὰ δ’ ἄγνωστα.’ ὃ δ’ ἀνωτέρω περὶ τούτων διετεινάμην, κἀνταῦθα λέγω·4 ἐμοὶ γὰρ δοκεῖ ὁ τοῦτ’ ἀξιῶν ἀγνοεῖν ὡς ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὡς δεῖ τὸν μὲν διδάσκοντα μὴ ἐρωτᾶν, αὐτὸν δ’ ἀφ’ αὑτοῦ λαμβάνοντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ ἐρωτῶντα μὴ διαιρεῖν, καὶ τὸν σοφιστὴν εἰς ἄδηλον συνελαύνειν ἅπαντα· περὶ γὰρ τὸ μὴ ὂν διατρίβων κατὰ τὸν Πλάτωνα εἰς παντάπασι σκοτεινότατον τόπον καταδέδυκε.

即便在说了这么多之后,他们仍旧提出异议,声称如果提问是按照区分来提出的,就能够将诸反驳归结到作为共同本原的这些之中。而这将是如下的情形:“沉默者说话是可能的,还是不可能的?抑或在某种方式下是不可能的,但在另一种方式下是可能的?”因为无条件地讲,沉默者并不说话,但在另一种方式下,述说沉默的事物——这无疑是指无声无生命的事物——是可能的。然而,即便如此,他们所说的也再次不会成立;因为区分的各项对于他们而言既不会具有差别,也不会按照某种共通的东西将诡辩的诸种模式维系在一起。因为即便论辩是在伴随着区分的情况下进行的,并且一人绝不承认沉默者说话,而另一人推导出这是可能的,那么无条件地讲,这一论辩将是针对名称的,然而提问者却又一次违背了被问者的思想进行了讨论。因此,即便从这里也得不出存在任何一种违背思想的论辩之属;相反,基于语言的论辩中有一些既是依照名称的也是违背思想的,但正如屡次说过的那样,大多数并非如此,而独立于语言的论辩以及基于结合与分离的论辩则全非如此。其次,要求提问者如此进行区分又怎么可能是恰当的呢?因为首先,有时提问者并不知道被问及的事物有几种含义;而对于他不知道的事物,他又如何能够加以区分呢?此外,施教与辩证讨论也是两回事:前者属于纯粹从事哲学、通过净化和清晰阐明临近的事物而从灵魂中驱除无知迷雾的人;而后者则属于辩证家,他并不施教而是提问,因为他假装自己不知道。总之,命令进行辩证讨论的人加以区分,乃是扰乱秩序并混淆事物之间的差别。而人们若不肯给予辩证家的东西,就更绝不可能给予诡辩家了;因为诡辩家若不将原本明晰的事物也隐藏起来,并将对话者视作对一切都一无所知的人,他就会不知不觉地毁掉自己的技艺。因为对他而言,这门学问的要旨乃是通过欺骗来取胜,然而通过区分,他却会将事情究竟如何向既未考察过、又不知道、也未曾料想过它具有另一种说法的人显露出来。不过,我们固然持有这种看法,但他们却如此执迷,以至于强迫〔人们〕将那些并非双重含义、而是表示单一事物的东西,也按照区分提出来。“因为有什么能阻止这些事物,”他们说,“也遭遇这种情形呢?”就像在那些问题中:“四个单一体是等于两个二元,还是不等于?”尽管在这些问题中没有任何同名异义的东西,但他们说,即便如此也会存在区分;因为按这种方式看它们是相等的,但按那种方式看则是不相等的。因为无条件地讲,作为整体的四个单一体等于两个二元,或者两个二元中的每一个都绝不等于四个单一体。再如:“相反者的知识是一门,还是不是?”而其区分则是:“相反者中有些是可知的,有些则是不可知的。”但我此前关于这些问题所坚决主张的,在这里我也同样要说:因为在我看来,提出这种要求的人似乎并不知道施教与辩证讨论是两回事,而且施教者不可提问,而必须自己从自身取来〔事物〕向学生阐明,反之,提问者不可加以区分,而诡辩家则必须把一切都赶入隐晦之中;因为按照柏拉图的说法,诡辩家由于盘桓在非存在周围,已经彻底潜入了最黑暗的深处。

语法注4 条
  1. 1.10οὔτε γὰρ διαφορὰν αὐτοῖς τὰ τῆς διαιρέσεως ἕξουσιν

    与格 αὐτοῖς 为表示评判视角的关联与格(“对他们而言”)。主语为中性复数名词短语 τὰ τῆς διαιρέσεως,与复数动词 ἕξουσιν 搭配(中性复数主语与复数动词的一致)。

  2. 1.10ὃ δ’ ἂν μὴ τῷ διαλεκτικῷ δοίη τις, σχολῇ γ’ ἂν τῷ σοφιστῇ

    此为习惯表达 σχολῇ γ’ ἂν ...(“断不至于/更不可能……”)的句式。后半句省略了前半句的动词短语 δοίη τις,形成推论强度的鲜明对比:人们若不肯给予辩证家某种准许,就更不可能给予诡辩家。

  3. 1.10καὶ ταῦτα

    此处的 καὶ ταῦτα 起强调与复指作用(“而且将这些也……”),在不定式 προάγειν 之前重新指代前述短语 τὰ μὴ διπλᾶ, ἀλλ’ ἑνὸς ὄντα σημαντικά。

  4. 1.10ὃ δ’ ἀνωτέρω περὶ τούτων διετεινάμην, κἀνταῦθα λέγω

    关系代词 ὃ 既在从句中作 διετεινάμην 的宾语,又充当主句动词 λέγω 的宾语(“我此前所主张的那些,在此我也要说”)。这种倒装前置突出了对前述观点的重申。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:28.5-29.8