- 底本
- Callistratus. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第9章赞颂了埃塞俄比亚门农巨像在黎明与薄暮时发声并垂泪的鬼斧神工,第10章则描摹了寄寓神性、体现不朽健康的阿斯克勒庇俄斯雕像那庄严生动的风貌。
ΕΙΣ ΤΟ ΤΟΥ ΜΕΜΝΟΝΟΣ ΑΓΑΛΜΑ. θ. ἐθέλω σοι καὶ τὸ Μέμνονος ἀφηγήσασθαι θαῦμα, καὶ γὰρ ὄντως παράδοξος ἡ τέχνη καὶ κρείττων ἀνθρωπίνης χειρός. τοῦ Τιθωνοῦ Μέμνονος εἰκὼν ἦν ἐν Αἰθιοπίᾳ ἐκ λίθου πεποιημένη, οὐ μὴν ἐν τοῖς οἰκείοις ὅροις ἔμενε, οὐδὲ τὸ τῆς φύσεως σιγηλὸν ἠνείχετο, ἀλλὰ καὶ λίθος ὢν εἶχεν ἐξουσίαν φωνῆς· νῦν μὲν γὰρ ἀνίσχουσαν τὴν Ἡμέραν προσεφθέγγετο ἐπισημαίνων τῇ φωνῇ τὴν χαρὰν καὶ ἐπὶ ταῖς τῆς μητρὸς παρουσίαις φαιδρυνόμενος, νῦν δὲ ἀποκλινομένης εἰς νύκτα ἐλεεινόν τι καὶ ἀλγεινὸν ἔστενε πρὸς τὴν ἀπουσίαν ἀνιώμενος. ἠπόρει δὲ οὐδὲ δακρύων ὁ λίθος, ἀλλʼ εἶχεν ὑπηρετούμενα τῇ βουλήσει καὶ ταῦτα καὶ ἡ εἰκὼν μόνῳ μὲν τοῦ ἀνθρωπίνου διαλλάττειν μοι ἐδόκει σώματι, ὑπὸ δὲ ψυχῆς τινὸς καὶ ὁμοίας προαιρέσεως ἀγομένη κατηυθύνετο. εἶχε γοῦν καὶ τὰ λυποῦντα ἐγκεκραμένα καὶ πάλιν ἡδονῆς αἴσθησις αὐτὸν κατελάμβανεν ὑπʼ ἀμφοτέρων τῶν παθῶν πληττόμενον, καὶ ἡ μὲν φύσις τὴν λίθων γένεσιν ἄφθογγον προήγαγε καὶ κωφὴν καὶ μήτε ὑπὸ λύπης ἐθέλουσαν διοικεῖσθαι μήτε εἰδυῖαν ἡσθῆναι, ἀλλὰ καὶ πάσαις τύχαις ἄτρωτον, ἐκείνῳ δὲ τῷ Μέμνονος λίθῳ καὶ ἡδονὴν παρέδωκεν ἡ τέχνη καὶ πέτραν ἀνέμιξεν ἄλγει καὶ μόνην ταύτην ἐπιστάμεθα τὴν τέχνην νοήματα τῷ λίθῳ καὶ φωνὴν ἐνθεῖσαν. ὁ μὲν γὰρ Δαίδαλος μέχρι μὲν κινήσεως ἐνεανιεύετο καὶ δύναμιν εἶχεν ἡ ἐκείνου τέχνη ἐξιστάναι τὰς ὕλας καὶ εἰς χορείαν κινεῖν, ἀμήχανον δὲ ἦν καὶ παντελῶς ἄπορον καὶ φωνῆς μέτοχα πραγματεύεσθαι τὰ ποιήματα, αἱ δὲ Αἰθιόπων χεῖρες πόρους τῶν ἀμηχάνων ἐξευροῦσαι καὶ τὴν ἀφθογγίαν ἐξενίκησαν τοῦ λίθου. ἐκείνῳ τῷ Μέμνονι καὶ τὴν Ἠχὼ λόγος ἀντηχεῖν, ὁπότε φθέγγοιτο, καὶ γοερὸν μὲν στενάζοντι γοερὸν ἀντιπέμπειν μέλος, εὐπαθοῦντι δὲ ἀνταποδιδόναι τὴν ἠχὴν ἀντίμιμον. ἐκεῖνο τὸ δημιούργημα καὶ τῇ Ἡμέρᾳ τὰς ἀνίας ἐκοίμιζε καὶ οὐκ εἴα μαστεύειν τὸν παῖδα, ὡς ἂν ἀντιτιθείσης αὐτῇ τῆς Αἰθιόπων τέχνης1 τὸν ἐκ τῆς εἱμαρμένης ἀφανισθέντα Μέμνονα.
论门农雕像。 9. 我亦愿向你讲述门农的奇迹,因那技艺实乃非同寻常,远胜凡人的手艺。提托诺斯之子门农的雕像在埃塞俄比亚由石头制成;然而它并未停留在固有的界限之内,亦不甘忍受自然赋予的沉默,反而在身为石头的同时拥有言说的权能:有时它向着升起的白昼(赫墨拉)致意,以声音显明欢愉,因母亲的莅临而容光焕发;有时随着白昼倾斜入夜,它便发出凄恻痛苦的呻吟,为她的离去而哀伤。这石头甚至不乏泪水,令泪珠亦听命于自身的意愿;依我之见,这尊雕像仅仅在躯体上与凡人不同,却受某种灵魂与类似的意志驱使和指引。无论如何,它体内交融着哀伤,又受愉悦之感的支配,被这两种激情所触动。原本自然所生出的石头一类皆不能言语、耳聋无觉,既不愿受悲伤支配,亦不知欢愉为何物,对一切际遇皆不可撼动;然而对于门农的那方顽石,技艺赋予了愉悦,将岩石与痛苦相糅合,而我们深知唯有这一技艺曾将思绪与声音注入顽石之中。代达罗斯固然曾年轻气盛地探索至运动的境地,其技艺亦有能力使质料超脱常态而动步起舞,但令作品分有声音对他而言却绝无可能、全无办法;埃塞俄比亚人的巧手却在绝境中辟出坦途,甚至战胜了石头的缄默。传说每当门农发声之时,厄科亦向他发出回响,当他哀伤叹息时便回送哀婉的曲调,当他沉浸欢悦时便返还仿效的回声。那件造物抚慰了白昼的悲痛,使她不再徒然寻觅爱子,仿佛埃塞俄比亚的技艺将那因命中注定而消逝的门农代偿给了她一般。
ΕΙΣ ΤΟ ΑΣΚΛΗΠΙΟΥ ΑΓΑΛΜΑ. ι. εἶτα τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέσθαι πειθόμεθα τὸ ὑπὸ τῶν τῆς Ἀθηνᾶς τεχνηθὲν χειρῶν, ὃ καὶ τὴν ἐν ἄστροις ἐκληρούχει τύχην, ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς ὃ τὰς δυνάμεις Ἀσκληπιὸς ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν, ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν τοῦ ἐνοικοῦντος τὴν δύναμιν τρέπειν,2 ἀλλʼ εἰς μὲν ἀνθρώπινα σώματα κατάγεσθαι τὸ θεῖον δώσομεν, ἔνθα καὶ μιανθείη ἂν παθήμασιν, οὐ πιστεύσομεν δέ, εἰ, ᾧ μηδὲν ἔγγονον κακίας, παραπέφυκεν; ἐμοὶ μὲν οὖν οὐ τύπος εἶναι δοκεῖ τὸ ὁρώμενον, ἀλλὰ τῆς ἀληθείας πλάσμα. ἰδοὺ γάρ, ὡς οὐκ ἀνηθοποίητος ἡ τέχνη, ἀλλʼ ἐνεικονισμένη τὸν θεὸν εἰς αὐτὸν ἐξίσταται. ὕλη μὲν οὖσα θεοειδὲς ἀναπέμπει νόημα, δημιούργημα δὲ χειρὸς τυγχάνουσα, ἃ μὴ δημιουργίαις ἔξεστι, πράττει τεκμήρια ψυχῆς ἀρρήτως ἀποτίκτουσα. πρόσωπον δέ σοι θεασαμένῳ δουλοῦται τὴν αἴσθησιν, οὐ γὰρ εἰς κάλλος ἐπίθετον ἐσχημάτισται, ἀλλὰ πάναγνον καὶ ἵλεων ἀνακινῶν ὄμμα βάθος ἄφατον ὑπαστράπτει σεμνότητος αἰδοῖ μιγείσης. πλοκάμων δὲ ἕλικες ῥεόμενοι χάρισιν οἱ μὲν εἰς νῶτα τεθηλότες ἄφετοι κέχυνται, οἱ δὲ ὑπὲρ μετώπου πρὸς τὰς ὀφρῦς ἐπιβαίνοντες τοῖς ὄμμασιν εἱλοῦνται. οἷον δὲ ἐκ ζωτικῆς αἰτίας καὶ αὐτοὶ καταρδόμενοι εἰς τὴν τῶν βοστρύχων καμπὴν συνελίττονται τῷ νόμῳ τῆς τέχνης μὴ πειθομένης τῆς ὕλης, ἀλλὰ νοούσης, ὅτι σχηματίζει θεὸν καὶ δεῖ δυναστεύειν. τῶν δὲ γινομένων εἰωθότων φθείρεσθαι3 ἡ τοῦ ἀγάλματος ἰδέα ἅτε δὴ τῆς ὑγείας τὴν οὐσίαν ἐν ἑαυτῇ φέρουσα ἀκμὴν ἀνώλεθρον ἐπικτωμένη θάλλει. ἡμεῖς μὲν δή σοι καὶ λόγων, ὦ Παιάν, νεαρῶν καὶ μνήμης ἐγγόνων ἀπηρξάμεθα· κελεύεις γάρ, οἶμαι· πρόθυμοι δέ σοι καὶ τὸν νόμον ᾅδειν, εἰ νέμοις ὑγείαν.
论阿斯克勒庇俄斯雕像。 10. 倘若我们相信那由雅典娜亲手制成、且在群星之间分得席位的阿尔戈之舟竟能口吐人言,那么难道我们竟不相信,一座由阿斯克勒庇俄斯注入神能、引入照拂之意智的雕像,能将内居者的力量引向与自身的交融吗?难道我们甘愿承认神圣之物会降临于凡人体内——在那里甚至可能被诸般激情所玷污——却在它依傍着绝无丝毫恶德滋生的造物之时反而不予置信吗?依我看来,眼前所见的并非偶像,而是真理的化身。看啊,这技艺并非毫无性情,而是将神明铭刻于内,沉醉化入神明自身。它虽为物质,却透射出神圣的意象;它虽出自工巧之手,却成就了造物所不被容许的伟业,神妙难言地孕育出灵魂的印记。当你端详其面容,它便征服了感知;因为这并非塑造成矫揉的外在之美,而是动转着极尽纯洁与慈悲的目光,闪烁着威严交织着崇敬的莫测深度。发丝流淌着风致,一部分茂密而松散地倾泻在后背,一部分自额前覆上双眉,环绕着眼眸。仿佛它们自身也受源于生命之泉的灌溉一般,卷曲成簇簇秀发,物质并不顺从技艺的法则,而是自知正在塑造神明并应当主宰一切。在受造之物注定毁灭之时,这座雕像的姿容因在自身之中承载着健康的本质,藉由获得不朽的风华而繁盛长青。医药之神培安啊,我们已将这初熟的新鲜言辞——记忆的产物——奉献于你;因我相信这正是你的吩咐;若你赐予健康,我们更乐意为你唱响赞歌。
- 9ὡς ἂν ἀντιτιθείσης αὐτῇ τῆς Αἰθιόπων τέχνης
连词 ὡς ἄν 后接属格独立结构(τῆς Αἰθιόπων τέχνης ἀντιτιθείσης),表主观的假想原因或比拟,意为“仿佛埃塞俄比亚的技艺正在作为代偿奉上”。虚词 ἄν 强化了假设或潜在的语气。
- 10ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς ὃ τὰς δυνάμεις Ἀσκληπιὸς ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν, ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν τοῦ ἐνοικοῦντος τὴν δύναμιν τρέπειν
与前句 πειθόμεθα 接宾格带不定式结构(τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέσθαι)相对照的反问句。动词 πιστεύσομεν 支配宾格不定式结构:ἄγαλμα 为不定式 τρέπειν 的逻辑主语,τοῦ ἐνοικοῦντος τὴν δύναμιν(内居者的力量)为 τρέπειν 的宾语。其间的关系从句(εἰς ὃ ... νοῦν)修饰先行词 ἄγαλμα,造成主语与不定式的大跨度离隔(hyperbaton)。
- 10τῶν δὲ γινομένων εἰωθότων φθείρεσθαι
属格独立结构,起让步或对照的副词性作用(“在受造之物惯常归于毁灭之时/尽管如此”)。它与主句主语 ἡ τοῦ ἀγάλματος ἰδέα(雕像的姿形)形成对比,突出了有限受造物的凡常宿命与承载健康本质之雕像的不朽常青。
