- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:13.13-14.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者在列举「在某个方面和无条件地」谬误的补充例证后,转向基于「反驳之无知」的谬误,详细阐明真正反驳的定义及其构成条件,并根据《论题篇》解释了乞求起始之点的五种方式。
καὶ τοδὶ τὸ μέγεθος ὂν τῷ μήκει τετράπηχυ καὶ δίπηχυ τῷ πλάτει πότερον δίπηχύ ἐστιν ἢ οὔ, οὐ ῥᾴδιον ἀποδοῦναι. ναὶ δὲ καὶ οὒ ἀποκρινόμενοι ἢ πῶς μὲν πῶς δ’ οὔ οὐ διαλεκτικῶς ἀπεκρίθημεν.1 Οἱ δὲ γίνονται παρὰ τὸ μὴ διωρίσθαι μηδ’ ἀκριβοῦσθαι τί ἐστι συλλογισμὸς ἀληθὴς ἢ τί ἐστιν ἔλεγχος, οὓς καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγειν εἰώθαμεν. ἔλεγχος τοίνυν ἐστὶ κυρίως ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός,2 μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, ἐκ τῶν δοθέντων, ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μέλλοιμεν ἐλέγχειν τὸν ἡμῖν προσδιαλεγόμενον εἴ τι μὴ καλῶς λέγοι, δεῖ τοῦτον εἰς ἀντίφασιν περιαγαγεῖν ἔχουσαν τοὺς εἰρημένους προσδιορισμούς, καὶ πρῶτον τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εἶναι καὶ κατηγορουμένου. ὁ γὰρ λέγων Σωκράτης διαλέγεται, Πλάτων οὐ διαλέγεται, ἢ Σωκράτης κάθηται, Σωκράτης οὐ καθεύδει, οὐ ποιεῖ ἀντίφασιν. τὸ μὲν γὰρ ἐπ’ ἄλλου καὶ ἄλλου, τὸ δὲ ἄλλο καὶ ἄλλο. καὶ μὴ ὀνόματος δὲ δεῖ μόνον προσεῖναι ταυτότητα ἀλλὰ καὶ πράγματος· τί γάρ, εἰ κοινωνεῖ μὲν ὀνόματι, μὴ κοινωνεῖ δὲ πράγματι, οἷα τὰ ὁμώνυμα; οὐ γὰρ ἂν ποιήσοι ἀντίφασιν· ὁ γὰρ εἰπὼν κύνα ὑλακτεῖν ἢ μὴ ἀληθεύει, τὸ μὲν ἐπὶ τοῦ χερσαίου φέρων τὸ δὲ ἐπὶ τοῦ θαλαττίου. καὶ οὐκ ἐπὶ τῶν ὁμωνύμων εὐλαβεῖσθαι δεῖ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων· τὸ γὰρ ζῷον περιπατεῖ καὶ ζῷον οὐ περιπατεῖ ἄμφω3 ἀληθῆ καὶ συνώνυμα. ἐκ δὲ τῶν δοθέντων ἐξ ἀνάγκης καὶ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ προστέθειται διὰ τοὺς τὸ μὴ αἴτιον τιθέντας ὡς αἴτιον, καὶ διὰ τοὺς αἰτοῦντας τὸ ἐν ἀρχῇ· οἱ μὲν γὰρ οὐκ ἐξ ὧν ὁ προσδιαλεγόμενος δίδωσι, συμπεραίνουσιν, οἱ δὲ τὸ ἀμφισβητούμενον λαμβάνουσιν ὡς ὁμολογούμενον. ζητουμένου γὰρ εἰ ἡ ψυχὴ ἀθάνατος, εἴ τις ἄφθαρτον εἴπῃ καὶ διὰ τοῦτο ἀθάνατον, τὸ ἐν ἀρχῇ αἰτεῖται· οὐ γὰρ ἕτερον τοῦ ἀθανάτου τὸ ἄφθαρτον. κατὰ τὸ αὐτὸ δὲ καὶ πρὸς τὸ αὐτό, ὡς εἰ τὸ ξύλον τόδε μήκει μὲν εἴη τρίπηχυ, πλάτει δὲ δίπηχυ· τρίπηχυ γὰρ λέγειν αὐτὸ καὶ οὐ τρίπηχυ κατ’ ἄλλο καὶ ἄλλο ἀληθές. ὡσαύτως δὲ καὶ ἐν τῷ αὐτῷ χρόνῳ τὸ μὲν διὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ τὸ δὲ διὰ τὴν τοῦ χρόνου παραλλαγήν. τὸ γὰρ Σωκράτης ὁρᾷ, Σωκράτης οὐχ ὁρᾷ κοιμώμενος ἀληθῆ, τὸ μὲν κατὰ δύναμιν καὶ καθ’ ἕξιν, τὸ δὲ κατ’ ἐνέργειαν. καθ’ ὅσα δὲ ὁ ἀληθὴς ἔλεγχος, παρὰ τοσαῦτα καὶ ὁ ψευδής· ἃ γὰρ ἐν ἐκείνῳ τηροῦντες ὀρθοποδοῦμεν, ἐκκλίνοντες ἐν τούτῳ ψευδόμεθα. ἕλκοι δ’ ἄν τις τοῦτον τὸν παραλογισμὸν καὶ εἰς τὰ παρὰ τὴν λέξιν σοφίσματα. Πενταχῶς δὲ συμβαίνει γίνεσθαι καὶ τοὺς τὸ ἐν ἀρχῇ αἰτοῦντας, ὥσπερ ἐν τοῖς Τοπικοῖς εἴρηται. φανερώτατα μὲν καὶ πρῶτον, εἴ τις αὐτὸ τὸ προκείμενον εἰς δεῖξιν λάβοι ὡς ὁμολογούμενον. οὐκ αὐτὸ μέντοι κατὰ τὰς συλλαβὰς ἢ τὰ στοιχεῖα τὸ μεταληφθησόμενον ἔσται (πῶς γὰρ ἂν λήσοι;) ἀλλὰ κατὰ δύναμιν, ὡς ἐπὶ τῶν πολυωνύμων ἔχει καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος ταὐτὸν σημαίνει. πρὸς γὰρ τὸν ζητοῦντα εἴπερ ὁ ἄνθρωπος θνητός, εἰ δοίη τις, διότι καὶ βροτός, ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἀνώλεθρος, τὸ εἰρημένον ποιεῖ. δεύτερον δὲ ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις λάβοι, οἷον ἐπιχειρῶν ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καθόλου τῶν ἀντικειμένων μίαν εἶναι ἀξιώσει, τὰ δ’ ἐναντία ἀντικείμενα· δοκεῖ γὰρ ὃ ἔδει αὐτὸ καθ’ αὑτὸ δεῖξαι, μετ’ ἄλλων λαβεῖν πλειόνων ὡς ὁμολογούμενον. καὶ τρίτον ὅταν γένηται τὸ ἐναντίον, εἴ τις καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ προκειμένου πάντων τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην δεῖξαι τῶνδέ τινων ἀξιώσειεν, οἷον βαρέος καὶ ὀξέος τὴν μουσικήν· δοκεῖ γὰρ καὶ οὗτος ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ’ αὑτὸ χωρὶς αἰτεῖσθαι. πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα, οἷον εἰ δέον ἅμα δεῖξαι τὴν ἰατρικὴν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσώδους, χωρὶς ἑκατέρου αὐτὴν ἀξιώσειεν, εἰ δὲ τοῦτο, καὶ ἄμφω. καὶ πέμπτον εἴ τίς τι τῶν ἑπομένων ἀλλήλοις ἐξ ἀνάγκης αἰτήσαιτο· ἑπόμενα δὲ ἐνταῦθα ὥσπερ ἐκεῖνα, εἰ ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, καὶ ἡ πλευρὰ ἀσύμμετρος τῇ διαμέτρῳ· ἕπεται τῷ ἑτέρῳ τὸ ἕτερον.
而对于这一在长上为四肘、在宽上为两肘的量度,究竟是两肘还是不是两肘,并不容易回答。但无论回答「是」还是「不是」,或者回答「在某个方面是而在某个方面不是」,我们都没有按照辩证的方式来回答。 另一些推论的产生,是由于未能规定和确切阐明什么是真正的推论或什么是反驳,我们通常也把这些称为基于反驳之无知的推论。严格说来,反驳乃是对同一且单一事物的矛盾,不是对名称,而是对事物,且不是对同义的名称,而是对同一且单一的名称,由所给予的前提必然得出,不把起始之点计算在内,在同一方面、相对于同一事物、以同样的方式并且在同一时间成立。因为如果我们要在对话者说了不妥当的话时反驳他,就必须引导他陷入具有上述规定条件的矛盾,并且首先在于属于同一且单一的主项与述项。因为声称「苏格拉底在对话,柏拉图不在对话」,或者「苏格拉底坐着,苏格拉底没有睡觉」的人,并没有造成矛盾;因为前者涉及不同的主项,而后者涉及不同的述项。而且不仅应当具有名称的同一性,还应当具有事物的同一性;因为如果像同音异义事物那样,共用名称但不共用事物,那会怎样呢?并不会造成矛盾;因为声称狗吠或不吠的人,如果前者指陆地上的狗,后者指海洋里的狗,说的都是真话。不仅在同音异义的事物上需要防备这一点,在同义的事物上也需要防备;因为「动物在行走」和「动物不在行走」两者都是真的且是同义的。「由所给予的前提必然得出」和「不把起始之点计算在内」之所以被加上,是因为那些把非原因当作原因的人,以及那些乞求起始之点的人;因为前者不是从对话者所给予的前提中得出结论,而后者则把争论中的论点当作已被承认的前提。因为在探求灵魂是否不死时,若有人说它是不可朽坏的,并因此说它是不死的,他便乞求了起始之点;因为不可朽坏与不死并不是两回事。「在同一方面且相对于同一事物」,例如这根木材在长度上是三肘,在宽度上是两肘;因为在不同的方面说它是三肘和不是三肘,是真实的。「以同样的方式并且在同一时间」:前者是由于潜能与现实,后者则是由于时间的推移。因为说「苏格拉底看见」,以及指着熟睡中的苏格拉底说「苏格拉底看不见」,都是真实的,前者是按照潜能和状态而言,后者则是按照现实活动而言。真正的反驳取决于多少项规定,虚假的反驳也就源于同样数量的缺失;因为在前者中遵守这些规定使我们走在正道上,而在后者中偏离这些规定则使我们陷入虚假。人们也可以将这一谬误推论归入基于语词的诡辩之中。 乞求起始之点的人也会以五种方式出现,正如在《论题篇》中所述。最明显且第一种方式是,若有人把设定要证明的那个论点本身当作已被承认的前提来把握。然而,被替换的语词在音节或字母上并不会是完全相同的(否则怎能瞒过人呢?),而是在含义上是相同的,正如在同义异名词中以及在名称与定义表示同一事物的情况下所见。因为面对探求人是否会死的人,若有人因为人也是必死的便承认这一点,或者对于灵魂是否不死,若有人因为它是不可灭绝的便承认这一点,他便做了上述之事。第二种方式是,当应当证明特殊论点时,有人把握了普遍论点;例如在企图证明相反者的知识是一门时,主张普遍地对立者的知识是一门,而相反者是对立者;因为他似乎把本应当就其自身加以证明的事情,连同其他更多的事情一起当作已被承认的前提来把握了。第三种方式是发生相反的情况,即当设定要普遍地证明时,有人乞求了特殊论点;例如在设定要证明一切相反者的知识是一门时,主张其中某些特定事物的知识是一门,例如音调的低沉与高亢的知识是音乐;因为这人似乎也是把本应当与更多事物一同证明的事情,就其自身单独加以乞求了。又如,有人将论题分割之后加以乞求;例如应当同时证明医术是关于健康与疾病的一门知识时,分别就每一方来主张它(如果承认了这一点,也就承认了两者)。第五种方式是,若有人乞求了必然相互随伴的事物中的一方;这里的随伴事物就像那些情况:如果对角线与边不可通约,则边也与对角线不可通约;一者随伴于另一者。
- 1.5ναὶ δὲ καὶ οὒ ἀποκρινόμενοι ἢ πῶς μὲν πῶς δ’ οὔ οὐ διαλεκτικῶς ἀπεκρίθημεν
分词 ἀποκρινόμενοι 表条件或让步(「无论回答……还是……」),主要动词 ἀπεκρίθημεν 作格言式或普遍过去时解读。它表明,对析取性问题无论简单回答「是/不是」还是加上限制回答「某方面是某方面不是」,均未遵循辩证回答的规范。
- 1.5ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός
属格 τοῦ αὐτοῦ καὶ ἑνός 依附于 ἀντίφασις(「关于同一且单一者的矛盾」),紧接着由 μὴ ὀνόματος, ἀλλὰ πράγματος(「不是针对名称,而是针对事物」)作进一步界定。随后的 καὶ ὀνόματος... 则补充说明,不仅事物要同一,所用的名称也必须是同一且单一的,而不能仅仅是同义词。
- 1.5εἰ δὲ τοῦτο, καὶ ἄμφω
此句在条件从句和主句中均省略了谓语动词。根据语境,需承接上文的 ἀξιόω 或 δίδωμι 进行补充理解,即「如果承认了这一点(分立的各部分),也就承认了两者(全体)」。
