- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:23.8-24.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《诡辩篇》第8章的注解。指出所有表面上的反驳与谬误推论皆可归结为真正反驳定义的诸组成部分的缺失,并得出结论:诡辩反驳并非绝对意义上的反驳,而仅是相对于应答者不当承认的相对性反驳。
οἱ γὰρ ἀκροαταὶ ἐν ταῖς διαλέξεσι κριταὶ τῆς νίκης τοῖς ἀγωνιζομένοις κάθηνται· ὡς γοῦν οὗτοι διατεθῶσι, τοῖς λόγοις τὸ κῦρος ἕπεται. πλὴν ἐπί τινων διὰ τὸ πρόδηλον, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμὸν συμπεραινομένου τοῦ σοφιστοῦ οὐκ ἄφωνοι μένουσιν οὔθ’ οἱ ἀκροαταὶ οὔθ’ οἱ ἀποκρινόμενοι, ἀλλ’ ἅμα συμβαίνει προσερωτᾶν αὐτοὺς τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ὁ Σωκράτης καθήμενος βαδίζει (ἐλέγξει γάρ, ὡς παρείθη τὸ δύναται),1 καὶ ἔστιν ἄρα λίθον· οὔ φασιν, ἀλλ’ ἔστι λίθος. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοί. ὁ δὲ φαινόμενος ἔλεγχος παρὰ τὴν ἔκπτωσιν τῶν μορίων τοῦ ἀληθοῦς, καὶ εἴπερ οὐκ ὄχλος τὰ αὐτὰ διὰ τὸ σαφὲς πολλάκις λέγειν, ἐπεὶ ἀληθὴς ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα, φανείη ἂν ψευδὴς ἔλεγχος ἑκάστου τῶν μορίων ἐκλείποντος τῶν κατὰ τὸν ἀληθῆ. οἷον ὁ παρὰ τὸ μὴ αἴτιον τιθέμενος ὡς αἴτιον καὶ ἀπάγων εἰς τὸ ἀδύνατον οὐκ ἐκ τῶν κειμένων ἤχθη οὐδὲ τῷ ταῦτα εἶναι συμβέβηκεν (ἔδει δέ), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, ὅ τε κατὰ συμβεβηκὸς παρὰ τὴν ἔλλειψιν τοῦ καθ’ αὑτό (τούτῳ συνυπήχθη καὶ ὁ παρὰ τὸ ἑπόμενον)· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ ψιλοῦ τοῦ λόγου καὶ τοῦ ὀνόματος συνάγειν τὴν ἀντίφασιν, ὡς ἐπὶ τῶν ὁμωνύμων καὶ ὁμοιοσχημόνων καὶ ἀμφιβόλων καὶ τῶν παρὰ προσῳδίαν, ὅ τε κατὰ σύνθεσιν καὶ διαίρεσιν παρά τε τὸ ἐνδεῆ ληφθῆναι [τὸν] ἐν τῷ συμπεράσματι 〈τὸ〉 κατηγορούμενον τῆς πρώτης θέσεως καὶ τὸ φύρειν τὸ δυνάμει καὶ ἐνεργείᾳ. παρὰ τὴν ἔλλειψιν δὲ καὶ τοῦ τῆς προτάσεως ὅρου καὶ τοῦ συλλογισμοῦ ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς· οὐ γὰρ ἐκ τῶν δοθέντων. πῆ γὰρ ἢ ποῦ ἢ πρός τι ἢ ποτὲ δοθέντος εἶναι ἢ μὴ εἶναι ἁπλῶς ἐπάγει, ἢ τὸ ἔμπαλιν, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτό. ἔτι παρὰ τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ2 ὁ τὸ ἐν ἀρχῇ λαμβάνων. ὥστ’ ἔχομεν, παρ’ ὅσα μὲν γίνονται οἱ παραλογισμοί· παρὰ πλείω δὲ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες. Ὑπὲρ ἁπάντων δὲ κοινῶς ἀποφαινόμενοι λέγομεν ὡς πᾶς σοφιστικὸς ἔλεγχος ἢ συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἢ ἔλεγχος, ἀλλὰ πρὸς τινα· πρὸς γὰρ τὸν μὴ καλῶς ἀποκρινόμενον. ἂν γὰρ μὴ λάβοι ὁ περιέργως ἐρωτῶν ὅ τε παρὰ τὸ ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην ὅτι ταὐτὸν τὸ δεικνύειν καὶ δακρύειν καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτ’ ἔλεγχοι οὔτε συλλογισμοὶ οὔθ’ ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον.3 ἂν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται, ἁπλῶς δ’ οὐκ ἔσονται· οὐ γὰρ ἓν τῇ ἀληθείᾳ σημαίνειν εἰλήφασιν, ἀλλὰ φαινόμενον καὶ παρὰ τοῦδε.
因为在辩论中,听众作为胜负的评判者端坐于争辩者面前;无论他们作何种倾向,论证的效力便随之确定。不过在某些情况下,由于显而易见,例如在诡辩家依凭文词和倒装错格得出结论时,听众和应答者都不会保持沉默,而是会随即追问所欠缺之处并揭示其虚假,例如“苏格拉底坐着行走”(因为人们会反驳说,省略了“能够”),以及“所以[它]是石头[宾格]”;他们回答说“不,是石头[主格]”。因此,如果关于矛盾的谬误推论源于表面上的反驳,那么显然产生虚假结论的三段论也将源于同样多的原因。而表面上的反驳源于真正反驳的组成部分的缺失;如果为了明晰起见多次重申同样的内容并非累赘,那么既然真正的反驳是针对同一且单一的事物的矛盾以及其余诸项规定,那么随着属于真正反驳的各个组成部分的缺失,虚假的反驳便会呈现出来。例如,将非原因当作原因提出并归谬的反驳,并非由已设定的前提推导而出,亦非由于这些前提的成立而产生(但这本是必需的);将两个问题当作一个问题的反驳违背了单一前提的规定;偶性反驳源于对本然规定的缺失(推论后果的谬误亦归入此类)。此外,并非在事物本身上,而是在单纯的言辞和名相上推导出矛盾,如在同名异义、形态相似、双关歧义以及依凭抑扬读音的情形中;结合与分离的谬误则源于原初命题的谓项在结论中被不完全地摄取,以及混淆了潜能与现实。依凭特定方面与绝对而言的谬误则源于前提定义和三段论定义的双重缺失;因为这并非从所承认的前提中推导出来的。因为在承认某物在特定方面、某处、对某物而言或在某个时刻存在或不存在时,它却绝对地推导出存在或不存在,或反之亦然,并在相同方面和对相同事物而言。此外,乞求原论者是由于未曾将原初论点一并列入前提之中。因此,我们把握了谬误推论究竟依凭多少原因产生;它们不可能源于更多原因,而全都将源于上述原因。 对这一切作出普遍判定,我们指出:任何诡辩的反驳或三段论都不是绝对意义上的三段论或反驳,而只是相对于某人而言的——即相对于未妥当应答的人而言的。因为如果刁难发问者在同名异义的情形中未曾取得它表达单一意义的前提,在形态相似的情形中未曾取得证明与流泪是同一的前提,并在其余情形中亦是如此,那么无论绝对而言还是相对于被提问者而言,就既不存在反驳也不存在三段论。但如果他们取得了这些前提,那么它们相对于被提问者而言将成立,但绝对而言则不成立;因为他们并未在真理上取得表达单一意义的前提,而只是表面上的并且是从此人处取得的。
- 1.8ἐλέγξει γάρ, ὡς παρείθη τὸ δύναται
第三人称单数将来时动词 ἐλέγξει 的主语省略,在语境中指代听众或应答者中的某人。ὡς 表原因(“因……/理由是……”),指出在“苏格拉底坐着行走”的命题中,由于省略了模态词 δύναται(“能够”),因而构成了反驳的理由。
- 1.8ἔτι παρὰ τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ
介词 παρά 后接中性单数宾格定冠词 τό 表示原因,但其内部直接嵌套了一个属格独立结构(μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ)。在句法上,这相当于一个冠词性不定式结构(παρὰ τὸ μὴ συναριθμεῖσθαι τὸ ἐν ἀρχῇ),以此表达原因:“由于最初的论点未被一同列入前提之中”。
- 1.8οὔτ’ ἔλεγχοι οὔτε συλλογισμοὶ οὔθ’ ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον
这是条件从句 ἂν γὰρ μὴ λάβοι...(“因为若不取得……”)的主句结果节。谓语动词 ἔσονται(“将成立/存在”)在此被省略,与后文中明确给出的动词形成呼应与对比(ἂν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται)。
