← 佚名

亚里士多德《辩谬篇》释义

§16.7-17.24

假因谬误与复合问题谬误

基于亚里士多德《辨谬篇》第5章,作者阐明了归谬论证中将无关前提当作虚假原因的「假因谬误」,以及强迫对多个不同事项作出单一肯定或否定应答的「复合问题谬误」的机制与具体例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#5

εἰ γάρ τις θείη τῶν σοφιστῶν τὸ ζῷον παντὶ λευκῷ, εἶτα μὴ συνομολογούντων ἡμῶν πειρᾶται ἐλέγχειν, καὶ δὴ λήψεται τὸ ἀντιφατικῶς ἀντικείμενον τῆς ἡμετέρας προτάσεως μιμούμενος τὸν ἀληθῆ ἔλεγχον· φήσει γὰρ ὡς εἰ ψεῦδος τὸ τὸ ζῷον παντὶ λευκῷ, ἀληθὲς δήπου τὸ μὴ παντί, καὶ οὐκ ἂν δήπου τῷ ἀληθεῖ ἄτοπόν τι ἕψεται, καὶ συλλογίζεται οὕτως· τὸ ζῷον οὐ παντὶ λευκῷ καθ’ ὑμᾶς, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι, τὸ ζῷον ἄρα οὐ παντὶ κόρακι. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησεν, αὕτη δ’ ἦν ἡ τὸ ζῷον οὐ παντὶ λευκῷ· λείπεται ἀληθὲς εἶναι τὸ παντί. ἀλλ’ οὐ παρὰ τοῦτο (οὐδὲν γὰρ ἧττον συμβαίνει τὸ ψεῦδος καὶ λείποντος),1 ἀλλὰ παρὰ τὴν λέγουσαν πρότασιν τὸ λευκὸν παντὶ πτηνῷ. πάλιν ἡμῶν λεγόντων ‘ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ’, ὁ σοφιστὴς ἀναιρῶν οὕτω λέγει, ὡς, εἰ ἀληθές, οὐχ ἕξει τι τῶν ἑπομένων ἀδύνατον, νυνὶ δὲ ἕπεται, οὐκ ἄρα ἀληθές. ἔχει γὰρ οὕτως· εἰ γὰρ τῇ φθορᾷ ἡ γένεσις ἐναντίον ἡ καθόλου τῇ καθόλου, καὶ τῇ τινὶ φθορᾷ τις γένεσις ἐναντίον ἔσται· τὶς δὲ φθορὰ ὁ θάνατος· ἕξει ἄρα τινὰ γένεσιν ἐναντίον, ἐναντίον δὲ θανάτῳ οὐκ ἄλλο ἀλλ’ ἢ ζωή, ὥστ’ ἔσται ἡ ζωὴ τὶς γένεσις. εἰ δὲ τοῦτο, καὶ τὸ ζῆν ἔσται γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ λέγειν τὴν ψυχὴν καὶ ζωὴν ταὐτόν. ἀλλ’ οὐ παρὰ τοῦτο, οὐδὲ τοῦτο τοῦ ψεύδους αἴτιον (ἀφαιρεθέντος γὰρ πάλιν τὸ ἄτοπον ἔσται), ἀλλὰ τὸ τιθέναι τὸν θάνατον φθοράν· οὐ γὰρ ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, τοῦτο δὲ οὐ φθορά. οὐ γὰρ ἅπαν τὸ χωρισθὲν ἤδη καὶ ἔφθαρται, ὡς ἐπὶ σίτου καὶ κριθῆς καὶ τῶν ὁμοίων ἔχει· ᾤχετο δ’ ἂν καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ φθαρέντα τῷ θανάτῳ, νῦν δὲ διαμένει· καὶ ζωὴ μὲν ἐναντίον ἔσται τινὶ λύσει ὅπερ ὁ θάνατος, φθορὰ δὲ τῷ ἀψύχῳ σώματι. ἀσυλλόγιστοι2 μὲν οὖν οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι, καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον. Οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον τοιοῦτοι, τὸ δὲ παρὰ τὸ δύο ἐρωτήματα ἢ καὶ πλείω ἓν ποιεῖν γίνεται, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία. καὶ ἐπ’ ἐνίων μὲν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον ἀπόκρισιν μίαν, οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· ἐπ’ ἐνίων δ’ ἧττον, καὶ ὡς ἑνὸς ὄντος ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον, ἢ ἀποκρινόμενοι μὴ καλῶς ἐλέγχεσθαι φαίνονται. οἷον ἆρ’ οὗτος καὶ οὗτος ἄνθρωπός ἐστιν; ὥσθ’ ὅταν τις τύπτει τοῦτον καὶ τοῦτον, ἄνθρωπον τύπτει καὶ οὐκ ἀνθρώπους. καὶ πάλιν ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δ’ οὐκ ἀγαθά, εἰ ὁμοῦ ἐρωτηθέντα ἁπλῶς ἀγαθὰ μόνως ἢ οὐκ ἀγαθὰ δοίη τις, ἁμαρτάνει· ὁπότερον γὰρ ἄν φαίη τῶν τῆς ἀντιφάσεως μορίων, ἔστι μὲν ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἄν ποιεῖν· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ψεῦδος, οἷον πότερον ἡ σωφροσύνη καὶ δικαιοσύνη ἀκολασία τε καὶ ἀδικία ἀγαθά; οὔτε γὰρ καταφῆσαι πρὸς ταῦτα καθάπαξ καλόν, οὔτ’ ἀπαρνήσασθαι, τὸ μὲν διὰ τὰς κακίας τὸ δὲ διὰ τὰς ἀρετάς,3 ἀμφότερα δὲ οὐ διαλεκτικόν. καὶ ταῦτα μὲν οὕτως. ἐνίοτε δὲ προσληφθέντων τινῶν κἂν ἔλεγχος γίγνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλὰ καὶ οὕτω προτείνοιτο, ἆρά γε ὃ ἐπὶ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν; ναί. τί δαί; εἰ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὐχὶ καὶ ἅπαντα τὰ λευκὰ χρώματα ἔσονται διακριτικὰ ὄψεως, χιών, κύκνος, γάλα καὶ τὰ λοιπά; πάλιν εἰ γυμνόν ἐστι τὸ ἐστερημένον ἐνδύματος, καὶ γυμνὰ ἔσονται τὰ ἐστερημένα ἐνδύματος· ἀλλὰ μὴν κίονες, λίθοι, ξύλα ἐστέρηνται μὲν ἐνδύματος, γυμνὰ δὲ οὐ λέγονται. ἔτι εἰ τυφλὸν τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, οὐχὶ καὶ πάντα τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν, πεφυκότα δὲ ἔχειν; ἔσται γοῦν ἄμφω τὰ σκυλάκια, τό τε διὰ πήρωσιν μὴ ὁρῶν, ὃ καὶ κυρίως τυφλόν, καὶ τὸ μήπω βλέπον διὰ τὴν ἡλικίαν, ὃ καταχρηστικῶς οὕτω λέγομεν, ὁμοίως τυφλά.

因为如果智者中的某人设定「动物属于每一个白色的事物」,随后在我们不同意时试图进行反驳,他便会把握我们命题的矛盾对立面,以此模仿真正的反驳;因为他会说,如果「动物属于每一个白色的事物」为假,那么「不属于每一个」无疑为真,而对于真命题绝不会随伴任何荒谬之事,于是他这样推论:「按照你们的说法,动物并不属于每一个白色的事物;白色的事物属于每一只鸟;鸟属于每一只乌鸦;所以白色的事物属于每一只乌鸦;所以动物并不属于每一只乌鸦」。但这确实是假的。「因此,不可能的结果所随伴的那个假设,即『动物并不属于每一个白色的事物』,也是假的;剩下的结论就是『属于每一个』为真」。然而并不是因于此(因为即使缺少此项,虚假的结果也同样出现),而是因于断言「白色的事物属于每一只鸟」的前提。又如,当我们说「灵魂与生命在原因上是同一的」时,智者否定这一说法并这样讲:如果这是真的,随伴的事项中就不会有任何不可能之事,但如今出现了不可能的推论,所以它不是真的。因为其论证过程如下:如果普遍的生成与普遍的消灭相反,那么个别的生成也与个别的消灭相反;但死亡是某种个别的消灭;因此它会有某种生成与之相反;而与死亡相反的不是别的正是生命,所以生命将是某种生成。如果这样,活着也将是生成,而动物在其活着而言就是正在生成。但这确实是不可能的;因此断言灵魂与生命是同一的也是不可能的。然而并不是因于此,这也不是虚假的原因(因为即使将它去掉,荒谬依然会产生),而是因于将死亡设定为消灭;因为死亡不是消灭,而是灵魂与肉体的瓦解和分离,而这并非消灭。因为并非每一分离之物就已然被消灭,正如在小麦、大麦及类似事物中所见;如果肉体与灵魂因死亡而被消灭,它们早就化为乌有了,但如今它们依然留存;生命将是某种瓦解(即死亡)的相反者,而消灭则将属于无灵魂的肉体。因此,这样的论辩本身并非不成推论,而是就所设定的题旨而言不成推论,并且这种情况往往同样瞒过了提问者自己。基于后件的反驳与基于非原因的反驳就是这类。另一方面,将两个或多个提问合而为一的谬误发生在:当提问实为多个却未被察觉,而作为对单一问题的回答给出了单一应答之时。在某些情况下,很容易看出问题是多个并且不应当给出单一应答,例如「大地是海,还是天?」;但在某些情况下则不那么容易,并且人们仿佛面对单一问题,要么因不回答所问之事而予以认可,要么因应答不当而显得被反驳。例如:「此人与此人是人吗?」以致当有人殴打此人与此人时,他殴打的是一个人而不是多个人。再者,对于那些一部分是善而另一部分非善的事物,如果有人被合在一起提问时,单纯地只承认它们是善或者非善,他便犯了错误;因为不论他说出矛盾对立的哪一部分,似乎都在以某种方式造成反驳或表面的虚假;因为断言非善之物中的某物是善的乃是虚假,例如「节制与正义、放荡与不义是善的吗?」因为对这些提问一概予以肯定是不妥的,予以否定也是不妥的:前者因于恶习,后者因于德性,而两者都非辩证法的方式。这些事项便是如此。但有时,在额外假定了某些前提的情况下,甚至可能产生真正的反驳,例如若有人承认「白色的」、「裸露的」和「失明的」在单数与复数上用法相同,并这样提问:「对于单一事物成立的,对于多数事物也成立吗?」「是的。」「那么又如何?如果白是离散视线的颜色,难道所有白色的事物——雪、天鹅、牛奶及其他——不也将是离散视线的颜色吗?」再如:「如果裸露的是被剥夺了衣服的,那么被剥夺了衣服的事物也将是裸露的;然而柱子、石头、木头虽然被剥夺了衣服,却不被称为裸露的」。又如:「如果失明的是没有视觉却天生适于拥有视觉的,难道所有没有视觉却天生适于拥有视觉的事物不也全都是失明的吗?那么两只小狗——因残疾而看不见的(这是真正意义上的失明)和因幼小而尚未能看见的(这是我们借喻如此称呼的)——便将同样都是失明的」。

语法注3 条
  1. 1.5οὐδὲν γὰρ ἧττον συμβαίνει τὸ ψεῦδος καὶ λείποντος

    καὶ λείποντος 是独立属格结构,其逻辑主语由上下文补出(指代前述假设「动物不属于每一个白色的事物」),表让步:「即使该前提缺失/被省略」。

  2. 1.5ἀσυλλόγιστοι μὲν οὖν οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι

    双重否定(οὐκ εἰσὶν ἀσυλλόγιστοι)承认这些论辩在形式上构成了有效的推论,而限定性介词短语 πρὸς τὸ προκείμενον 则表明它们「相对于所设定的论驳论题而言不是推论」,构成转折对比。

  3. 1.5τὸ μὲν διὰ τὰς κακίας τὸ δὲ διὰ τὰς ἀρετάς

    此处是对前文 οὔτε καταφῆσαι ... οὔτ’ ἀπαρνήσασθαι 的分别指涉(distributio)。τὸ μέν 承接肯定(καταφῆσαι),因其中包含恶习而不可肯定;τὸ δέ 承接否定(ἀπαρνήσασθαι),因其中包含德性而不可否定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:16.7-17.24