- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:20.22-21.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
承接亚里士多德《辩谬篇》第7章开头,按序阐明基于文词的六种谬误推论(同名异义、双关、结合、分离、重音、文词相似性)中产生欺罔的认知与语言根源。
7. Γίνεται γοῦν ἡ ἀπάτη ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν ἀμφίβολον λόγον1 τῷ μὴ δύνασθαι διαιρεῖν ἡμᾶς τὸ πολλαχῶς λεγόμενον. ὁ γὰρ συναισθόμενος, κατὰ πόσων σημαινομένων τὸ κύων ἢ τὸ σιγῶντα φέρεται, καὶ διελόμενος ἧττον ἐν τοῖς τοιούτοις ἀπατηθήσεται· ἐργῶδες δὲ τοῦτο ποιεῖν αὐτίκα καὶ τοῖς εἰς ἄκραν ἕξιν λογικὴν ἀφιγμένοις. ἔστι γὰρ ἃ κἀκείνοις οὐκ εὔπορον διελεῖν ἀγωνιζομένοις ἀθρόως, οἷον τὸ ὄν, τὸ ἓν καὶ τὸ ταὐτόν. ἴσως δ’ ἂν διαιρεθεῖεν τό τε ὂν ἐν τοῖς δέκα γένεσι καὶ ἐν τῷ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ταὐτὸν τι ἕτερον ἑτέρῳ πάλιν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἕν. τῶν δ’ αὖ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν ἡ ἀπάτη τῷ μηθὲν οἴεσθαι διαφέρειν συντιθέμενον τὸν λόγον ἢ διαιρούμενον καὶ καταφρονεῖν ὡς οὐδὲν πρᾶγμα· τὸ δὲ διαφέρει πάμμεγα. καὶ ἴσως ἔν τισι ταὐτὸν καὶ ἡνωμένος καὶ διῃρημένος ὁ λόγος σημαίνει ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει, οὐκ ἐπὶ πάντων δέ. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν ἡ ἀπάτη· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν τοῖς ἐρωτωμένοις ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος. ἐπ’ οὐδενὸς γὰρ ἢ οὐκ ἐπὶ πολλῶν τὸ τοιοῦτον εὕροι τις ἄν· ἐπὶ γὰρ τῶν πλείστων πρὸς τὴν διαφορὰν τοῦ τόνου ἢ τοῦ πνεύματος καὶ ἡ τῆς λέξεως ἀκολουθεῖ σημασία. Θάλης μὲν γὰρ καὶ Θαλῆς ταὐτὸν σημαίνει· ἄμφω γὰρ ἑνὸς ὀνόματα κύρια· τὸ δὲ ἄγνος καὶ ἁγνὸς καὶ ἀργὸς καὶ Ἄργος ἕτερα. ποικίλη δὲ καὶ ἡ κατὰ τὴν ὁμοιότητα τῆς λέξεως ἀπάτη, οἷον ἐπὶ τῶν ῥημάτων· ἢ γὰρ ἐνεργητικῶς μὲν προφέρονται, πάθος δὲ σημαίνουσιν, ὡς τὸ ὁρᾶν καὶ ἀκούειν, ἢ τὸ ἀνάπαλιν, ὡς ἀγωνίζεσθαι, μέμφεσθαι. ἔτι δὲ τὸ κινεῖν καὶ τὸ νοσεῖν ὅμοια μὲν τῇ προφορᾷ, ὥσπερ καὶ τὸ τύπτεσθαι καὶ λοιδορεῖσθαι, ἕτερα δὲ τῷ σημαινομένῳ· τὸ μὲν γὰρ ἐνέργειαν ἐν ἀμφοτέροις τὸ δὲ πάθος παριστάνει.2 ὅταν γοῦν ἁπλῶς τὰ τῇ προφορᾷ ταὐτὰ καὶ τῷ πράγματι θήσομεν, ἀπατώμεθα· χαλεπὸν γὰρ ἐν τούτοις διελεῖν, ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται· σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές. μάλιστα δὲ ἐπίσταται συνεπινεύειν καὶ συμπείθειν ταὐτὰ τὰ ἕτερα οἴεσθαι3 οὐ μόνον τὸ ἀδυνατεῖν διαιρεῖν ἀπ’ ἀλλήλων τὰ ἐνεργοῦντα ἢ πάσχοντα, ἀλλὰ καὶ τὸ ὑπολαμβάνειν τὸ καθόλου ταὐτὸν εἶναι τῷ μερικῷ· ἄνθρωπος γὰρ ὅ τε καθόλου καὶ ὁ Σωκράτης ὁμοίως ἑνικῶς προφέρονται.
7. 因此,在基于文词的诡辩中,一方面,在基于同名异义和双关语句的诡辩中,欺罔是由于我们无法区分以多种方式言说的事物而产生的。因为凡觉察到「狗」或「沉默之物」涉及多少种含义并加以区分的人,在此类事情中较少会受骗;但即使对于达到了逻辑能力顶峰的人来说,立刻做到这一点也是艰难的。因为即使对于他们而言,在匆忙争辩时,也有些事物是不容易区分的,例如「存在」、「一」和「同一」。也许它们可以这样区分:「存在」在十个范畴中以及在潜能与现实中被区分;某种事物与另一种事物「同一」,则再次在属、种或数上被区分;对于「一」也依循同样的方式。另一方面,在关于结合与分离的诡辩中,欺罔产生于认为语句无论结合还是分离都没有区别,并将其视作无关紧要之事而予以轻视;然而其实际差别极其巨大。也许在某些情况下,正如定义的情形一样,语句无论是联合的还是分离的都表示同一事物,但并非在所有情况下都是如此。同样,在基于重音的诡辩中欺罔也是如此产生的;因为在被提问的人看来,语句在被放低(弛缓)或升高(加紧)时似乎并不表示不同的事物。因为人们在任何情况下都找不到,或者不会在许多情况下找到这类事情;因为在绝大多数情况下,文词的意义是随着音调或气息的区别而变化的。因为「泰勒斯」(带锐音符)与「泰勒斯」(带扬抑符)表示同一事物——因为两者都是同一个人的专有名词;而「牡荆」与「神圣的」,以及「懒惰的」与「阿尔戈斯」,则是不同的。基于文词相似性的欺罔也是多种多样的,例如在动词的情形中;因为它们要么以主动形式发音却表示被动(例如「看」和「听」),要么相反(例如「争论」、「责备」)。此外,「移动」与「生病」在发音上相似,正如「被打」与「辱骂」一样,但在所表示的意义上却不同;因为在两对词中,其中一个表示活动,另一个表示被动。因此,当我们把发音上相同的事物在实际事情上也直接设定为相同时,我们便受到了欺骗;因为在这些事物中很难区分哪些是以相同方式言说的,哪些是以不同方式言说的;实际上,能做到这一点的人已经几乎接近于观照真理了。而最能使人赞同并信服不同的事物是同一事物的,不仅在于无法将行动者与受动者彼此区分开来,而且还在于假定普遍者与个别者是同一的;因为普遍的人和苏格拉底同样都是以单数发音的。
- 1.7τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν ἀμφίβολον λόγον
属格短语 τῶν μὲν... 与后文的 τῶν δ’ αὖ περὶ τὴν σύνθεσιν... 以及 τῶν παρὰ τὴν προσῳδίαν 相应,作为主语 ἡ ἀπάτη 的部分属格或关系属格(即“关于……中的欺罔”)。句首的 ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι 确立了总的范畴,其内部的细分由 μέν... δέ 引出。
- 1.7τὸ μὲν γὰρ ἐνέργειαν ἐν ἀμφοτέροις τὸ δὲ πάθος παριστάνει
ἐν ἀμφοτέροις(在两者中)指前文所列举的两组动词对(即「移动」与「生病」之对,以及「被打」与「辱骂」之对)。在每一对中,其中一个(τὸ μέν,即「移动」与「辱骂」)表示活动(ἐνέργεια),而另一个(τὸ δέ,即「生病」与「被打」)表示受动或状态(πάθος)。
- 1.7μάλιστα δὲ ἐπίσταται συνεπινεύειν καὶ συμπείθειν ταὐτὰ τὰ ἕτερα οἴεσθαι
主动词 ἐπίσταται(具有……能力、倾向于)的真正主语是后文的两个带冠词不定式短语 οὐ μόνον τὸ ἀδυνατεῖν... ἀλλὰ καὶ τὸ ὑπολαμβάνειν(不仅在于不能……而且在于假定……)。语序发生了倒置;不定式 συνεπινεύειν καὶ συμπείθειν 作为 ἐπίσταται 的补足语,进而引出其宾语性从属结构 ταὐτὰ τὰ ἕτερα οἴεσθαι(认为不同的事物是同一事物)。
