- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:27.3-28.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者指出将反驳区分为针对名称与违背思想是不充分的,理由在于缺少对推论的预先界定以及欺骗原因的定位(在结论、前提或两者皆有),并通过数学检验推论和具体事例证明这两种划分归根结底指涉同一回事。
λείπεται ἄρα τούς τε ἐκτὸς τῆς λέξεως ἅπαντας καὶ τοὺς παρὰ σύνθεσιν καὶ διαίρεσιν ἐκτὸς πίπτειν τῆς εἰσηγημένης παρ’ αὐτῶν διαιρέσεως. ἣν δὲ μὴ ἄφυκτον διαίρεσιν ἐν τοῖς λόγοις ἐκακίζομεν πρότερον, τοιαύτη τίς ἐστι.1 κἀκεῖνο δὲ αὐτοῖς ἔγκλημα τὸ παρόραμα· ὅλως γὰρ ἄτοπον αὐτόθεν τὸ περὶ ἐλέγχων σοφιστικῶν διαλέγεσθαι μὴ πρότερον διαλαβόντας περὶ συλλογισμοῦ· ὁ γὰρ ἔλεγχος συλλογισμός τις. ἔδει οὖν ζητῆσαι περὶ τοῦ ἁπλῶς συλλογισμοῦ πρότερον, εἶτα περὶ τοῦ ἀληθοῦς ἐλέγχου, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος, ἢ τοσάσδε τὰς τῶν σοφισμάτων ἀρχὰς τίθεσθαι ὅσας καὶ ἡμεῖς, ἢ πάντας ἀνάγειν εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν. ἐχρῆν οὖν περὶ συλλογισμοῦ ἐσκέφθαι πρότερον ἢ περὶ ψευδοῦς ἐλέγχου· ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ καὶ εἰ μέλλει γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης ἢ ἐν τῷ συλλογισμῷ μόνῳ εἶναι (λέγω δὲ τοῦτο, ὅταν ἐν τῷ συμπεράσματι), ἢ ἐν τῇ ἐρωτήσει τῇ κατ’ ἀντίφασιν προτεινομένῃ καὶ τῇ πλοκῇ τῶν προτάσεων τῷ διττὸν ἢ ἀμφίβολον εἶναι τὸ δοθὲν ἐν προτάσεσιν, ἢ ἐν ἀμφοῖν· ὁ δ’ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός.2 τὸ μὲν οὖν Σωκράτην βαδίζειν νῦν καθήμενον ἐν τῷ συμπεράσματι τῷ ἐλλεῖψαι· αἱ γὰρ προτάσεις ἄληπτοι·3 τὸ δὲ σιγῶντα λέγειν ἐν τῇ τῆς ἐρωτήσεως ἀντιφάσει καὶ τῷ ἀμφίβολον λαβέσθαι πρότασιν, τὸ μέντοι συμπέρασμα ἀληθὲς τὸ ἔστιν ἄρα σιγῶντα λέγειν. τὸ δ’ ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα, διότι κύκλος, καὶ ὃ μὴ ἔχει δοίη τις, ἐν ἀμφοῖν· ὅ τε γὰρ κύκλος διπλοῦν, ἥ τε ποίησις ὡς περὶ τὰ αὐτὰ στρεφομένη καὶ τὸ παρὰ γεωμέτραις σχῆμα, καὶ τὸ συμπέρασμα ὅτι ἡ ποίησις σχῆμα ἐπίπεδον ψευδές. πάλιν, ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὔ· τί δέ; ὃ μὴ ἔχει τις ταχέως, δοίη ἄν ταχέως; ναί. ἆρ’ οὖν ὃ μὴ ἔχει τις, δοίη ἄν. οὕτω δὲ ἔδει συμπερᾶναι ‘ὃ ἄρα μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως’, καὶ οὕτως ἔδει ἐρωτῆσαι ‘ἆρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει, ἢ οὔ;’ ἀλλ’ οὐχὶ ὃ μὴ ἔχει τις δοίη ἄν. Ἀλλὰ δὴ ὅθεν ἦλθεν ὁ λόγος, ἐπανιτέον, καὶ ἔτι προσωτέρω τοὺς ἐλέγχους ἀγάγωμεν τὴν τῶν οὕτω διαιρούντων ἐπὶ πλέον δόξαν εὐθύνοντες. πότερον οἱ ἐν τοῖς μαθήμασι παραλογισμοί, οἳ καὶ πειραστικοὶ λέγονται, κατὰ τὴν τοῦ ἐρωτωμένου εἰσὶ διάνοιαν ἢ οὔ; ἀλλὰ πῶς ἂν εἶεν; εἰ γὰρ τις καίπερ εἰδὼς ὡς τὸ τρίγωνον σημαίνει πολλά, τό τε σκαληνὸν καὶ ἰσοσκελὲς καὶ ἰσόπλευρον, εἶτα ἐρωτηθεὶς εἰ παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις, καταφήσει βλέπων πρὸς μόνον τὸ ἰσοσκελές, ὁ μέντοι σοφιστὴς συμπεράνῃ ἐπὶ τοῦ σκαληνοῦ τὴν ἀντίφασιν (τούτου γὰρ οὐκ ἴσαι), οὐκ ἂν εἴη διειλεγμένος ὁ ἐρωτήσας κατὰ τὴν τοῦ ἀποκρινομένου διάνοιαν. καὶ ἔτι μᾶλλον, εἰ πολλὰ σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, οἷον τὸ κύων, καὶ δοίη κατὰ πάντων τὸ ὑλακτεῖν, εἶτα συκοφαντεῖται ὡς τὸν ἀστέρα ὑλακτεῖν εἴποι, πῶς οὗτος ἐλεγχόμενος ἔσται ἢ διειλεγμένος ἐκεῖνος; ἆρ’ οὐ παρὰ τὴν διάνοιαν; οὐ γὰρ ὃν οὗτος τῇ διανοίᾳ κύνα ἀπέδωκε, συνῆξεν ἐκεῖνος. ἀλλὰ μὴν ταῦτα δοκεῖ καὶ πρὸς τοὔνομα εἶναι, ὥστ’ ἐκ πάντων συνάγεται μὴ ἑτέρους ἀλλήλων εἶναι.
因此,结论只能是,所有独立于语词的谬推以及基于结合与分离的谬推,都落在了他们所提出的划分之外。而我们此前在讨论中批评为并非无懈可击[并非穷尽]的划分,正是这样一种划分。此外,那桩疏忽也是对他们的指责;因为在根本没有预先界定推论是什么的情况下,就直接讨论诡辩的反驳,这完全是荒谬的;因为反驳乃是一种推论。因此,原本应当首先探究无条件的推论,进而探究真正的反驳,并在发现了何为反驳之后,要么确立与我们所确立的一样多的诡辩本原,要么将它们全部归结为对真正反驳的无知。因此,在考察虚假的反驳之前,本应首先考察推论;因为这种反驳乃是矛盾的表面推论。因此,假若它必然产生,欺骗的原因就必须要么仅在推论之中(我这样说指的是在结论之中),要么在按矛盾提出的提问以及由于前提中所赋予的内容具有双重含义或歧义导致的前提交织之中,要么在两者之中;而在这两者之中都无原因的,则是真正的推论。因此,“现在坐着的苏格拉底正在行走”这一论辩,其原因在于由于欠缺限定条件而在结论之中;因为前提是无可非议的。而“沉默者说话”这一论辩,其原因在于提问的矛盾以及采纳了歧义的前提,然而“因此沉默者可以说话”这一结论却是真的。至于“荷马的诗篇是一个图形,因为它是一个圆环[叙事诗环]”以及“某人会给出他所没有的东西”这两个论辩,其原因则在两者之中;因为“圆环”具有双重含义,既指围绕相同事物展开的诗篇,又指几何学家那里的图形,而“该诗篇是平面图形”这一结论也是假的。再说:“某人会给出他所没有的东西吗?”“不会。”“那又如何?某人会迅速给出他未曾迅速拥有的东西吗?”“会。”“那么某人会给出他所没有的东西吗?”然而,原本应当这样得出结论:“因此,某人未曾迅速拥有的东西,他会迅速给出”;原本也应当这样提问:“某人会像不曾拥有那样给出他所拥有的东西吗,还是不会?”,而不应问是否某人会给出他所没有的东西。不过,我们必须回到论述的出发点,并通过进一步检验如此划分者的观点,将反驳推进得更远。在数学各门学科中的谬推,即也被称为检验性推论的那些谬推,究竟是依照被问者的思想,还是并非如此?但这怎么可能呢?因为,某人即便知道“三角形”表示多种含义——不等边三角形、等腰三角形以及等边三角形——随后被问及是否每一个三角形底部的角都彼此相等,他仅看着等腰三角形作出了肯定回答,然而诡辩家却就着不等边三角形推导出了矛盾(因为这个三角形的底角并不相等),提问者便不可能依照回答者的思想进行了讨论。更有甚者,如果该名称表示多种含义,而回答者既未理解也未料想到这一点,比如“狗”,并承认一切狗都能吠叫,随后被强加诽谤说他声称天狼星也会吠叫,这人怎么能算是被反驳,或者那人怎么能算是进行了讨论呢?难道不是违背了思想吗?因为回答者在思想中所指认的那只狗,提问者并没有推导出来。然而,这些论辩似乎也是针对名称的,因而从一切角度都能得出结论:它们彼此并非不同。
- 1.10ἣν δὲ μὴ ἄφυκτον διαίρεσιν ἐν τοῖς λόγοις ἐκακίζομεν πρότερον, τοιαύτη τίς ἐστι
先行词 διαίρεσιν 被纳入先行于主句的关系分句中的倒装结构。主句的句法骨架为 τοιαύτη τίς ἐστι [ἡ διαίρεσις],意为“我们此前在讨论中批评为并非无法逃避[即不完备、非穷尽]的划分,正是这样一种划分”。μὴ ἄφυκτος 指由于分类项出现遗漏因而并非穷尽完备的划分。
- 1.10ὁ δ’ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός
承接前文语境(δεῖ τὸ αἴτιον τῆς ἀπάτης ἢ ἐν τῷ συλλογισμῷ μόνῳ εἶναι... ἢ ἐν τῇ ἐρωτήσει... ἢ ἐν ἀμφοῖν)的省略性对比句,省略了主语名词与系动词 ἐστί。句法结构应补足理解为:[ὁ συλλογισμὸς] ὁ δ’ ἐν μηδετέρῳ [τὸ αἴτιον ἔχων] ἀληθὴς συλλογισμός [ἐστιν](“而在两者中皆无原因的推论,乃是真正的推论”)。
- 1.10τῷ ἐλλεῖψαι· αἱ γὰρ προτάσεις ἄληπτοι
τῷ ἐλλεῖψαι 是表示原因或理由的带冠词与格不定式。紧接着的 αἱ γὰρ προτάσεις ἄληπτοι 中,形容词 ἄληπτοι 在语境中意为“不可抨击的”、“无可非议的、可接受的”(源自 λαμβάνεσθαι 表示被抓住把柄或受指责的否定形容词)。由于前提本身没有毛病,因而谬误的原因不在于前提,而在于结论存在限定条件上的欠缺。
