- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:1.2-2.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者借用医学的比喻阐明了哲学家研究诡辩式反驳的必要性,指出真正的反驳因各门知识无限而无法系统论述,唯有依附于辩证法的诡辩式反驳具有有限的种属,因而成为本书的研究对象。随后,他阐述了推论与反驳的名实之辨,并揭示了由于名称有限而事物无限所导致的语言谬误的根本原因(164a20–165a19)。
Οὐκ αὐτόθεν τοῖς φιλοσοφοῦσι τὸ περὶ τὴν σοφιστικὴν πραγματεύεσθαι,1 ὅτι μηδὲ προύργου τοῖς θεωροῦσι τὸ ἀληθὲς ἡ τοῦ ψεύδους εὕρεσις καὶ κατάληψις, ἀλλ’ ὥσπερ τοῖς κατὰ τὴν ἰατρικὴν οὐκ ἀπέχρησε περὶ ὑγείας καὶ ὑγιεινῶν εἰποῦσι παραλιπεῖν ὅ τι νόσος καὶ ἀφ’ ὧν αἰτίων πρόεισιν (οὐ γὰρ ἀσφαλῶς εἶχε πολλῶν πρὸ τῶν ὠφελούντων διὰ τὴν ἄγνοιαν περιπιπτόντων τοῖς χείροσιν2 ὡς μᾶλλον προβεβλημένοις καὶ μᾶλλον ἀπαντῶσι κατὰ τὴν αἴσθησιν· ἔστι δ’ ἃ καὶ τῶν δηλητηρίων καὶ φθοροποιῶν ἐπὶ τὸ εὖ τῇ τέχνῃ προσείληπται), οὕτω κἀνταῦθα. τῷ γὰρ τὴν τῶν ὄντων ἐπιστήμην ζητοῦντι μᾶλλον ἂν τοῦ ἀληθοῦς ἡ τεῦξις καὶ ἔγγιον, καθ’ ὅσον ἂν ἐκποδὼν ἀπάτη καὶ ψεῦδος γένοιτο. τοῦτο δὲ τῷ εἰδέναι· λάθοι γὰρ ἄν τις ἀγνοῶν ἀντὶ τοῦ ἀληθοῦς τῆς ἀπάτης ἐχόμενος. καὶ δὴ τούτοις ἂν καὶ τοὺς ἐπ’ αὐτὸν χρωμένους ὡς εἰδὼς ἀποκρούσαιτο, τό τε περὶ πάντα γεγυμνάσθαι οὐκ ἄχρηστόν ἐστιν. ἐπεὶ δὲ σοφίαν μὲν ἐπιστήμην τῆς ἐν τοῖς οὖσιν ἀληθείας τιθέμεθα, τὸ δὲ δι’ ἀπόδειξιν, ἀπόδειξις δὲ συλλογισμὸς τοιόσδε τις, εἴη ἂν δήπου καὶ ἔλεγχος ἀληθὴς ὁ τῇ ἀποδείξει σύστοιχος καὶ ἑπόμενος καὶ βοηθῶν κἀκ τῶν ἀντικειμένων τὸ αὐτὸ αὐτῇ περαινόμενος. οὗτος δὲ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα ἃ δὴ προσδιοριζόμεθα, ἣν καὶ εἰς ἀδύνατον ἀπαγωγὴν ἐν ἑτέροις ἐλέγομεν.3 πρὸς γὰρ τὸν ἐνιστάμενον ἐπὶ τὸ ἀποδεικτικῶς συναγόμενον τὸ τοῦ ἀληθοῦς συμπεράσματος λαμβάνοντες ἀντικείμενον καὶ μίαν τῶν κειμένων προτάσεων συνήγομέν τι ἄτοπον καὶ ἀδύνατον, ἐξ ὧν αὐτὸς ἔδωκεν, ὡς ἐντεῦθεν τὸ πρότερον συνεισάγεσθαι καὶ τὰς ἀποδείξεις ἐρρῶσθαι. ὅσαι δὲ κατ’ εὐθεῖαν ἀποδείξεις, τοσαῦται καὶ εἰς ἀδύνατον. εἰ δ’ αὗται ἄπειροι τῷ ἀεὶ ἐπιστήμας γίνεσθαι, εἰ τὸ πᾶν ἀΐδιον, κἀκεῖναι. ὥστε οὐκ ἂν εἴη πραγματεία περὶ τῶν ἀληθινῶν ἐλέγχων· δεήσει γὰρ πρότερον τῶν ἐπιστημῶν ἁπάσας ἔχειν, ὡς καὶ προϊοῦσι φανήσεται.
论述诡辩术对于从事哲学的人来说并不是出于自身本性的任务,因为探寻和把握虚妄对于观照真理的人而言绝非正业;然而,正如在医学中,医者仅论述健康与有益于健康的事物,而不指明什么是疾病以及它由何种原因产生,这是不够的一样——因为在多数人由于无知而在有益之物前陷入恶劣之物(由于后者更为显露、在感觉上更为常见)的情况下,局面并不安全,况且在有毒和具有毁灭性的物质中,也有些为了善的目的而被此门技艺附带采用——在此也是同样的情形。因为对于探求实存事物之知识的人而言,欺瞒与虚妄越是被排除开来,对真理的获取便越发稳妥与切近。而这是通过知晓来达成的;因为无知者可能会在不知不觉中执着于欺瞒而非真理。诚然,人们也能作为知晓者击退那些针对自己施用这些的人,并且对一切事物进行操练亦非毫无用处。既然我们把智慧设定为对存在物中真理的知识,而这一知识是通过证明而来的,证明又是某种特定的三段论,那么必然存在与证明相应、相随且辅助它、并从对立面达成与它相同的结论的真正反驳。而这就是对同一且唯一的对象的矛盾,以及我们所额外规定的其他条件,我们在别处也将其称为归谬法。因为针对那些对论证得出的结论提出异议的人,我们取其真实结论的相反命题以及所设立的前提之一,根据他自己所承认的前提推导出了某种荒谬与不可能之物,从而由此连带引入了在先的论点,并使证明得到巩固。而且,有多少直接证明,就有多少归谬证明。如果由于知识不断产生而使得直接证明是无限的(若宇宙是永恒的),那么归谬证明也是无限的。因此,不可能有关于真正反驳的一整套专门著述;因为正如随后的研究所表明的那样,这需要事先掌握全部知识。
1. Περὶ μέντοι τῶν σοφιστικῶν καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν καὶ οὐκ ἐλέγχων, ἐπεὶ κατ’ εἴδη πεπέρανται καὶ μίαν ἐπιστήμην τὴν διαλεκτικὴν ὑποδύονται, λέγομεν ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. καίτοι γε ἄλλως δήπου καὶ τὸ ψεῦδος ἄπειρον· ἀπείρως γὰρ ὁ προστυχὼν ἀπατηθήσεται, καὶ εἰς ὅσα ἀληθεύομεν, καὶ ψευσαίμεθα· ἐναντία γάρ, ἴσα δὲ ταυτὶ καὶ ἀντίρροπα. ὥστε οὐδὲ περὶ αὐτῶν πάντων εἰπεῖν προεθέμεθα ἀλλὰ περὶ μόνων ὧν προειρήκειμεν τῶν διαλεκτικῶν. ὅτι μὲν οὖν οἱ μέν εἰσι συλλογισμοί, οἱ δὲ οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες ἑαυτούς,4 καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται κομμώσαντες ἑαυτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως· καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ κασσιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ. τὸν αὐτὸν δὴ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν τῶν προσδιαλεγομένων· οἱ γὰρ ἄπειροι ὥσπερ ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν γὰρ συλλογισμός, εἴπερ καὶ μέμνησθε διορισαμένων τοῦτον ἡμῶν, λόγος ἦν, ἐν ᾧ τεθέντων τινῶν εἴτ’ οὖν ὁμολογηθέντων (ταῦτα δὲ αἱ προτάσεις) ἕτερόν τι τῶν κειμένων (τοῦτο δὲ τὸ συμπέρασμα) συνέβαινε τῷ ταῦτα εἶναι, τὸ δὲ τῷ ταῦτα εἶναι διὰ τὸ μηθὲν ἔξωθεν δεῖσθαι πρὸς τὸ συναγαγεῖν τὸ συμπέρασμα· ἔλεγχος δὲ ὡς ἀνωτέρω συλλογισμὸς μετ’ ἀντιφάσεως τοῦ συμπεράσματος. οἱ δὲ σοφισταὶ τοῦτο ποιοῦσι μὲν οὔ (οὔτε γὰρ ἀληθῶς συλλογίσαιντ’ ἂν οὔτ’ ἐλέγξαιεν), δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς ἐστι τόπος αὐτοῖς εὐφυέστατος καὶ δημοσιώτατος ὁ διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστι διαλεγομένους φέρειν αὐτὰ καθ’ αὑτὰ τὰ πράγματα, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις.5 τὸ δὲ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, εἴπερ καὶ ἐξ ἀρχῶν πεπερασμένων τῶν εἴκοσι τεσσάρων στοιχείων, τὰ δὲ πράγματα διὰ τὸ ἀεὶ γίνεσθαι τῷ ἀριθμῷ ἄπειρα.
1. 然而,关于诡辩式的反驳,即那些表面上是反驳、实则是谬误而非反驳的论证,既然它们按照种属是有限的,并且假托于辩证法这一门科学之下,我们便按照自然顺序从最初的要素开始论述。不过从另一方面看,虚妄确实也是无限的;因为偶然遭遇者会被以无限的方式欺骗,并且在我们言说真理的同样多的方面,我们也可以言说虚妄;因为它们是对立面,而这些对立面是均等且抗衡的。因此,我们并没有打算论述所有这些虚妄,而只论述我们之前提到的那些辩证的虚妄。那么显然,某些论证是三段论,而另一些不是却显得是。因为正如在其他事物中由于某种相似性而发生这种情况一样,在论证中也是如此。在身体状态上,某些人确实状况良好,而另一些人则通过浮夸地吹嘘与修饰自己而显得如此;在美貌上,某些人是因天然之美,而另一些人则是通过妆饰自己而显得美丽。在无生命之物上亦是如此:在这些事物中,某些真正是银或金,而另一些并非如此,却在感觉上显得如此,例如密陀僧和锡制之物显得像银,而胆汁浸染之物显得像金。同样的方式,三段论和反驳也有的是真实的,有的并非如此,却由于对话者的缺乏经验而显得如此;因为缺乏经验的人就像从远处观望一样。正如诸位若是记得我们曾对此作过的界定,三段论是一种言语,在其中设定了或承认了某些事物(这些是前提),由于这些事物的存在,得出不同于所设定者的另一事物(这是结论),而“由于这些事物的存在”是指无需任何外在之物即可推导出结论;而反驳如前所述是带有结论之矛盾的三段论。诡辩家们实际上并未做到这一点(因为他们既不能真正地推论,也不能真正地反驳),但由于许多原因而看似做到了,在这些原因中,对他们而言最得心应手、最普遍的一个论题便是源于名称的论题。因为在对话中不可能将事物本身依其自身带入,而是把名称作为符号代替事物来使用,所以我们便以为发生在名称上的事情也会发生在事物上,就如同计算者使用算筹一样。但这并不是一回事。因为名称和言语的数量是有限的(既然确实是由二十四个字母这一有限原理构成),而事物由于不断的生成在数量上是无限的。
- 1.0Οὐκ αὐτόθεν τοῖς φιλοσοφοῦσι τὸ περὶ τὴν σοφιστικὴν πραγματεύεσθαι
此处省略了系动词 ἐστί。副词 αὐτόθεν 用作表语,意为“从其自身而言”或“本然地”,冠词加不定式 τὸ πραγματεύεσθαι 充当主语。与格 τοῖς φιλοσοφοῦσι 表示所属或关系(“属于从事哲学之人”)。
- 1.0οὐ γὰρ ἀσφαλῶς εἶχε πολλῶν πρὸ τῶν ὠφελούντων διὰ τὴν ἄγνοιαν περιπιπτόντων τοῖς χείροσιν
无人称结构 οὐ γὰρ ἀσφαλῶς εἶχε(“情况并不安全”)接表示原因的属格绝对结构 πολλῶν ... περιπιπτόντων(“因为许多人陷入……”)。介词短语 πρὸ τῶν ὠφελούντων 意为“先于有益之物/宁取劣者而舍有益之物”。
- 1.0ἣν καὶ εἰς ἀδύνατον ἀπαγωγὴν ἐν ἑτέροις ἐλέγομεν
关系代词 ἣν 的先行词是前文的阴性名词 ἀντίφασις(“矛盾”),εἰς ἀδύνατον ἀπαγωγήν 则作为受动词 ἐλέγομεν 支配的宾语补足语(双重宾格结构):“我们在别处称之为归谬法的那种[矛盾]”。
- 1.1φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες ἑαυτούς
副词 φυλετικῶς(字面义为“宗族式地”,引申为“浮夸地、装腔作势地”)修饰分词 φυσήσαντες(“吹嘘、膨胀”),用以形容那些为了表面效果而虚饰身体健康的人,与真正身体健壮者(εὖ ἔχειν)形成鲜明对照。
- 1.1καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις
比较分句中省略了动词 συμβαίνει,与格分词 τοῖς λογιζομένοις 充当关涉与格(“就使用算筹计算的人而言发生的事情一样”)。
