- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:11.36-13.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者总结了关于基于偶性的谬误的讨论,并通过关于存在、非存在、性质及相反属性的实例,详细分析了由于混淆在某个方面言说与无条件言说而产生的谬误推论。
ἆρ’ οὖν καὶ ἔστιν ἁπλῶς; οὔ· τέθνηκε γὰρ πάλαι. τὸ γὰρ ἔστι τοῦ ποιητοῦ μὲν καθ’ αὑτὸ κατηγόρηται, τοῦ δὲ Ὁμήρου κατὰ συμβεβηκός, ὅθεν καὶ ἰδίως προστεθὲν οὐκ ἐφήρμοσε. πάλιν τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐκ ἤδη δ’ ἁπλῶς καὶ ἔστιν. οὐ γὰρ τῷ μὴ ὄντι τὸ ἔστιν, ἀλλὰ τῷ δοξαστῷ πρόσκειται· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἐστίν, ἀλλ’ ὅτι οὐκ ἔστιν. ὅσα δὲ κατὰ συμβεβηκὸς κατὰ τοῦ αὐτοῦ καὶ θάτερον κατὰ θατέρου λέγεται, ἐπεὶ μὴ ἔστιν ἕν, οὐδαμοῦ ἂν ῥηθείη, οἷον ἄνθρωπός ἐστι λευκὸς καὶ μουσικός, καὶ Σίμων σκυτεὺς καὶ ἀγαθός, ἀλλ’ οὐχ ἓν τὸ λευκὸν καὶ μουσικόν, οὐδὲ τὸ σκυτεὺς καὶ ἀγαθὸς τῷ συμβεβηκέναι καὶ ἑαυτοῖς καὶ τῷ ὑποκειμένῳ. οὔκουν εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν, οὐδ’ οὕτως ἔσται τὸ λευκὸν καὶ τὸ μουσικὸν ἕν τι· δι’ ὃ οὐδ’ ὁ Σίμων σκυτεὺς ἀγαθὸς ἅμα. τούτων οὕτω διωρισμένων προβαίνουσιν οἱ παρὰ τὸ πῇ καὶ ἁπλῶς συλλογισμοὶ παρὰ τὸ φθείρειν ἑκόντα τὸν σοφιστὴν τὴν εἰρημένην ἐν τοῖς κατηγορουμένοις διαστολὴν καὶ τὰ πῇ εἴτ’ οὖν συνθέτως καὶ μερικῶς κατηγορούμενα ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι ἁπλῶς καὶ ἰδίᾳ λαμβάνειν, ἢ τὸ ἀνάπαλιν τὰ ἁπλῶς καὶ ἰδίᾳ πῇ. τὸ γὰρ μὴ ὂν ὅτι δοξαστόν ἐστι πῆ καὶ ὁμοῦ λαβών, καὶ ὅτι ἁπλῶς ἔστι συλλογίζεται χωρίζων, τὸ μὴ ὂν λέγων δοξαστόν, τὸ δοξαστὸν ἔστι, τὸ μὴ ὂν ἄρα ἔστιν. ἢ καὶ οὕτως· ὁ τραγέλαφος δοξαστόν, τὸ δοξαστὸν ὄν, ὁ τραγέλαφος ὄν. καὶ ἆρ’ ἔστιν Ὅμηρος; οὔ. τί δαί, οὐ ποιητής ἐστιν; ναί. ἔστιν ἄρα Ὅμηρος. ἢ καὶ ἀποφατικῶς, ὅτι ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μὴ ἔστιν, οἷον εἰ μὴ ἄνθρωπος. λαβὼν γὰρ κἀνταῦθα τὸ τὸ ὂν ἁπλῶς ἕτερον τινῶν ὄντων εἶναι τῶν κατὰ μέρος,1 οἷον ἵππου καὶ βοὸς καὶ λίθου, τὸ δὲ τῶν ὄντων ἕτερον οὐκ ὂν αὐτὸς προσθείς, τὸ ὂν οὐκ ὂν συνεπέρανεν. ἀλλ’ οὐχὶ ταὐτὸν εἶναί τι καὶ ἁπλῶς εἶναι ἢ μὴ εἶναί τι καὶ ἁπλῶς μὴ εἶναι. φαίνεται δὲ διὰ τὸ πάρεγγυς εἶναι τῆς λέξεως καὶ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ ἁπλῶς εἶναι καὶ τὸ μὴ εἶναί τι τοῦ ἁπλῶς μὴ εἶναι· λανθάνει γὰρ τὸ τὶ ἐν μέσῳ προσερριμμένον καὶ παρεῖται ἀνεπίσκεπτον. οὕτω δ’ ἂν ἔχοι καὶ τὸ παρ’ Εὐνομίῳ πρὸς τἀληθὲς παράκρουσμα. μείζονα γὰρ τοῦ υἱοῦ τὸν πατέρα διδόντων ἡμῶν τῷ αἰτίῳ φύσει,2 ἤγουν τῷ φυσικῷ καὶ οὐ τῷ δημιουργικῷ, καὶ συνημμένως ταῦτα κατηγορούντων καὶ πῆ, διαλύσας καὶ ἰδίᾳ χρησάμενος ἐσοφίσατο οὕτω συνθείς· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ, τὸ αἴτιον φύσει, ὁ πατὴρ ἄρα μείζων τοῦ υἱοῦ τῇ φύσει. καὶ πάλιν ὁ Ἰνδὸς μέλας ὢν ἁπλῶς λευκός ἐστιν τοὺς ὀδόντας, ὥστε λευκὸς καὶ οὐ λευκός. καὶ πάντες ἄνθρωποι δίκαιοι καὶ οὐδείς, οὐχ ἅμα δὲ οὐδ’ ἀεί, ἀλλ’ οἱ μὲν ἐπὶ τοῦ χρυσοῦ γένους, οἱ δὲ ἐπὶ τοῦ σιδηροῦ. καί που τὸ τοὺς γονεῖς θύειν καλόν· ἐν Τριβαλλοῖς γάρ, ἁπλῶς δ’ οὔ. καὶ διπλάσια τὰ δέκα καὶ οὐ διπλάσια· πρός τι γάρ· τῶν γὰρ πέντε μόνον. ἐν τούτοις οὖν ὁ σοφιστὴς διατρίβων ἐλλείπων καὶ παραποιῶν κακουργεῖ. πάλιν ἐπὶ τῶν ἐναντίων, ὅτε ἄμφω πῇ ὄντα ἐν τῷ πράγματι ἁπλῶς ἄμφω ὑπάρχειν τίθεται, οἷον τοῦ ὀφθαλμοῦ τὸ μὲν ἥμισυ λευκὸν τὸ δ’ ἥμισυ μέλαν, ὡς ἁπλῶς ὁ ὀφθαλμὸς καὶ λευκὸς καὶ μέλας. ἀλλὰ τοῦτο ἐπ’ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴδιον, ὅθεν ἡ ἀπάτη, ὡς ἐπὶ τοῦ εἰρημένου, ἐπ’ ἐνίων δὲ λανθάνει πολλάκις, καὶ ὅταν πῇ λέγηται τὰ ἐναντία, δοκεῖ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν, ὡς ἐπὶ τοῦδε· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν; οὔ. τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν; ἐνδέχεται ἄρα ἐπιορκοῦντα εὐορκεῖν. καὶ ἐπ’ ἐκείνων δὲ λανθάνει καὶ δοκεῖ τῷ πῆ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν, ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ λαβεῖν. γίνεται δὲ τὸ τοιοῦτον ἐν ὅσοις ὁμοίως ἔχει τὰ ἀντικείμενα. δοκεῖ γὰρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι κατηγορεῖν. οἷον ἡ ἀνδρεία καὶ καλὸν ὅτι ἀρετὴ καὶ κακὸν διὰ τὰς ἐν πολέμῳ τρώσεις καὶ σφαγάς. ποτέρως οὖν χρὴ λαβεῖν αὐτὴν καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν.
那么,[荷马]也是无条件地存在吗?不是的;因为他早已死去了。因为「存在」对于诗人而言是自身地被述说,但对于荷马而言则是偶性地被述说;因此当单独加上它时,也并不适用。同样,「非存在是可被意见推想的」,但并不因而就无条件地存在。因为「存在」不是附属于非存在,而是附属于可被意见推想者;因为对它的意见推想并不是说它存在,而是说它不存在。但那些作为偶性关于同一者言说、且其中一方关于另一方言说的属性,既然不是一,就绝不可能[作为一]被言说;例如,人是白的且通晓音律的,西蒙是鞋匠且是善的,但由于对于彼此以及对于主项都是偶性的,白的与通晓音律的并不是一,鞋匠与善的也不是一。因此,即便说白的是通晓音律的是真实的,白与通晓音律也绝不会由此成为某一件事物;所以西蒙也不会同时是善的鞋匠。 在这些规定确立之后,基于在某个方面和无条件地说而作的推论,便源于诡辩家故意破坏述项中的上述区分,并将那些在某个方面、即结合且部分地,或在某处、或在某时、或相对于某物被述说的属性,无条件且单独地加以把握;或者反过来,将那些无条件且单独被述说的属性在某个方面加以把握。因为在把非存在是可被意见推想的在某个方面且合起来把握之后,他又通过分割而推论说它是无条件存在的,声称:非存在是可被意见推想的;可被意见推想的是存在的;因此非存在是存在的。或者也是这样:「羊鹿是可被意见推想的;可被意见推想的是存在者;羊鹿是存在者。」又如:「荷马存在吗?不存在。那么,他不是诗人吗?是的。因此荷马存在。」或者也是否定性地,说存在者不是存在者,如果不是存在者中的某物,例如如果不是人。因为他在这里也是在把握了存在者无条件地不同于某些个别的存在者(例如马、牛、石头)之后,自己又加上不同于存在者的乃是非存在,从而得出结论说存在者是非存在。但是,是某物与无条件地存在,或者不是某物与无条件地不存在,并不是同一回事。而之所以显得如此,是因为措辞的接近,以及是某物与无条件地存在之间、不是某物与无条件地不存在之间的差别极小;因为抛入中间的「某物」被忽略了,且未加考察地被放了过去。欧诺米乌斯对真理的歪曲大概也是如此。因为当我们承认父在原因上本性地大于子,即在自然原因而非创世原因上大于子,并且结合地且在某个方面述说这些时,他却将其分解并单独使用,通过如下的结合而弄诡辩:「父在原因上大于子;原因是本性上的;因此父在本性上大于子。」又如:印度人无条件地是黑的,但在牙齿上是白的,以致他是白的又不是白的。又如:所有人都是正义的且没有人是正义的,但不是同时也不是始终,而是一些人在黄金时代如此,另一些人在黑铁时代如此。又如:在某处将父母作为祭品献祭是高尚的,因为在特里巴利人中是如此,但无条件地则不是。又如:十是双倍的又不是双倍的,因为这是相对的,因为仅相对于五而言是双倍的。因此诡辩家在这些事情上纠缠,通过缺漏和曲解来进行作恶。 又如在相反者的情况下,当两者在某个方面都存在于事物中时,便被设定为两者都无条件地属于该事物;例如眼睛的一半是白的,一半是黑的,便仿佛眼睛无条件地既是白的又是黑的一样。但这种情况在某些事物上,任何人都能轻易看出欺骗从何而来,如在所举的例子中;但在另一些事物上则往往被忽视,且每当相反者在某个方面被言说时,无条件的结果似乎也随之而来,正如在这个例子中:「同一个人可能同时发假誓又守誓吗?不可能。那么,发誓要发假誓并且确实发了假誓的人,难道没有守誓吗?因此可能在发假誓的同时守誓。」并且在那些不容易看清应当按哪一种方式把握事物的情况中,这也会被忽视,且无条件的结果似乎随着在某个方面[的言说]而来。而在对立者处于同等地位的事物中,便会发生这种情形;因为似乎应当承认要么两者都无条件地被述说,要么两者都不被述说。例如,勇敢因为是德性而是一件好事,但由于战争中的创伤和屠杀而是一件坏事。因此,究竟应当把它当成好事还是坏事来把握,并不容易说清。
- 1.5λαβὼν γὰρ κἀνταῦθα τὸ τὸ ὂν ἁπλῶς ἕτερον τινῶν ὄντων εἶναι τῶν κατὰ μέρος
在连续出现的两个定冠词中,第一个 τὸ 将整个不定式短语(τὸ ὂν ἁπλῶς ἕτερον ... εἶναι)名词化,作为分词 λαβών 的宾语;第二个 τὸ 则是修饰名词化现在分词 ὄν(τὸ ὄν,“存在者”)的定冠词。
- 1.5μείζονα γὰρ τοῦ υἱοῦ τὸν πατέρα διδόντων ἡμῶν τῷ αἰτίῳ φύσει
διδόντων ἡμῶν 及随后的 κατηγορούντων 构成独立属格结构,为主动词 ἐσοφίσατο 提供前提背景。τῷ αἰτίῳ 与 φύσει 为表示限定或方面的与格,前者限定形容词 μείζονα,后者限定 αἰτίῳ(紧随其后的 ἤγουν τῷ φυσικῷ... 将其解释为“即按自然原因”)。
