← 佚名

亚里士多德《辩谬篇》释义

§19.3-20.21

诸谬误向无知反驳的归结与分类总结

作者论证了基于相对与无条件、乞题、非因、后件以及复合问题的诸谬误推论如何由于推论与反驳定义的欠缺而被归结为对反驳的无知,并总结了基于文词与基于事物的谬误推论之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοὶ ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ αὐτοί, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἀπόφασις· τοῦ γὰρ πῇ λευκοῦ τὸ πῇ οὐ λευκόν, τοῦ δὲ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. εἰ οὖν δόντος τὸ πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὡς ἁπλῶς εἰρημένον λαμβάνει,1 οὐ ποιεῖ ἔλεγχον· οὐ γὰρ ἐκ τῶν δεδομένων συλλογίζεται, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος. Φανερώτατα δὲ πάντων οἱ πρότερον λεχθέντες παραλογισμοί, λέγω δὴ τοὺς περὶ τὴν λέξιν, παρὰ τὸν τοῦ ἐλέγχου γίνονται διορισμόν, διὸ καὶ οὕτω προσηγορεύθησαν· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν καὶ τὸ ὑπερβαίνειν τῶν ἐν τῷ τοῦ ἀληθοῦς ἐλέγχου ὁρισμῷ τηρουμένων ἡ φαντασία τῆς ἀπάτης γίνεται. διαιρουμένοις οὖν οὕτω τοῖς τοιούτοις σοφίσμασι κοινὸν ἐπὶ πᾶσι θετέον τὴν τοῦ ὁριστικοῦ λόγου ἔλλειψιν. Πάλιν δὲ ἐπὶ τοὺς ἐκτὸς τῆς λέξεως ἐρχόμενοι λέγομεν, ὡς καὶ οἱ λαμβάνοντες τὸ ἐν ἀρχῇ καὶ οἱ τὸ ἀναίτιον ὡς αἴτιον τιθέμενοι δῆλοι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀληθοῦς ἐλέγχου ὡς παρὰ τὴν τούτου ἄγνοιαν καὶ τὴν ἔλλειψιν γίνονται. δεῖ γὰρ ἐν τοῖς κυρίως συλλογισμοῖς τὸ συμπέρασμα γίνεσθαι τῷ ταῦτα εἶναι καὶ ὡς ἀπ’ αἰτίων γεννᾶσθαι τῶν προτάσεων ἕτερον ὂν ἐκείνων, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις, καὶ μὴ συναριθμεῖσθαι τὸ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ. Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος, καὶ εἰ ἐκεῖνοι πίπτουσι τοῦ διορισμοῦ ἐκτός, καὶ οὗτοι· οὗ γὰρ τὸ ὅλον, καὶ τὸ μέρος. διαφέρουσι δὲ καὶ ἀλλήλων τῷ τοὺς μὲν κατὰ συμβεβηκὸς περαίνειν ἁπλῶς καὶ μὴ ἀντιστρέφειν,2 τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀντιστρέφειν, καὶ ὥσπερ δὶς τὸ αὐτὸ λαμβάνειν τῇ μεταποιήσει. διὰ τοῦτο καὶ τὸν μὲν ἐφ’ ἑνὸς λέγομεν τὸν δὲ ἐν πλείοσι· τὰ γὰρ ἑνὶ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν. ἔστι δ’ οὐ πάντως ἀληθῶς· οὐ γάρ, εἰ ὁ κύκνος λευκόν, καὶ τὸ λευκὸν πάντως κύκνος. ἢ πάλιν ὡς ἐν τῷ Μελίσσου λόγῳ τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν· ἐπεὶ γάρ, φησί, τὸ γεγονὸς καὶ τὸ πεπερασμένον εἰσὶ ταὐτὰ τῷ ἔχοντι ἀρχήν, ἔσται λοιπὸν καὶ τὸ γεγονὸς καὶ τὸ ἔχον ἀρχὴν ταὐτά. ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν· οὐ γάρ, εἰ τὰ τὸ αὐτὸ κατὰ ποσὸν μέγεθος λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει, οἷον εἴπερ Σωκράτης καὶ Θεαίτητος ἴσοι (τριπήχεις γὰρ ἄμφω), ἤδη που καὶ ἓν κατ’ ἀριθμὸν καὶ ταὐτὸν μέγεθος ἔχουσιν. ἐπὶ πᾶσι γὰρ τὸ ἑπόμενον καθόλου ὡς ἰσάζον λαμβάνει. ἐπισκεπτόμενοι δὲ καὶ ἄλλως οἱ τοιοῦτοι παραλογισμοὶ τὸ ἀσύστατον ἔχουσιν.3 δύο γὰρ καταφάσεις ἐν δευτέρῳ λαμβάνουσι σχήματι. Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τὸν τῆς προτάσεως λόγον. πρότασις γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς κατηγοροῦσα ἢ ἀποφάσκουσα· ἑκάτερος γὰρ τῶν κειμένων ὅρων ἓν ἀξιοῦται σημαίνειν πρᾶγμα, οἷον ἄνθρωπος καὶ λευκὸν ἑνὸς ἑκάτερος ἔσται δηλωτικὸς καὶ οὐ πλειόνων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθ’ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δὲ συλλογισμὸς ἐκ προτάσεων, ἡ δὲ πρότασις ἓν καθ’ ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἔσται ἐν τῇ ἐλέγχου ἀγνοίᾳ· φαίνεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις. ἂν τοίνυν πλειόνων ἐρωτημάτων προτεθέντων παρὰ τοῦ σοφιστοῦ ἐποιήσατο τὴν ἀπόκρισιν ὁ προσδιαλεγόμενος ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος· εἰ δὲ μὴ δέδωκε φανερῶς, ἀλλὰ φαίνεται τῷ σιωπῆσαι ἢ τῷ διστάσαι, φαινόμενος. ὥστε πάντες οἱ τρόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. τί δὲ κωλύει καὶ πάλιν ἀναλαβεῖν καὶ δὶς τὰ αὐτὰ διὰ τὸ σαφέστερον ἐπελθεῖν καὶ λύσιν τινὰ μετρίαν πρὸ τῆς ἀκριβεστέρας καὶ μείζονος κἀντεῦθεν δοῦναι τοῖς παραλογισμοῖς; οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὡς εἴρηται, πεσοῦνται πάντες ἐκτὸς τοῦ διορισμοῦ, ὅτι οὐκ ἀληθῆ συνάγουσιν ἀντίφασιν, ὅπερ ἦν τοῦ κυρίως ἐλέγχου, ἀλλὰ φαινομένην· τὸ γὰρ κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ οὐκ ἀντίφασις, ὡς συναληθεύουσα ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανομένη· οἱ δ’ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐλλείψαντός του τῶν παρατετηρημένων οἷς ὅ τε ἁπλῶς συνίσταται συλλογισμὸς καὶ ὁ ἀληθὴς ἔλεγχος.

另一方面,基于某个方面与无条件成立的谬误推论,其自身也被归结为对反驳的无知,因为肯定与否定并非针对同一事物;因为关于某个方面是白的,其否定是在某个方面不白,而关于无条件是白的,其否定则是无条件不白。因此,若[对话者]承认埃塞俄比亚人在某个方面是白的,[智者]却将其当作无条件所言来接受,他便没有做出反驳;因为他并非从所承认的前提中进行推论,而只是由于对何谓反驳的无知而显得如此。而在所有谬误推论中表现得最明白的,乃是前面所说的那些——我指的是关于文词的那些——它们是基于对反驳的限定条件[的违背]而产生的,这也正是它们被如此称呼的原因;因为正是由于定义的欠缺以及逾越了真正反驳的定义中所遵守的条件,才产生了欺罔的表象。因此,对于这样划分此类诡辩的人来说,必须将定义公式的欠缺设定为所有这些诡辩的共同之处。当我们再次转向文词之外的谬误推论时,我们要说,乞题者以及把非原因当作原因来设定的人,通过真正反驳的定义也显明是基于对这一定义的无知和欠缺而产生的。因为在严格意义的推论中,结论必须由于这些前提的存在而产生,并且必须如同从原因那样由前提产生出来,同时又不同于前提(这在非原因的谬误推论中是不具备的),而且最初被寻求的要点不能被一并计算在内(基于乞题的谬误推论并不遵守这一点)。而基于后件的谬误推论则是偶性的一部分,如果那些〔基于偶性的谬误推论〕落于定义之外,这些亦然;因为整体所在之处,部分亦在。它们相互之间也有所不同,因为基于偶性的谬误推论只是直接推断而不进行换位,而基于后件的谬误推论则进行换位,并且仿佛通过改装而两次接受同一事物。为此我们也说,前者发生于一个项的情形,后者则发生于较多的项中;因为我们假定与同一事物相同的事物彼此之间也相同。然而这绝非在一切情形下都为真;因为并非如果天鹅是白的,白就必定在一切情况下都是天鹅。或者再如麦里梭的论证中,把生成与具有始基当作同一回事;因为他说,既然生成之物与有限之物对于具有始基之物而言是同一的,那么生成之物与具有始基之物也将是同一的。又如把变得相等与获得相同的大小[当作同一回事];因为并非如果就数量而言获得相同大小的事物变得相等,变得相等的事物也就获得单一的大小,例如即便苏格拉底与泰阿泰德是相等的(因为两人都是三肘高),也并不因此他们就具有数上同一且单一的大小。因为在一切情况下,他都把后件当作等同物全称地接受下来。此外从另一角度审视,此类谬误推论也具有不成立性;因为它们在第二格中采用了两个肯定命题。至于把多个问题当作一个问题的谬误推论,则在于我们没有清晰界定命题的定义;因为命题乃是对单一事物肯定或否定单一事物;因为所设定的两个词项中的每一个都被要求指称单一事物,例如「人」和「白」各自将表示单一事物而非多个事物;在其他情况下也是同样。因此,如果要求单一事物关于单一事物的陈述是一个命题,那么此类问题直接也就是一个命题。而既然推论由命题构成,命题又是单一事物关于单一事物,显然这种谬误推论也将归属于对反驳的无知之中;因为非命题之物显得是一个命题。因此,如果当智者提出多个问题时,对话者将其当作面对单一问题做出了回答,就会形成反驳;但如果他并未公开承认,而是通过沉默或迟疑显得承认了,则会形成表面的反驳。因此所有的模式都归结为对反驳的无知。然而,为了更加明白起见,再次提起并把同样的内容审视两次,并在此处、在更严谨且更重大的解决之前,对这些谬误推论给出某种适度的解决,又有何妨呢?正如所言,基于文词的谬误推论全都落于定义之外,因为它们并未推导出真正的矛盾对立(这本是真正反驳的特征),而只是推导出了表面的矛盾对立;因为「狗吠」与「狗不吠」并不是矛盾对立,因为就不同对象来理解时它们是共同为真的;而其他谬误推论则依据推论的定义,由于欠缺了构成单纯推论和真正反驳所依据的诸遵守条件中的某一项,而[落于定义之外]。

语法注3 条
  1. 1.6εἰ οὖν δόντος τὸ πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὡς ἁπλῶς εἰρημένον λαμβάνει

    δόντος 为省略逻辑主语(即对话回答者 τοῦ προσδιαλεγομένου)的属格独立结构,接带不定式短语 τὸ πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα 作其宾语。主句动词 λαμβάνει 的主语则是智者(发问者),他将这一相对的认可当作无条件断言(ὡς ἁπλῶς εἰρημένον)来接受。

  2. 1.6διαφέρουσι δὲ καὶ ἀλλήλων τῷ τοὺς μὲν κατὰ συμβεβηκὸς περαίνειν ἁπλῶς καὶ μὴ ἀντιστρέφειν, τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀντιστρέφειν

    带冠词的不定式短语 τῷ... περαίνειν... ἀντιστρέφειν 为由 διαφέρουσι 所支配的表示方式或原因的与格结构(「在……方面互不相同」)。在冠词 τῷ 的统摄下,两组带不定式的宾格结构(τοὺς μὲν... 和 τοὺς δὲ...)通过 μέν... δέ 并列。

  3. 1.6ἐπισκεπτόμενοι δὲ καὶ ἄλλως οἱ τοιοῦτοι παραλογισμοὶ τὸ ἀσύστατον ἔχουσιν

    分词 ἐπισκεπτόμενοι 为阳性主格复数,与主语 οἱ τοιοῦτοι παραλογισμοὶ 一致,但在含义上带有被动或中动态色彩(「从另一角度审视时」),或属于悬垂主格结构。它引出了下文所解释的逻辑缺陷,即在第二格中使用了两个肯定命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:19.3-20.21