- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:24.7-25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论证指出,真正的反驳对应于各门专门科学中无数的证明,因此不可能被穷尽分类;而特定技艺固有的虚假推论同样也是无限的,因此辩证法应当仅限于把握对一切技艺共通的诡辩论题。
9. Οἱ μὲν οὖν ψευδεῖς ἔλεγχοι καὶ συλλογισμοὶ τοσοῦτοι τῷ ἀριθμῷ καὶ τοιοίδε· ἔχομεν δὲ καὶ τὴν διδασκαλικὴν αὐτῶν μέθοδον. τῶν μέντοι ἀληθινῶν ἐλέγχων οὔτ’ ἐπιστήμη τις εὕρηται ἕως νῦν, οὔτε καθ’ ὅσους τρόπους διῄρηνται. τὸ δὲ αἴτιον, ὡς ἐν τοῖς προοιμίοις ἐλέγετο· παρὰ τοσούτοις γὰρ οἱ ἀληθεῖς ἔλεγχοι, παρ’ ὅσοις αἱ ἀποδείξεις. πᾶσαν γὰρ ἀπόδειξιν κατ’ εὐθεῖαν ἔστι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς περᾶναι,1 ἣν δήπου καὶ ἀληθινὸν ἐτίθεμεν ἔλεγχον· οἷον εἰ σύμμετρον ἔφησεν τὴν πλευρὰν τῇ διαμέτρῳ, ἀποδείξει ὅτι ἀσύμμετρος. καὶ ἐπὶ σαφεστέρων, ὁ ἄνθρωπος λογικόν, τὸ λογικὸν ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον· τοῦτο ἀπόδειξις. εἴ τις γοῦν ἐνίσταιτο μὴ ἀληθὲς λέγων τὸ συμπέρασμα, ἐλέγχοντες αὐτὸν τὸ τοῦ συμπεράσματος λαμβάνομεν ἀντικείμενον, ὅπερ καὶ τίθεται, τὸ οὐ πᾶς ἄνθρωπος ζῷον, καὶ μίαν τῶν κειμένων προτάσεων τὴν ἄνθρωπος λογικόν, καὶ συνάγομεν ἐν τρίτῳ σχήματι ἀδύνατόν τι καὶ ἄτοπον· ἀναιροῦμεν γὰρ τι τῶν ὁμολογουμένως ἀληθῶν. εἰ γὰρ οὐ πᾶς ἄνθρωπος ζῷον, πᾶς δὲ ἄνθρωπος λογικόν, οὐ πᾶν λογικὸν ζῷον. ἀλλὰ μὴν ὑπέκειτο καὶ πᾶν. οὐκ ἄρα ἀληθὴς ἡ ἔνστασις ἡ οὐ πᾶς ἄνθρωπος ζῷον· παρ’ ἐκείνην γὰρ τὸ ἀδύνατον. ἀληθὲς ἄρα τὸ πᾶς ἄνθρωπος ζῷον, ὅπερ ἐξ ἀρχῆς ἦν. εἰσὶ μὲν οὖν οἱ ἀληθεῖς ἔλεγχοι κατὰ τὰς ἀποδείξεις, αἱ δὲ κατὰ τὰς ἐπιστήμας, καὶ παμπληθεῖς ἐν ἑκάστῃ. πολλαὶ δὲ αἱ ἐπιστῆμαι καὶ οὔπω πεπέρανται· ὅσαι γὰρ ἐν τῷ λείποντι τοῦ χρόνου φανήσονται, προσθήκη ταῖς οὔσαις ἔσονται. χρόνος γὰρ ἐκ περιττοῦ, καὶ ἐν ἑκάστῳ γένοιτ’ ἂν καὶ ἐν τῷ παντί,2 ἥ τε τῶν πραγμάτων τοῦτο προσαναγκάζει φύσις ἀνεξάλειπτον ἔχουσα καὶ τὴν φθορὰν καὶ τὴν γένεσιν. ὥστε οὐ δεῖ πειρᾶσθαι ἀφωρισμένως λαμβάνειν, παρ’ ὁπόσα ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δ’ οὐδεμιᾶς ἐστι τέχνης, οὐδέ τις οἶδε τά τε ὄντα τά τ’ ἐσόμενα τὰ προεόντα τε, θεὸς δ’ ἂν τοῦτο μόνος ἔχοι τὸ γέρας. εἰ οὖν μὴ οἷόν τε πάντα τὸν αὐτὸν εἰδέναι ἄνθρωπον, παρὰ δὲ τὰς ἐν ἑκάστῃ ἐπιστημονικὰς οἱ ἀληθεῖς ἔλεγχοι (ἄλλοι μὲν γὰρ παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, καὶ παρὰ τὰς ἐν ἰατρικῇ ἕτεροι καὶ παρ’ ἄλλας ἄλλοι), οὐδὲ κοινήν τινα μέθοδον αὐτῶν ἀποδοῦναι δυνατόν. καὶ τί δεῖ ἐπὶ τούτων προσαπορεῖν; μικροῦ δεῖν οὐδ’ οἱ ψευδεῖς ἐν ὡρισμένοις· ἐν ἀπείροις γὰρ καὶ οὗτοι. οἱ γὰρ πειραστικοὶ καὶ κατὰ μέρος ἄπειροι τῷ καθ’ ἑκάστην τέχνην δύνασθαι καὶ ψευδῆ συλλογίζεσθαι,3 οἷον κατὰ γεωμετρίαν γεωμετρικῶς, καὶ κατὰ τὴν ἰατρικὴν ἰατρικῶς· λέγω δὲ κατὰ τέχνην τὸ κατὰ τὰς ἐκείνης ἀρχάς. δῆλον οὖν ὡς οὐ πάντων τῶν ἐλέγχων, ὡς ἂν καὶ τῶν ἀληθινῶν καὶ τῶν πειραστικῶν, ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν μόνον ληπτέον τοὺς τόπους, οὓς καλοῦμεν σοφιστικούς· οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν.
9. 因此,虚假的反驳和三段论在数量上便是这么多,且具有这样的性质;我们也掌握了传授它们的方法。然而对于真正的反驳,至今尚未发现任何专门知识,亦未查明它们分为多少种方式。其原因正如同在导论中所说的那样:因为真正的反驳与论证具有同等的数量。因为对于任何直接论证,也都可以通过归谬法来进行推演,而归谬法正是我们所认定的真正的反驳;例如,如果有人声称边与对角线是可通约的,〔反驳者〕将论证它是不可通约的。以更明晰的例子而言:“人是有理性的,有理性的存在是动物,因此人是动物”;这就是论证。假若有人提出异议,声称结论不真,那么在反驳他时,我们便取结论的相反命题——即所设定的“并非每个人都是动物”,以及已设定的前提之一“人是有理性的”,并在第三格中推导出一个不可能且荒谬的结果;因为我们否定了公认为真实的事情之一。因为如果“并非每个人都是动物”,但“每个人都是有理性的”,那么“并非每个有理性的存在都是动物”。然而先前已经假定“每个”都是如此。因此“并非每个人都是动物”这一异议不真;因为不可能的结果正是因它而产生的。因此原初的“每个人都是动物”是真实的。因此,真正的反驳依凭于论证,而论证依凭于各门科学,且在每一门科学中都极多。而且科学门类众多,尚未穷尽;因为在剩余的时间里将要出现的科学,都将是对现存科学的补充。因为时间是无尽充裕的,在每一个部分以及在全体之中皆可生成,且事物兼具不可磨灭的生灭之本性亦迫使如此。因此,若不具备关于一切存在者的科学,便不应当试图确切地限定那些被真正反驳的人究竟依凭多少原因被反驳。而这并不属于任何一门技艺,亦无人知晓当下存在的事物、将要存在的事物以及过往存在的事物,唯有神才能拥有此项特权。因此,如果同一个人不可能知晓一切事物,而真正的反驳又依凭于各门科学中的专门前提(因为有些依凭几何学中的原理,另一些依凭医学中的原理,其余的则依凭其他原理),那么便不可能为它们提供某种共通的方法。又何必在此类问题上多生疑惑?几乎连虚假的反驳也不在被限定之列;因为这些反驳同样属于无限之列。因为检验性的以及个别的反驳由于在每门技艺中皆能推导出虚假的三段论而具有无限性,例如在几何学中依几何学方式推演,在医学中依医学方式推演;我所谓依技艺推演,是指依照该技艺的原理。显然,因此不应当把握一切反驳的论题——如同兼顾真实反驳与检验性反驳那样——而只应当把握属于辩证法的〔反驳〕的论题,即我们所谓的诡辩论题;因为这些论题对于一切技艺和能力都是共通的。
- 1.9πᾶσαν γὰρ ἀπόδειξιν κατ’ εὐθεῖαν ἔστι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς περᾶναι
此处为非人称动词 ἔστι 搭配不定式 περᾶναι 的句式,表示“可能完成/推演……”。宾格短语 πᾶσαν ἀπόδειξιν κατ’ εὐθεῖαν 作 περᾶναι 的逻辑宾语,其中介词短语 κατ’ εὐθεῖαν(直接地)修饰 ἀπόδειξιν,并与后文的介词短语 διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς(通过归谬法)形成对比。
- 1.9χρόνος γὰρ ἐκ περιττοῦ, καὶ ἐν ἑκάστῳ γένοιτ’ ἂν καὶ ἐν τῷ παντί
介词短语 ἐκ περιττοῦ 用作状语或表语,意为“充裕地/无尽地”,表明时间的充盈无限。随后的带 ἄν 的愿望语气(γένοιτ’ ἂν)表潜在可能,承前以 χρόνος 为主语,表示时间在每个单独部分(ἑκάστῳ)以及在全体之中(παντί)皆可展开或生成。
- 1.9τῷ καθ’ ἑκάστην τέχνην δύνασθαι καὶ ψευδῆ συλλογίζεσθαι
定冠词带与格不定式(τῷ δύνασθαι)用作原因与格,解释前文 ἄπειροι(无限)的依据。不定式 δύνασθαι 带互补不定式 συλλογίζεσθαι,而 ψευδῆ(中性复数宾格)作 συλλογίζεσθαι 的直接宾语。
