- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:17.25-19.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《辨谬篇》第6章(168a17–168b10),论证所有表面的反驳都可以归结为对真正反驳之定义的无知。注解者首先指出文词中的诸谬误因缺乏单一指称和健全前提而被归结,接着论证文词之外基于偶性的谬误由于缺乏推论的必然连接而根本不成其为真正的推论与反驳。
6. Ἢ δὴ οὕτω διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ὡς τοὺς μὲν παρὰ τὴν λέξιν τίθεσθαι, τοὺς δὲ παρὰ τὰ πράγματα καὶ τῆς λέξεως ἐκτός, καὶ τοσούσδε κατ’ εἴδη καὶ τοιούσδε προσονομάζειν, ὥσπερ δὴ καὶ ἐκτεθεῖνται, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους.1 ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας εἰς τὸν τοῦ ἐλέγχου διορισμόν· παρὰ γὰρ τὸ ἀγνοεῖν τοὺς προσδιαλεγομένους, ὁπόσα φυλάττεσθαι χρὴ τὸν ἀληθῶς ἐλέγχοντα καὶ ποῖα, τόπον οἱ σοφισταὶ πρὸς ἀπάτην εὑρίσκουσι. καὶ πρῶτον μὲν καθ’ ἓν τοῦτο πάντας ἀνάξομεν, εἴπερ πάντες ἀσυλλόγιστοι, ὁ δὲ ἔλεγχος συλλογισμός τις· δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. ἔπειτα καὶ κατὰ μέρη τοῦ διορισμοῦ. ἐπεὶ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος καὶ πράγματος, τῶν δὲ ἐν τῇ λέξει σοφισμάτων τὰ παρὰ τὸ διττόν, οἷον ἡ ὁμωνυμία καὶ ἀμφιβολία καὶ ἡ ὁμοιοσχημοσύνη (σύνηθες γάρ, ὡς κἀν τοῖς ἔμπροσθεν ἐλέγετο) πάντα ταῦτα ὡς τόδε τι σημαίνει καὶ ἕν, τὸ κύων, τὸ σιγῶντα λέγειν, τὸ ἀλγεῖν καὶ ποιεῖν, πῶς ἂν εἶεν ἔλεγχοι ἀληθεῖς ἢ συλλογισμοὶ πρότασιν ὑγιᾶ μὴ ἔχοντες; ἡ δέ ἐστιν ἡ ἓν καθ’ ἑνὸς σημαίνουσα. ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ ἡ προσῳδία ἐκπίπτουσι πάλιν διὰ τὰ αὐτὰ ἴσως, καὶ τὸ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον συντιθέμενον ἢ διαιρούμενον ἢ τὸ ὄνομα τὸ διαφέρον· ἄλλο γὰρ σημαίνει ὅρος δασυνόμενον καὶ ἄλλο ψιλούμενον· ἔδει δὲ καὶ τοῦτο καθάπερ τὸ πρᾶγμα ταὐτὸν εἶναι, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμὸς ἔσεσθαι. νυνὶ δὲ ὅρος δοὺς τὸν ὁρισμὸν δασυνόμενον τὸ ὄρος συνάγει ψιλούμενον. ὁ μέντοι γε φιλοσόφως συλλογιζόμενος οὐδ’ ἐπὶ τῶν πολυωνύμων καὶ ἐφ’ ὧν ἓν τὸ πρᾶγμα κἂν τοῖς διαφόροις ὀνόμασιν ἕτερον ἀνθ’ ἑτέρου συναγαγεῖν ἐπιβαλεῖ, μήτοι γε ἐν τοῖς τοσοῦτον διεστηκόσιν. οὐ γὰρ λώπιον ἐν προτάσει δοὺς ἱμάτιον συμπεράναιτο ἀλλὰ λώπιον· πρὸς γὰρ τῷ τὴν παράδοσιν ἐκκλίνειν τῷ μὴ ἐκ τῶν κειμένων συνάγειν καὶ δευτέρας ἐρωτήσεως χρεία,2 εἴπερ ταὐτὸ σημαίνει τῷ ἱματίῳ, πρὸς τὸν ζητοῦντα τὸ διὰ τί. οἷον εἴ τις οὕτω τίθησι τὸ λώπιον κρύους καὶ καύσωνος κωλυτικὸν τῷ σώματι· τὸ τοιῶνδε παρεκτικὸν χρήσιμον· τὸ λώπιον ἄρα χρήσιμον· ἀληθὲς μὲν γὰρ καὶ τὸ ἱμάτιον ἀντὶ τοῦ λωπίου χρήσιμον εἰπεῖν, ἀλλ’ οὐ συλλελόγισται, καὶ προσερωτήσει δὲ εἴ τις κοινωνία λωπίου καὶ ἱματίου. Καὶ οὕτω μὲν οἱ ἐν τῇ λέξει ἓξ παραλογισμοὶ παρὰ τὸν πρῶτον διορισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἀνήχθησαν ἄγνοιαν· οὐδεὶς γὰρ τὸ αὐτὸ τοῦ αὐτοῦ κατέφησε καὶ ἀπέφησεν· οἱ δὲ παρὰ τὸ συμβεβηκός, ἵνα καὶ πρὸς τοὺς ἐκτὸς τῆς λέξεως ἀπίδωμεν παραλογισμούς, ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται διαμαρτόντες. τὸν δὲ αὐτὸν ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου εἶναι ὅνπερ καὶ τοῦ συλλογισμοῦ, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ἔστι γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως ἐχούσης τοὺς εἰρημένους διορισμούς. εἰ οὖν μὴ ἔστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐδὲ ἔλεγχος ἐγχωρεῖ εἶναι ἀπὸ τοῦ συμβεβηκότος. οὐκ ἔστι δέ· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, καὶ τοῦδε τόδε, ἤδη ἀνάγκη καὶ τὸ πρῶτον τῷ ἐσχάτῳ ἐνεῖναι, οἷον εἰ τοῦ κύκνου † λευκοῦ ὄντος, τὸ δὲ χρῶμα, οὐκ ἤδη ὁ κύκνος χρῶμα. οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν τὰς τρεῖς γωνίας ἴσας ἔχει, συμβέβηκε δὲ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ἤδη καὶ πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· πάλαι γὰρ τὸ οὕτω λέγειν ἐλήλεγκται·3 οὐ γὰρ ᾗ σχῆμα οὐδ’ ᾗ πρῶτον, ἀλλ’ ᾗ τρίγωνον ἡ ἀπόδειξις πρόεισιν. πρῶτον δὲ καὶ ἀρχὴ τῶν σχημάτων τὸ τρίγωνον, εἴπερ τούτῳ τἆλλα καὶ συντίθεται καὶ διαλύεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστε εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἂν εἴη ἔλεγχος κατὰ συμβεβηκὸς ἀληθής. ἀλλὰ παρὰ τοῦτον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται· κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας. οἱ δὲ οὐ δυνάμενοι διαιρεῖν, ποῖα δεῖ κατηγορεῖν καὶ ὅπως, ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ διδόντες οἴονται δεδωκέναι.
6. 要么必须这样划分表面的推论和反驳:将一部分设定为基于文词的,另一部分设定为基于事物且在文词之外的,并且如已阐明的那样,按其形式命名为如此之多以及如此这般的类型;要么必须以这一点为始基,将所有这些反驳都归结为对真正反驳的无知。因为有可能将所有上述反驳都化解为反驳的定义;因为正是由于对话者无知于真正反驳者必须防范的事项有多少以及是何种性质,智者们才找到了行骗的立足点。首先,既然所有这些表面的反驳都不是推论,而反驳是某种推论,我们便将依据这单一的一点把它们全部归结;因为结论必须必然地从所设定的前提中产生,从而能够断言它是必然成立的,而不仅仅显得如此。其次,也可以依据定义的各个部分[来归结]。因为真正的反驳是对同一且单一的名称与事物的矛盾对立,而文词中的诡辩中那些基于双重含义的,例如同名异义、双关歧义和语式相似(正如前面也讲过的,惯常的是所有这些都指称某个特定之物和单一之物,例如「狗」、「沉默者说话」、「受苦与行动」),在不具有健全前提的情况下,怎么可能是真正的反驳或推论呢?而健全的前提乃是指称单一事物关于单一事物的前提。至于结合、分割和声调,大概也是由于同样的原因,并且由于被结合或分割的语词并非同一,或者由于名称有所不同,而再次落空;因为带有粗气音的「霍罗斯」指称一事,而带有柔气音的「奥罗斯」指称另一事;如果要有反驳或推论,这一点也本应当像事物本身一样是同一的。但如今,在粗气音下以「霍罗斯」认可了定义,却在柔气音下推导出了「山」〔「奥罗斯」〕。然而,合乎哲学地进行推论的人,即使在多名之物以及事物虽同一但在不同名称下的情况中,也绝不会试图用一个名称代替另一个名称来推导出结论,更不用说在相差如此悬殊的事物中了。因为他在前提中认可了「外衣」,就不会在结论中推导出「披风」,而只会推导出「外衣」;因为除了由于不从所设定的前提中推导而违背传习的规则之外,对于询问「为什么」的人来说,即使它与「披风」指称同一事物,也还需要第二个提问。例如若有人这样设定:「外衣是身体防寒御暑之物;提供此类之物者是有用的;所以外衣是有用的」;因为用「披风是有用的」代替「外衣」来说虽然也是真的,但并未被推论出来,而且他还会追加提问外衣与披风之间是否有某种相通之处。 如此,文词中的六种谬误推论依据第一条定义被归结为对反驳的无知;因为没有任何一个推论对同一事物的同一方面予以肯定又予以否定。另一方面,为了使我们也着眼于文词之外的谬误推论,那些基于偶性的推论,在推论被定义之后,就显明是失误的了。而反驳的定义必定与推论的定义相同,只是外加了矛盾对立而已;因为反驳乃是具备上述限定条件的矛盾对立的推论。因此,如果不存在偶性的推论,也就不可能存在来自偶性的反驳。而这确实是不存在的;因为并非在这些事物存在而必然有此物存在、且由此物存在而必然有此物存在时,最初的事物就已经必然存在于最终的事物中了,例如若天鹅是白的,而白是颜色,天鹅并不因此就已经是颜色。同样,若三角形具有等于两直角的三内角,而作为图形、或作为最初的图形、或作为始基乃是偶属于它的,并不因此就所有图形都已经具有等于两直角的三内角;因为这样的说法早就被驳斥了;因为证明的进行并不是就其作为图形而言,也不是就其作为最初之物而言,而是就其作为三角形而言。如果说三角形是图形中最初的和始基,乃是因为其他图形都由它合成,又都分解为它。在其他情况下也是同样。因此,如果反驳是某种推论,基于偶性的反驳就不可能是真正的反驳。但专门技艺者以及一般的知识拥有者正是由于这一谬误而被不具知识者反驳的;因为后者针对知者进行的是基于偶性的推论。而知者们由于不能区分应当述谓何种事物以及如何述谓,要么在被提问时予以承认,要么在未予承认时却以为自己已经承认了。
- 1.6ἀρχὴν ταύτην ποιησαμένους
阳性宾格复数分词 ποιησαμένους 在语法上与动词性形容词 ἀνακτέον 所暗指的行为主体(相当于宾格的 ἡμᾶς,即 δεῖ ἡμᾶς ἀνάγειν)一致,作其逻辑主语,意为「以这一点为始基/出发点」。
- 1.6πρὸς γὰρ τῷ τὴν παράδοσιν ἐκκλίνειν τῷ μὴ ἐκ τῶν κειμένων συνάγειν καὶ δευτέρας ἐρωτήσεως χρεία
此句主干为 πρὸς τῷ ἐκκλίνειν... καὶ δευτέρας ἐρωτήσεως χρεία[ἐστί]。前置词 πρὸς 搭配与格冠词不定词 τῷ ἐκκλίνειν(「除了偏离……之外」),其内部嵌套了表示方式/原因的与格冠词不定词短语 τῷ μὴ... συνάγειν(「因不从所设定的前提中推导」),主句中的 καὶ 则表「也」,修饰 χρεία。
- 1.6πάλαι γὰρ τὸ οὕτω λέγειν ἐλήλεγκται
被动语态结构,冠词不定词 τὸ οὕτω λέγειν 作为完成时被动态动词 ἐλήλεγκται 的语法主语,意为「因为这样讲早就被驳斥了」。
