- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:25.6-25.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者论述了第一哲学、辩证法与诡辩术之间的类比关系,并说明考察基于共通原理的表面反驳及其解决方案正是辩证家的职责所在。
ὑποδύεται γὰρ ἡ σοφιστικὴ τὴν διαλεκτικὴν ὥσπερ ἐκείνη τὴν πρώτην φιλοσοφίαν. τοῦ γὰρ πρώτου φιλοσόφου ἐπαγγελλομένου καθ’ αὑτὸ τὰς κοινὰς τῶν ἐπιστημῶν καὶ ἀνωτάτω εἰδέναι ἀρχὰς καὶ τὰς ἀποδείξεις συγγενεῖς ἐπάγοντος, ὁ διαλεκτικὸς τούτων μὲν ὑφεῖται, περὶ μέντοι τὰ πιθανὰ καὶ κοινὰ διατρίβων καὶ ἀληθῶς ἔνδοξα τοῦ πρώτου καὶ ὑπὲρ αὐτὸν ἀντιποιεῖται σχήματος.1 κατὰ τὰ αὐτὰ δήπου καὶ ὁ σοφιστής, τοῦ διαλεκτικοῦ ἐκ τῶν ἀληθῶς ἐνδόξων συνάγοντος τὴν ἀντίφασιν, αὐτὸς ἔκ τινων κοινῶν καὶ φαινομένων ἐνδόξων, ψευδῶν μέντοι τοῦτο ποιῶν τὸ τοῦ διαλεκτικοῦ ποιεῖν ἔργον δοκεῖ. ὥστε τὸν μὲν καθ’ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ κατὰ τοῦτο τὸ μέρος ἐπιστήμονός ἐστι θεωρεῖν, εἴ γε μὴ ὢν φαίνοιτο, εἴ τ’ ἔστι, διὰ τί ἐστι· τὸν δὲ κοινὸν καὶ ὑπ’ οὐδεμίαν τέχνην τῶν διαλεκτικῶν.2 εἰ γὰρ ἔχομεν διὰ τῶν Τοπικῶν, ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν καὶ ἐξ ὧν οἱ φαινόμενοι ἔλεγχοι καὶ σοφιστικοί. ὁ δὲ ἔλεγχός ἐστιν, ὡς πολλάκις ἐλέχθη, ἀντιφάσεως συλλογισμός, τοῦτο δὲ ἢ δι’ ἑνὸς ποιεῖ συλλογισμοῦ, ὃ καὶ σπάνιον (εὐφώρατον γάρ), ἢ διὰ δύο, ὃ καὶ πλεῖστον, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγεται. καὶ ὅταν μὲν ἐν ἑνὶ συλλογισμῷ, δεῖ τὴν ἀντίφασιν ἔχειν τὴν μείζω πρότασιν ὡς ἐκεῖνα ‘ὁ ἄνθρωπος ζῶον, τὸ ζῶον καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ ὁ ἄνθρωπος οὕτω· καὶ ἡ ἰατρικὴ ὑπόληψις καὶ οὐχ ὑπόληψις, ὅτι καὶ ἡ ἐπιστήμη, ὑφ’ ἣν ὡς εἶδος.’ δι’ ἄλλου δὲ καὶ ἄλλου, ὡς ἡ ἀνδρεία καὶ ἀγαθὸν καὶ κακόν, τὸ μὲν ὅτι ἀρετὴ τὸ δὲ ὅτι τραυμάτων καὶ σφαγῆς αἰτία. ἔχομεν ἄρα παρ’ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι. εἰ δὲ τοῦτ’ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν· αἱ γὰρ τούτων ἐνστάσεις λύσεις εἰσίν. ἃ γὰρ ἐνιστάμενοι προφέρομεν τοῖς ὑλακτεῖν τὸν ἐν θαλάσσῃ κύνα συνάξασιν, ὡς οὐκ ἐπ’ αὐτοῦ σημαινομένου τὸ ὑλακτεῖν δεδώκαμεν ἀλλ’ ἐπὶ τοῦ χερσαίου, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως, τούτοις αὐτοῖς καὶ τὸ σόφισμα λύομεν.3 ἄνω δὲ καὶ κάτω φαινομένους ἐλέγχους λέγομεν οὐχ ὁτῳοῦν· οὐ γὰρ τῷ τυχόντι καὶ ἰδιώτῃ ἀλλὰ τοῖς τοιοῖσδε τοῖς ἐν φιλοσοφίᾳ καὶ ἐπιστήμοσιν. ὁ γὰρ μὴ εἰδὼς ἐξ ὧν ἀπατηθήσεται, ἄπειρα ἕξει τὰ ἀπατήσοντα· ἀόριστα γάρ ἐστιν, ἐάν τις σκοπῇ, παρ’ ὁπόσα φαίνονται τοῖς τυχοῦσιν· οἱ μέντοι ἐπιστήμονες οἴδασι, κατὰ τίνα τῶν τρόπων τόδε προέβη τὸ σόφισμα. ὥστε φανερὸν ὡς ὁ διαλεκτικὸς μόνος δύναται λαβεῖν καὶ γνῶναι, κατὰ τίνας αἰτίας καὶ πόσας γίνονται διὰ τῶν κοινῶν ἀρχῶν, καὶ μόνος οὗτος τόν τε ὄντα ἔλεγχον διακρινεῖ καὶ φαινόμενον καὶ τὸν διαλεκτικὸν ἢ φαινόμενον διαλεκτικὸν ἢ πειραστικόν.
因为诡辩术假扮为辩证法,正如辩证法假扮为第一哲学一样。事实上,第一哲学家声称凭自身认识各门科学共同且最高的原理,并提出同类的论证,而辩证家虽在这些方面退让,却通过从事于有说服力的、共通的以及真正通行的观念,要求获得第一哲学家、乃至超越他的身段。完全同样地,诡辩家亦复如此:辩证家从真正通行的观念中推导出矛盾,而他自己则凭借某些共通且表面通行、实则虚假的观念来进行推导,从而显得是在做辩证家的工作。因此,考察对应于每门科学的反驳——考察它是否在不是[反驳]时显得是,以及如果它是[反驳],为何是——属于该部门的专门学者;而考察共通且不隶属于任何单门技艺的反驳,则属于辩证家。因为如果我们通过《论题篇》已经掌握了关于任何事物通行三段论所由以产生的根据,我们也就掌握了表面反驳和诡辩反驳所由以产生的根据。正如屡次所说,反驳是关于矛盾的三段论,而产生这种矛盾要么通过单一的三段论——这种情况少见,因为易被识破——要么通过两个三段论,这是最常见的情况,如《分析篇》中所说。当在单一的三段论中时,大前提必须包含矛盾,例如那些例子:“人是动物,动物既是白的又不是白的,人亦如此”;以及“医学既是判断又不是判断,因为医学作为种所从属的科学也是如此”。而通过不同的三段论时,则例如:“勇敢既是善又是恶,一方面因为它是德性,另一方面因为它导致伤口与屠杀”。因此,我们掌握了所有此类反驳依凭多少原因而成立。如果我们掌握了这一点,我们也就掌握了解决方案;因为对这些反驳的异议就是解决方案。因为针对那些推导出海中之犬吠叫的人,我们提出异议时所举出的依据——即我们承认吠叫并不是在其意义下,而是在陆地之犬的意义下——以及在其他情况下的类似依据,正是凭借这些依据我们解决了该诡辩。但我们在各处所谓表面反驳,并不是指对任何人而言皆如此;因为不是对随意的外行而言,而是对从事哲学和具有专门知识的此类人而言如此。因为不知晓自己因何受欺骗的人,将会有无数令其受欺骗的事物;因为若加考察,对随意之人显得如此的原因是无法限定的。然而专门学者知晓,这个诡辩是按照何种方式产生的。因此显而易见,唯有辩证家能够把握并认识,通过共通原理它们依凭哪些原因且依凭多少原因产生,并且唯有他能区分真实的反驳与表面反驳,以及区分辩证反驳、表面辩证反驳或检验性反驳。
- 1.9τοῦ πρώτου καὶ ὑπὲρ αὐτὸν ἀντιποιεῖται σχήματος
动词 ἀντιποιεῖται 支配属格,意为“声索”、“要求据为己有”。修饰 σχήματος 的 τοῦ πρώτου 既可理解为“第一种身段”,但鉴于前文的 τοῦ πρώτου φιλοσόφου 以及紧随其后的 καὶ ὑπὲρ αὐτόν(甚至超越他),此处作所有格理解,意为“第一哲学家的身段,乃至超越他的身段”。
- 1.9τὸν δὲ κοινὸν καὶ ὑπ’ οὐδεμίαν τέχνην τῶν διαλεκτικῶν
承接前句 τὸν μὲν καθ’ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ κατὰ τοῦτο τὸ μέρος ἐπιστήμονός ἐστι θεωρεῖν 的高度省略句。在 μέν...δέ 的对比结构中,宾格 τὸν κοινὸν [ἔλεγχον] 省略了补足语 [ἐστι θεωρεῖν],而 τῶν διαλεκτικῶν 则充当表示所有或所属的属格谓语(“属于辩证家”)。
- 1.9ἃ γὰρ ἐνιστάμενοι προφέρομεν... τούτοις αὐτοῖς καὶ τὸ σόφισμα λύομεν
由相关代词 ἅ ... τούτοις αὐτοῖς 构成的倒置结构。主句的主干为 τούτοις αὐτοῖς καὶ τὸ σόφισμα λύομεν(正是凭借这些我们解决了该诡辩),置于前方的关系从句 ἃ ... προφέρομεν(我们在提出异议时所引用的内容)整体被指示代词与格 τούτοις αὐτοῖς 所承接。
