- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:22.8-23.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者指出了表面上的反驳与诡辩反驳共享相同的十三种方式,以几何学谬误为例阐明考问性反驳的性质,并界定了辩证术、考问术与诡辩术的异同。
8. Ἐπεὶ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρ’ ὁπόσα οἱ σοφιστικοί· ταὐτὸν γὰρ ἄμφω, ἢ μικρὸν τὸ διάφορον. παρὰ δὲ τοὺς τρισκαίδεκα τρόπους ἐκεῖνοι· παρὰ τοσούτους καὶ οὗτοι. καλῶ δὲ σοφιστικὸν καὶ φαινόμενον ἔλεγχον οὐ μόνον τὸν ἁμαρτόντα τοῦ εἴδους τοῦ συλλογιστικοῦ, ὡς ἂν ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν ἔν τινι τῶν σχημάτων ἢ ἐξ ὅλων καταφατικῶν ἐν τῷ μέσῳ πλεκόμενον, ἀλλὰ καὶ τὸν ὑγιαίνοντα μὲν ἐν τούτῳ, φαινόμενον δὲ καὶ οἰκεῖον τοῦ πράγματος ὡς ἂν ἐκ τῶν ἀρχῶν τῆς προκειμένης ἐπιστήμης ἀγόμενον, μὴ μέντοι διὰ τέλους τοῦτο φυλάττοντα,1 ἀλλὰ τοῖς ἀληθέσιν ἔξω ψευδῆ παρενείροντα. εἰσὶ δ’ οὗτοι οὓς καὶ πειραστικοὺς ἐν τοῖς κατ’ ἀρχὰς ὡριζόμεθα. τὸ γὰρ δεικνύειν τὴν μίαν τοῦ τριγώνου πλευρὰν μείζονα τῶν λοιπῶν ἐναντίον ἢ τὸ ἀληθὲς ἔχει· παντὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσὶ πάντη μεταλαμβανόμεναι. πῶς μὲν γεωμετρικὸς ὁ λόγος, τῷ ἁπλῶς τρίγωνα λαμβάνειν καὶ γραμμὰς ἐκτείνειν καὶ κύκλους περιάγειν, τῷ δ’ αὖ ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν, καὶ γράφειν μὴ ὡς ἂν γραφεῖεν οὐ γεωμετρικός. ὅθεν συνθλίβει μὲν ὁ πειραστικὸς εἰς ἀντιφάσεις τὸν προσποιούμενόν του ἐπιστήμονα εἶναι καὶ ἐπ’ ὠφελείᾳ ἔστιν οἷς (ἀφαιρεῖται γὰρ αὐτῶν τὴν ματαίαν δοξοσοφίαν), φαινόμενος δέ, ὥς γε εἴρηται, οἰκεῖος τοῦ πράγματος πάντη οὐκ ἔστιν· οὐ γὰρ ἂν ἴσχυσεν ἐλέγξαι τοιοῦτος ὁ παρὰ Πλάτωνι Εὐθύφρων καὶ Γοργίας.2 ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἐκ τῶν κοινοτάτων ἀρχῶν καὶ ἐνδόξων λαμβάνει, ἐδείχθη δὲ καὶ ἡ πειραστικὴ ἐκ τῶν προσεχῶν τῇ κατὰ μέρος ἐπιστήμῃ καὶ ἰδίων, εἴη ἄν τις ἐν ταύταις κοινωνία, καὶ ἔστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, καὶ δύναται ψεῦδος συλλογίζεσθαι δι’ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς ὡς αἱ μὲν δῆλον ποιοῦσιν ἀντίφασιν συλλογιζόμεναι τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοιαῦτά τινα), οἱ μέντοι σοφισταὶ ἄν ποτε καὶ συλλογίζονται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ ἀμφίβολα οὐδεὶς οἶδε τῶν ἀκροωμένων, εἰ τὴν ἀντίφασιν συνάγουσι. Τοσαῦτα γοῦν παρειπόντες πάλιν ἀνιόντες λέγομεν. ὅτι μὲν οὖν ἔχομεν πάντας τοὺς ἐριστικοὺς τρόπους τῇ αὐτῇ μεθόδῳ δῆλον. ἔτι δὲ καὶ ἐντεῦθεν· παρ’ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογίσθαι καλῶς, παρὰ ταῦτα κἂν τῷ ἀποκρινομένῳ δόξει. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ ἄλλο τι τῶν ἀπηριθμημένων, καὶ ὁ ἀποκρινόμενος παρά τι τούτων κατασεσοφίσθαι δόξει· ὃ γὰρ μὴ ἐρωτώμενός τις ἔνδοθεν καὶ σιγῶν καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ συνένευσε, κἂν ἐρωτηθεὶς θείη,3 καὶ ἄλλῳ ἐρωτωμένῳ μὴ διδόντι δυσχερανεῖ.
8. 既然我们把握了表面上的三段论是由多少种原因产生的,我们也同样把握了诡辩三段论是由多少种原因产生的;因为两者是同一的,或者差异很小。前者依凭十三种方式产生,后者也依凭同样多的方式产生。我所说的诡辩的和表面上的反驳,不仅是指在三段论形式上有缺陷的那些反驳,例如在某个格中由两个特称前提或否定前提组合而成,或在中格中全由肯定前提组合而成,而且也指在这一方面健全,却显得切合事物本身,仿佛是从所讨论的学科的原理出发推导出来的,但终究未能坚持到底,而是在真实的前提中掺入了外来的虚假前提的那些反驳。这些也正是我们在开头定义为考问性反驳的那些。因为证明三角形的一边大于其余各边[之和],是与真相相反的;因为在任何三角形中,两边无论以何种方式选取都大于其余一边。在单纯取三角形、延长直线和作圆这方面,该论证是几何学的,但在没有按照应当引出的方式引出、没有按照应当画出的方式画出这方面,它又不是几何学的。因此,考问性论证将自称在某方面有知识的人逼入矛盾之中,并且对某些人是有益的(因为它消除了他们盲目自大的虚假智慧),但正如所说的那样,由于它是表面上的,因而不是完全切合事物本身的;若是那样,柏拉图著作中的《欧梯弗罗》和《高尔吉亚》就不可能进行反驳了。既然辩证术从最普遍且公认的原理中获取前提,而考问术也被证明是从切近且专属于各门具体学科的原理中获取前提,那么它们之间当有某种共通性,考问术是辩证术的一部分,并且能够由于应答者的无知而推导出虚假结论。然而这两者与诡辩术不同:辩证术和考问术通过推导出应答者主张的矛盾而使其昭然若揭(因为它们并不提问同名异义、双关歧义或类似的问题),然而诡辩家们即使有时推导出了矛盾,却并未表明对话者是否无知;因为他们用这些言论甚至阻碍了有知识的人;因为当他们提问同名异义和双关歧义的问题时,听众中没有人知道他们是否推导出了矛盾。顺便说了这么多之后,我们再回到前文继续论述。因此,显然我们依凭同样的方法掌握了所有争辩式的方式。此外从下述情况来看也是显然的:因为听众根据多少种原因而认为从所提问题中作出了良好的推论,应答者也会根据同样多的原因这样认为。听众将或是由于同名异义、双关歧义,或是由于已列举的其它某种原因而受骗,而应答者也会显得是由于这些原因中的某一种而被诡辩击败;因为凡是一个人未被提问而在内心默默认为已被妥当提问并表示赞同的事物,即使他自己被提问也会予以承认,并且如果被提问的其他人不予承认,他还会感到不满。
- 1.8καλῶ δὲ σοφιστικὸν καὶ φαινόμενον ἔλεγχον οὐ μόνον τὸν ἁμαρτόντα ... ἀλλὰ καὶ τὸν ὑγιαίνοντα μὲν ἐν τούτῳ, φαινόμενον δὲ καὶ οἰκεῖον τοῦ πράγματος ... μὴ μέντοι διὰ τέλους τοῦτο φυλάττοντα
动词 καλῶ 支配双重宾格结构(“我把……称为诡辩的和表面上的反驳”),其直接宾语由两个由定冠词引导的分词短语构成对举:οὐ μόνον τὸν ἁμαρτόντα ... ἀλλὰ καὶ τὸν ὑγιαίνοντα ... φυλάττοντα。在后一个短语中,分词 ὑγιαίνοντα、φαινόμενον 与 φυλάττοντα 均修饰宾格定冠词 τὸν,从句法上勾勒出在形式上有效但在前提中掺杂虚假内容的考问性反驳的定义。
- 1.8οὐ γὰρ ἂν ἴσχυσεν ἐλέγξαι τοιοῦτος ὁ παρὰ Πλάτωνι Εὐθύφρων καὶ Γοργίας
这是带有 ἄν 与直陈式不定过去时 ἴσχυσεν 的非真实条件句后件。其主语是后置的 ὁ παρὰ Πλάτωνι Εὐθύφρων καὶ Γοργίας(“柏拉图著作中的《欧梯弗罗》与《高尔吉亚》”),单数动词 ἴσχυσεν 及主格表语形容词 τοιοῦτος 与复合主语取得一致。句中搭配主动不定式 ἐλέγξαι,表明倘若考问性反驳完全局限于专门学科的固有原理,这些对话就不可能完成反驳。
- 1.8ὃ γὰρ μὴ ἐρωτώμενός τις ἔνδοθεν καὶ σιγῶν καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ συνένευσε, κἂν ἐρωτηθεὶς θείη
无先行词的关系代词 ὃ 引导一个名词性从句,充当主句动词 θείη 的直接宾语。主句由表示潜能的 κἂν(即 καὶ ἄν)加祈愿式 θείη 构成,并带有条件分词 ἐρωτηθείς(“即便被提问”)。分词 μὴ ἐρωτώμενος 表示让步或伴随状况,与关系从句内的不定主语 τις 一致。
