- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:21.14-22.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者解释了文词形式的谬误如何源于通过语言形式混淆普遍者与个别者,以及为何这种欺罔在与他人探究时更易产生;接着依次阐述了偶性、后承、语句缺失等文词之外的谬误的产生原因(如忽略微小差异)。
ὅταν γάρ τι κατά τινος κατηγορῆται, ὑπολαμβάνομεν ἐν τῷ σχήματι τῆς προσηγορίας τόδε τι εἶναι καὶ ἑνιαῖον καὶ μερικὸν καὶ τῷ ἀριθμῷ ἕν. οὐχ οὕτω δὲ ἐν πᾶσιν ἔχει, ἀλλὰ τῇ μὲν μερικῇ καὶ ἀτόμῳ οὐσίᾳ τοῦτο κἂν δοίη τις (ταύτῃ γὰρ δοκεῖ μάλιστα παρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὡρισμένον καὶ μοναδικὸν ὄν), ταῖς μέντοι καθόλου καὶ ἁπλῶς, τοῖς γένεσι καὶ τοῖς εἴδεσιν, οὐ τὸ τόδε μᾶλλον ἢ τὸ τοιόνδε προσήκει· ποιὰν γάρ τινα πλήθους ἀφορίζεται σχέσιν. τάττεται δὲ ὁ παρὰ τὸ σχῆμα τρόπος ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι. πρῶτον μὲν οὖν ἐν τούτοις ἡ ἀπάτη γίνεται μετ’ ἄλλων σκοπουμένοις ἢ καθ’ αὑτούς·1 ἡ μὲν γὰρ μετ’ ἄλλου σκέψις διὰ λόγων καὶ ὀνομάτων, ἡ δὲ καθ’ αὑτὸν οὐχ ἧττον δι’ αὐτοῦ τοῦ πράγματος. συμβαίη δ’ ἄν ποτε καὶ καθ’ αὑτὸν ἀπατηθῆναι, ὅταν πρὸς τὸν λόγον ἢ τὰ ὀνόματα τὴν σκέψιν ποιῆται. δεύτερον δὲ ὅτι ἡ μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δὲ ὁμοιότης ἐκ τῆς λέξεως. τῶν δὲ παρὰ τὸ συμβεβηκὸς καὶ ἐκτὸς τῆς λέξεως2 διὰ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά, μηδὲ ποῖα τῶν κατηγορημάτων τῷ τε κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ ταυτίζεται, ποῖα δ’ οὔ· οὐ γὰρ ἓν τὸ ἐν κύκνῳ λευκὸν καὶ ὁ κύκνος οὐδὲ ταὐτόν, εἰ καὶ τὸ ὑποκείμενον ἓν ὥσπερ ἀνάβασις καὶ κατάβασις. ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ ἑπόμενον. ὅτι γὰρ ἐπὶ πολλῶν φαίνεται τὸ ἑπόμενον ἀντιστρέφειν, ὡς ἐπί τε τῶν ἰδίων καὶ τῶν εἰδῶν καὶ τῶν ὁρισμῶν καὶ ὁριστῶν, καὶ ἐπὶ πάντων οὕτως ἔχειν ἀξιοῦται. οὐκ ἔστι δέ· οὐ γάρ, εἰ τόδε ἀπὸ τοῦδε μὴ χωρίζεται, οὐδὲ θάτερον ἀπὸ θατέρου, οἷον εἴπερ τὸ μέλι τοῦ ξανθοῦ ἐκτὸς οὐχ εὑρίσκεται, καὶ τὸ ξανθὸν ἤδη τοῦ μέλιτος ἀχώριστον. τῶν δὲ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τὸ πῇ καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρὸν ἡ ἀπάτη· ὡς γὰρ οὐδὲν προσσημαῖνον τὸ τὶ ἢ πῇ ἢ τὸ ἁπλῶς ἢ τὸ πῶς ἢ τὸ νῦν καθόλου συγχωροῦμεν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων, καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γὰρ ἡ ἀπάτη διὰ τὸ παρὰ μικρόν. οὐ γὰρ ἀκριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τὸν ὅρον τῷ μηδὲν ὑφορᾶσθαι ἀπαντήσειν τῇ βραχύτητι τοῦ παροφθέντος3 καὶ τῷ μᾶλλον συγκεχύσθαι ἐν ταῖς μετ’ ἄλλου σκέψεσιν.
因为每当某事物被述谓于某事物时,我们就在称呼的形式中假定它是一个「这个」、单一的、个别的,且在数上为一。然而并非在所有事物中都是如此,但对于个别的、不可分的实体,人们也许会承认这一点(因为「这个」、确定的和单一的存在似乎最随附于它),然而对于普遍的和单纯的事物,对于属和种来说,与其说是「这个」,不如说是「这样」更为适合;因为它界定了针对多数的某种性质关系。而基于[文词的]形式的这种方式被归列在基于文词的诡辩之中。首先,在这些诡辩中,与他人一同探究者比起独自探究者更容易产生欺罔;因为与他人一同探究是通过语句和名称进行的,而独自探究则同样是通过事物本身进行的。但有时即使是独自探究也可能受骗,只要探究是针对语句或名称进行的。其次,是因为欺罔来自相似性,而相似性来自文词。另一方面,基于偶性且在文词之外的[诡辩中的欺罔],则是由于无法辨别同一与相异、一与多,也无法辨别哪些谓词与被述谓者及底层主体相同一,哪些不同一;因为天鹅之中的白与天鹅本身既非一也非同一,即使底层主体是一,正如上坡与下坡一样。基于后承的[诡辩中的欺罔]也是如此;因为在许多情况下后承似乎是可换位的,正如在固有属性与种、定义与被定义项的情形中那样,人们便要求在所有情况下也都是如此。但事实并非如此;因为如果此物不脱离彼物,并不意味着彼物也不脱离此物,例如即使蜂蜜在黄色之外未被发现,黄色也并非因此就与蜂蜜不可分离。另一方面,基于语句定义的缺失以及基于就某一方面而言与单纯而言的诡辩中的欺罔,在于微小的差异;因为我们普遍予以同意,仿佛「在某种程度上」或「就某一方面而言」或「单纯地」或「如何」或「现在」并没有附加表示任何含义一样。同样,在乞题者、假因者以及将多数问题当作一个问题提出的人身上也是如此;因为在所有这些情况中,欺罔都是由于微小的差异造成的。因为由于并不怀疑会因被忽视之物的微小而遇到任何阻难,并且由于在与他人一同探究中更容易感到混乱,我们既没有严格考究命题的定义,也没有严格考究三段论的定义。
- 1.7μετ’ ἄλλων σκοπουμένοις ἢ καθ’ αὑτούς
表示基准与范畴的与格分词 σκοπουμένοις 后接比较连词 ἤ(比),与之对比的 καθ’ αὑτούς(独自)保持宾格短语的省略形式。整个比较结构意为「对于与他人一同探究者,比对于独自[探究者]更容易[发生欺罔]」。
- 1.7τῶν δὲ παρὰ τὸ συμβεβηκὸς καὶ ἐκτὸς τῆς λέξεως
句首的属格短语 τῶν δὲ παρὰ τὸ συμβεβηκὸς 承接前文结构,省略了主语和动词 ἡ ἀπάτη γίνεται(在……诡辩中[欺罔产生])。其产生原因由紧随其后的介词短语 διὰ τὸ μὴ δύνασθαι... 引出。
- 1.7τῷ μηδὲν ὑφορᾶσθαι ἀπαντήσειν τῇ βραχύτητι τοῦ παροφθέντος
带冠词的不定词 τῷ... ὑφορᾶσθαι(由于怀疑;与否定词 μηδέν 连用意为「由于并不怀疑」)表原因,其后接带否定主语 μηδέν(无任何事物)的将来时不定词 ἀπαντήσειν(遭遇/立于面前)。与格 τῇ βραχύτητι 表原因(「由于被忽略之物的微小」),而非 ἀπαντήσειν 的间接宾语。
