← 佚名

亚里士多德《辩谬篇》释义

§14.33-16.7

后件谬误与以非原因为原因的谬误

注释者在总结乞求起始之点的第五种方式后,阐述了因不可换位项之无效逆转而导致的「基于后件的反驳」(以蜂蜜、修辞学征标、德谟克利特以及梅丽索斯对对偶换位的误用为例),继而解释了归谬法中「以非原因为原因」之谬误的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#4

εἰ οὖν τις διὰ θατέρου πειραθείη δεῖξαι τὸ ἕτερον, τὸ ἐν ἀρχῇ ᾔτηται. φαίνονται δὲ ἐλέγχειν ἐν τοῖς τοιούτοις οἱ σοφισταὶ διὰ τὸ μὴ δύνασθαι τοὺς προσδιαλεγομένους συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον. Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος γίνεται, ὅταν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. πάσης γὰρ κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἴσης οὔσης, καὶ τῆς μὲν ἐπ’ ἴσης ἀντιστρεφούσης, ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει καὶ τῶν ὁριστῶν καὶ τῶν εἰδῶν καὶ ἰδίων καὶ ἐπὶ τῶν πολυωνύμων, τῆς δὲ ἐπὶ πλέον οὔ,1 ὡς ἐπὶ τῶν γενῶν καὶ εἰδῶν καὶ τῶν συμβεβηκότων καὶ καθ’ ὧν συμβέβηκεν, ὅταν τις τὸ ἐπὶ πλέον κατηγορούμενον καὶ ἑπόμενον ὡς ἐξισάζον λάβοι πρὸς τὸ μερικὸν καὶ ἡγούμενον καὶ ἀντιστρέψῃ, δοκεῖ ἐλέγχειν διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν. ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης τοδὶ ᾖ, καὶ τοῦδε ὄντος οἰόμεθα καὶ θάτερον εἶναι ἐξ ἀνάγκης, ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνονται. πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπελάβομεν ὅτι ξανθόν· ἕπεται γὰρ τὸ ξανθὸν χρῶμα τῷ μέλιτι. καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν ᾖ διάβροχος, ὑπολαμβάνομεν ὗσαι· τὸ δὲ οὐκ ἀναγκαῖον. ἔν τε δὲ τοῖς ῥητορικοῖς αἱ κατὰ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσί· βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχὸς ἢ κλέπτης, τὰ ἑπόμενα ἀντιστρέψαντες ἔλαβον, ὅτι καλλωπιστὴς ἢ νύκτωρ πλανᾶται, ἐπὶ πλέον ὄντα· πολλοῖς γὰρ ταῦτα μὲν ὑπάρχει, οὔτε δὲ ἅπας καλλωπίζεται ἐπὶ μοιχείᾳ, οὔτ’ εἴ τις νύκτωρ πλανᾶται, κλέπτης. πάλιν, ὁ Δημόκριτος φεύγει πρὸς ἔρημον, ὁ φεύγων εἰς ἔρημον μαίνεται, ὁ Δημόκριτος ἄρα μαίνεται. ἕπεται μὲν γὰρ παντὶ μαινομένῳ φεύγειν πρὸς ἔρημον, οὐ μήν που καὶ εἴ τις φεύγει πρὸς ἔρημον, μαίνεται. οὐ γὰρ καὶ εἴ τις προσφιλοσοφῶν τῇ θεωρίᾳ καὶ διὰ τοῦτο ἡσυχίας ἐρῶν τὰ ἀθορυβώτερα τῶν χωρίων ἐπιζητεῖ, μαίνεται, εἰ μὴ καὶ μᾶλλον ὅ τί περ κεφάλαιον σωφροσύνης ὁ αὐτὸς ἂν καὶ φρονήσεως εἴη.2 ὁμοίως δὲ κἀν τοῖς λογιστικοῖς ὁ Μελίσσου λόγος ἔχει. ἐπεὶ γὰρ ἕπεσθαί τί τινι διττῶς λέγεται, τὸ μὲν ὡς τὸ καθολικώτερον ἁπλῶς τῷ μερικωτέρῳ οἷα τὰ εἰρημένα, τὸ δὲ ὡς τὰ κατὰ τὴν σὺν 〈ἀντιθέσει〉 ἀντιστροφήν, ἣ τῇ ἀναιρέσει τοῦ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον,3 ὁ Μέλισσος ἁμαρτάνει μὴ καλῶς χρώμενος· οὐ γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρεῖ τὸ ἡγούμενον, ἀλλὰ τῇ τοῦ ἡγουμένου τὸ ἑπόμενον. συλλογιζόμενος ὅπως τὸ ὂν ἓν καὶ ἄπειρον οὕτω τίθησι· τὸ ὂν οὐ γέγονεν, τὸ μὴ γεγονὸς ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον· εἰ δὲ τοῦτο, καὶ ἕν. τὸ ἄρα ὂν ἓν καὶ ἄπειρον. κατασκευάζει δὲ τὰς προτάσεις τὴν μὲν πρώτην οὕτως· εἰ γὰρ γέγονε τὸ ὄν, ἐξ ὄντος ἂν ἐγένετο πάντως· οὐ γὰρ ἂν ἐκ τοῦ μηδαμῇ μηδαμῶς. ἡμεῖς δὲ τὰ αὐτὰ ἂν εἴποιμεν καὶ περὶ ἐκείνου καὶ περὶ τοῦ ἀνωτέρου καὶ τοῦτο εἰς ἄπειρον· οὐκ ἄρα τὸ ὂν γέγονε. τὴν δὲ δευτέραν τὴν ‘τὸ ἀγένητον ἀρχὴν οὐκ ἔχει’ κατασκευάζει δῆθεν διὰ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς. εἰ γὰρ τὸ γεγονός, φησίν, ἀρχὴν ἔχει, τὸ μὴ γεγονὸς ἀρχὴν οὐκ ἔχει. οὐκ ἔδει δὲ οὕτως, ἀλλ’ ἐκείνως, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν. οὐ γὰρ εἴ τι μὴ γέγονε, καὶ ἀρχὴν οὐκ ἔχει, ὥσπερ οὐδ’ εἴ τι μὴ ἄνθρωπος, οὐδὲ ζῷον. τὰ γὰρ οὐράνια σώματα κατὰ τοὺς Ἑλληνικοὺς καὶ παλαιοὺς λόγους ὄντα ἀγένητα ἀρχὴν ἔχει τὸ κέντρον τῆς οἰκείας ὁλότητος. οὕτω δὲ διεψευσμένος ἐν τούτῳ τὰ ἑξῆς ἐπάγει ἀκόλουθα. Ἕκτος δὲ τρόπος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέμενος, ὃς καὶ μὴ παρὰ τοῦτο ἐν ἑτέροις ὠνόμασται.4 γίνεται δὲ ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρ’ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου. συμβαίνει δὴ τὸ τοιοῦτον ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τούτοις γὰρ ἀναιρεῖν τι δεῖ τῶν κειμένων. ἐὰν οὖν καταριθμηθῇ ἐν τοῖς ἄλλοις ἐρωτήμασι τοῖς καὶ ἀναγκαιοτέροις καὶ χρησιμωτέροις πρὸς ἐξαπάτην τῷ σοφιστῇ πρὸ τοῦ συμπεράσματος δι’ οὗ συμβαίνει τὸ ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος.

因此,如果有人试图通过这一方来证明另一方,他便乞求了起始之点。而在这些情况下智者们显得在进行反驳,是因为对话者们无法看清同一性与相异性。 基于后件的反驳发生在当不可换位的事项被当作可换位的事项来把握之时。因为所有的述说要么外延更宽,要么相等;相等者是可以换位的,如在定义与被定义项、种与固有属性以及同义异名词中所见;而外延更宽者则不可换位,如在属与种、偶性与偶性所属者中所见。当有人将外延更宽的述项和后件把握为与狭窄的前件相等并加以换位时,便由于以为推论是可以换位的,而显得在进行反驳。因为当前者存在必然导致后者存在时,我们便以为后者存在时另一者也必然存在;感知觉所引发的信念上的受骗也是由此产生的。因为我们常常把胆汁当作蜂蜜,仅仅因为它是黄色的;因为黄色是随伴于蜂蜜的。又因为下雨时地往往会变湿,即使地湿了,我们也以为下过雨了;但这并不是必然的。在修辞学中,基于征标的证明也是由后件得出的;因为为了表明某人是奸夫或窃贼,他们把作为后件但外延更宽的事项换位后加以把握,例如「他爱打扮」或「他夜间游荡」;因为这些特征属于许多人,但既不是每个人打扮都是为了通奸,也不是只要有人夜间游荡就是窃贼。再如:「德谟克利特逃往荒野,逃往荒野的人是发狂的,所以德谟克利特是发狂的。」因为逃往荒野随伴于每一个发狂的人,但绝不是只要有人逃往荒野就是发狂的。因为如果有人为了从事沉思哲学,并因此爱好宁静而寻求较为清净的地方,他绝不是发狂的,除非说他反而正是节制与明智的极峰本身。同样,在逻辑论辩中梅丽索斯的论证也是如此。因为一物随伴于另一物有两种说法:一种是单纯地较普遍者随伴于较特殊者,正如前面所说的例子;另一种则是按照伴随对立的换位(即通过否定后件而连带否定前件),而梅丽索斯由于未能妥当使用而犯了错误;因为他不是通过否定后件来否定前件,而是通过否定前件来否定后件。在推论存在如何为一且无限时,他这样设定:「存在并未生成;未生成之物没有始原;没有始原之物是无限的;如果是这样,也是一;所以存在是一且无限的。」他在确立这些前提时,第一前提是这样确立的:如果存在生成了,它完全是从存在生成的;因为无论如何不可能从完全无中生成。而我们对那一存在以及更在先的存在也会说同样的话,并且这将陷入无限;所以存在并未生成。至于第二前提「未生成之物没有始原」,他声称是通过伴随对立的换位来确立的。他说:「因为如果生成之物有始原,未生成之物便没有始原。」但不应当是这样,而应当是那样,即「没有始原之物甚至并未生成」。因为并非只要某物未生成,它就没有始原,正如并非只要某物不是人,它就不是动物一样。因为按照希腊人古老的学说,天体虽然是未生成的,却拥有自身整体性的中心作为始原。在这一点上受到如此蒙骗之后,他便随之引出了接下来的结论。 第六种方式是将非原因当作原因,这在其他著作中也被称为「不因于此」。当非原因被额外假定、仿佛反驳是因其产生时,这种谬误便出现了。这种情况确实发生在归谬推论中;因为在这些推论中必须否定设定前提中的某一项。因此,如果在导致荒谬结果的结论之前,这一非原因被列入对智者欺瞒更为必要且更为有用的其他提问之中,反驳便常常显得是因它而产生的。

语法注4 条
  1. 1.5τῆς μὲν ἐπ’ ἴσης ἀντιστρεφούσης ... τῆς δὲ ἐπὶ πλέον οὔ

    在独立属格结构「πάσης γὰρ κατηγορίας ... οὔσης」内部,二项对立「τῆς μὲν ... τῆς δὲ ...」承接阴性单数名词 κατηγορίας,前者带有分词 ἀντιστρεφούσης,后者由否定词 οὔ 伴随着该分词的省略。

  2. 1.5ὅ τί περ κεφάλαιον σωφροσύνης ὁ αὐτὸς ἂν καὶ φρονήσεως εἴη

    在由 εἰ μή 引导的例外条件从句中,ὁ αὐτός 作为潜在希求法 ἂν ... εἴη 的主语,而 ὅ τί περ κεφάλαιον ... 作为表语性关系从句(「正是节制与明智的极峰之物」),构成反语式的强调句式。

  3. 1.5κατὰ τὴν σὺν 〈ἀντιθέσει〉 ἀντιστροφήν, ἣ τῇ ἀναιρέσει τοῦ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον

    定义换质位(contraposition)的限制性关系从句。关系代名词 ἥ 的先行词是 ἀντιστροφήν,工具与格 τῇ ἀναιρέσει 表示通过否定后件(τοῦ ἑπομένου)连带否定前件(τὸ ἡγούμενον)的逻辑推理规则(即否定后件律)。

  4. 1.5ὃς καὶ μὴ παρὰ τοῦτο ἐν ἑτέροις ὠνόμασται

    关系代词 ὅς 指向前述阳性名词 ὁ τρόπος;介词短语「μὴ παρὰ τοῦτο」(「不因于此」,相当于拉丁语 non propter hoc 或 non causa pro causa)被整体名词化,作为 ὠνόμασται 的主格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:14.33-16.7