- 底本
- Callistratus. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了伫立于赫利孔山圣所的奥尔甫斯像,其琴声令自然界的一切生灵与万物为之倾倒;以及圣林中的狄奥尼索斯像,虽为青铜所铸,却蕴含着生动如肉体的柔韧与巴克科斯式的狂热光彩。
ΕΙΣ ΤΟ ΤΟΥ ΟΡΦΕΩΣ ΑΓΑΛΜΑ. ζ. ἐν τῷ Ἑλικῶνι, τέμενος δὲ τῶν Μουσῶν σκιερὸν ὁ χῶρος, παρὰ τοὺς Ὀλμειοῦ τοῦ ποταμοῦ ῥύακας καὶ τὴν ἰοειδέα Πηγάσου κρήνην Ὀρφέως ἄγαλμα τοῦ τῆς Καλλιόπης παρὰ τὰς Μούσας εἱστήκει ἰδεῖν μὲν κάλλιστον, ὁ γὰρ χαλκὸς τῇ τέχνῃ συναπέτικτε τὸ κάλλος τῇ τοῦ σώματος ἀγλαίᾳ τὸ μουσικὸν συνεπισημαίνων τῆς ψυχῆς, ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ τῶν στέρνων ἐσφίγγετο, κόμη δὲ οὕτως ἦν εὐανθὴς καὶ ζωτικὸν ἐπισημαίνουσα καὶ ἔμπνουν, ὡς ἀπατᾶν τὴν αἴσθησιν, ὅτι καὶ πρὸς τὰς ζεφύρου πνοὰς σειομένη δονεῖται. ἡ μὲν γὰρ ἐπαυχένιος κατὰ νώτου χυθεῖσα, ἡ δὲ ταῖς ὀφρύσιν ἄνωθεν δισχιδὴς ἐπιβαίνουσα καθαρὰς τῶν ὀμμάτων ἔφαινε τὰς βολάς, τὸ πέδιλον δὲ αὐτῷ ξανθοτάτῳ χρυσῷ κατήνθιστο καὶ πέπλος κατὰ νώτου ἄνετος εἰς σφυρὸν κατῄει, μετεχειρίζετο δὲ τὴν λύραν, ἡ δὲ ἰσαρίθμους ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους·1 ὁ γὰρ χαλκὸς καὶ νευρὰς ὑπεκρίνετο καὶ πρὸς τὴν ἑκάστου μίμησιν ἀλλαττόμενος πειθηνίως ὑπήγετο μικροῦ καὶ πρὸς αὐτὴν τὴν ἠχὴν τῶν φθόγγων φωνήεις γινόμενος. ὑπὸ δὲ τῶν ποδῶν τὴν βάσιν οὐκ οὐρανὸς ἦν τυπωθείς, οὐδὲ Πλειάδες τὸν αἰθέρα τέμνουσαι, οὐδὲ ἄρκτου περιστροφαὶ τῶν Ὠκεανοῦ λουτρῶν ἄμοιροι, ἀλλʼ ἦν πᾶν μὲν τὸ ὀρνίθων γένος πρὸς τὴν ᾠδὴν ἐξιστάμενον, πάντες δὲ οἱ ὄρειοι θῆρες, καὶ ὅσον ἐν θαλάττης μυχοῖς νέμεται, καὶ ἵππος ἐθέλγετο ἀντὶ χαλινοῦ τῷ μέλει κρατούμενος καὶ βοῦς ἀφεὶς τὰς νομὰς τῆς λυρῳδίας ἤκουε καὶ λεόντων ἡ ἄτεγκτος φύσις πρὸς τὴν ἁρμονίαν κατηυνάζετο. εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας2 καὶ κῦμα θαλάσσης ἔρωτι τῆς ᾠδῆς ὑψούμενον καὶ πέτρας αἰσθήσει πληττομένας μουσικῆς καὶ πᾶσαν βλάστην ὥριον ἐξ ἠθῶν ἐπὶ τὴν μοῦσαν τὴν Ὀρφικὴν σπεύδουσαν, καὶ οὐδὲν μὲν ἦν τὸ ἠχοῦν, οὐδὲ τὴν ἁρμονίαν τὴν λυρῳδὸν ἐγεῖρον, ἡ τέχνη δὲ ἐν τοῖς ζῴοις τοῦ περὶ τὴν μουσικὴν ἔρωτος τὰ πάθη κατεμήνυε καὶ ἐν τῷ χαλκῷ τὰς ἡδονὰς ἐποίει φαίνεσθαι καὶ τὰ ἐπανθοῦντα τῇ αἰσθήσει τῶν ζῴων θελκτήρια ἀρρήτως ἐξέφαινεν.
论奥尔甫斯雕像。 7. 在赫利孔山——那是一处属于缪斯们的阴凉圣所——在奥尔梅奥斯河的流水与珀伽索斯的紫罗兰色泉水旁,卡利俄珀之子奥尔甫斯的塑像伫立在缪斯们身旁,望之极美。因为青铜依凭技艺孕育出美,在展现身躯的光彩的同时,亦彰显着心灵的音乐禀赋。一顶缀以黄金的波斯式冠帽自头顶高高耸起装饰着他,从双肩垂落至足部的希同短袍在胸前束着一条金带;秀发如此繁茂丰美,显现出生气与呼吸,以至于欺瞒了知觉,令人以为它正随西风的吹拂而颤动摇曳:一部沿着颈项倾泻在后背,一部在双眉上方分成两股垂下,显露出眼眸澄澈的清辉;鞋履以最绚丽的黄金装饰,松散披在背后的长袍一直垂至脚踝。他手中执着里拉琴,琴上连缀着与缪斯人数相等的音阶;因为青铜甚至扮演了琴弦的角色,顺服地迎合每一处的摹拟而变化,几欲伴着音调的阵阵回响发声。足下的基座上并未雕刻着苍穹,既没有划过天空的昴星团,亦没有与俄刻阿诺斯的洗礼无缘的大熊座回转;然而,所有种类的鸟儿皆在歌声中欣喜若狂,所有的山野走兽,以及凡是生息在深海中的生灵尽皆在此;骏马被这旋律俘获而沉醉,代替了缰绳的羁绊,耕牛抛下牧草倾听着琴歌,甚至狮子不可动摇的凶顽本性亦被这和谐的音律所抚平。你本可见到青铜甚至塑造出河流从泉源流向旋律,海浪出于对歌声的向往而腾跃,岩石被音乐的感知所触动,一切应季生长的草木皆从原本的栖息处奔向这奥尔甫斯的乐声。虽无物发声,亦无物唤起里拉琴的和谐,技艺却在生灵之中揭示了对音乐之爱的激荡,使愉悦在青铜中显现,并难以言表地展露出生灵知觉中所绽放的抚慰之力。
ΕΙΣ ΤΟ ΤΟΥ ΔΙΟΝΥΣΟΥ ΑΓΑΛΜΑ. η. Δαιδάλῳ μὲν ἐξῆν, εἰ δεῖ τῷ περὶ Κρήτην πιστεύειν θαύματι, κινούμενα μηχανᾶσθαι (τὰ) ποιήματα καὶ πρὸς ἀνθρωπίνην αἴσθησιν ἐκβιάζεσθαι τὸν χρυσόν, αἱ δὲ δὴ Πραξιτέλειοι χεῖρες ζωτικὰ διόλου κατεσκεύαζον τὰ τεχνήματα. ἄλσος ἦν καὶ Διόνυσος εἱστήκει ἠιθέου σχῆμα μιμούμενος οὕτω μὲν ἁπαλός, ὡς πρὸς σάρκα μεταρρυθμίζεσθαι τὸν χαλκόν, οὕτω δὲ ὑγρὸν καὶ κεχαλασμένον ἔχων τὸ σῶμα, ὡς ἐξ ἑτέρας ὕλης, ἀλλὰ μὴ χαλκοῦ πεφυκώς, ὃς χαλκὸς μὲν ὢν ἠρυθραίνετο, ζωῆς δὲ μετουσίαν οὐκ ἔχων ἐβούλετο (ζωῆς) τὴν ἰδέαν δεικνύναι, ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξανίστατο,3 καὶ ὄντως μὲν ἦν ὁ χαλκὸς στεγανός, ὑπὸ δὲ τῆς τέχνης μαλαττόμενος εἰς σάρκα ἀπεδίδρασκε τῆς χειρὸς τὴν αἴσθησιν. ἦν δὲ ἀνθηρός, ἁβρότητος γέμων, ἱμέρῳ ῥεόμενος, οἷον αὐτὸν Εὐριπίδης ἐν Βάκχαις εἰδοποιήσας ἐξέφηνε, κισσὸς δʼ αὐτὸν ἔστεφε περιθέων ἐν κύκλῳ. ὡς κισσὸς ἦν ὁ χαλκὸς εἰς κλῶνας καμπτόμενος καὶ τῶν βοστρύχων τοὺς ἑλικτῆρας ἐκ μετώπου κεχυμένους ἀναστέλλων, γέλωτος δὲ ἔμπλεως, ὃ δὴ καὶ παντὸς ἦν ἐπέκεινα θαύματος, ἡδονῆς ἀφιέναι τὴν ὕλην τεκμήρια καὶ τὴν παθῶν δήλωσιν ὑποκρίνεσθαι τὸν χαλκόν. νεβρὶς δὲ αὐτὸν ἔσκεπεν οὐχ οἵαν εἴωθεν ὁ Διόνυσος ἐξάπτεσθαι, ἀλλʼ εἰς τὴν τῆς δορᾶς μίμησιν ὁ χαλκὸς μετεβάλλετο, εἱστήκει δὲ τὴν λαιὰν ἐπερείδων τῷ θύρσῳ, ὁ δὲ θύρσος ἠπάτα τὴν αἴσθησιν καὶ ἐκ χαλκοῦ πεποιημένος χλοερόν τι καὶ τεθηλὸς ἀποστίλβειν ἐδοξάζετο πρὸς ταύτην ἀμειβόμενος τὴν ὕλην. ὄμμα δὲ ἦν πυρὶ διαυγές, μανικὸν ἰδεῖν, καὶ γὰρ τὸ βακχεύσιμον ὁ χαλκὸς ἐνεδείκνυτο καὶ ἐπιθειάζειν ἐδόκει, ὥσπερ, οἶμαι, τοῦ Πραξιτέλους καὶ τὸν βακχεῖον οἶστρον ἐγκαταμῖξαι δυνηθέντος.
论狄奥尼索斯雕像。 8. 倘若克里特岛的奇闻确凿可信,代达罗斯固然能够制造出会活动的造物,强令黄金具有人类的感知;然而普拉克西特列斯的巧手,却使整座工巧之作彻底化为活物。那是一座圣林,狄奥尼索斯伫立其中,仿若一位少年的身姿,如此柔美,以至于青铜仿佛化作了血肉,躯体如此柔软舒缓,宛如由另一种质料而非青铜生成;他身为青铜却泛起红晕,虽未分有生命却意欲显现生命的神态;若你触碰他,他便顺着手指的按压退让,青铜确实紧致坚硬,却在技艺的软化下化作血肉,避开了手掌的知觉。他风华正茂,极尽娇美,流淌着爱欲,正若欧里庇得斯在《酒神的伴侣》中所描摹展露的那般。常春藤环绕成圈为他加冕;青铜如常春藤般弯曲成枝条,收拢起额前垂落的卷发;他满面笑意,这实乃超越一切的奇迹:物质竟能吐露出愉悦的印记,青铜竟能扮演展现激情的角色。覆在他身上的鹿皮并非狄奥尼索斯寻常所系之物,而是青铜自身化作了对兽皮的摹拟。他伫立着,将左手支在神杖上,神杖欺瞒了感知,虽由青铜制成,却看似闪烁着翠绿苍翠的光彩,化为了那种鲜活的质料。他的双眸闪烁着炽烈的火光,望之若狂;因为青铜显现出狂乱的酒神之态,宛如受到神灵的感召,依我之见,仿佛普拉克西特列斯竟能将巴克科斯的狂热亦融注于其中。
- 7ἰσαρίθμους ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους
动词 ἐξῆπτο 为中动态过去完成时第三人称单数,主语为承前指代竖琴的代词 ἡ,作及物用法,支配直接宾语 τοὺς φθόγγους(连接着/具备着各音阶)。形容词 ἰσαρίθμους 与 τοὺς φθόγγους 保持性数格一致,并支配与格补足语 ταῖς Μούσαις(与缪斯们人数相等的)。
- 7εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας
句式 εἶδες ἄν 为不定过去时直说语气加小词 ἄν,表达过去潜势或虚拟(“你本可见到”)。作为感官动词的宾语分词结构,分词 τυποῦντα 的逻辑主语是宾格 τὸν χαλκόν,其宾语为 ποταμούς,而分词 ῥέοντας 则作 ποταμούς 的修饰语(“青铜塑造出从泉源流向旋律的河流”)。
- 8ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξανίστατο
与格 ἁψαμένῳ σοι 作参照与格,兼具条件或时间分词短语的功能(“若你触碰它”)。πρὸς τὴν ἀκμήν 中的 ἀκμή 指触碰的“指尖”或“按压之力”,与介词 πρός 结合表示顺应这种按压或触感而退让(ὑπεξανίστατο),生动表现了塑像宛如真实血肉的柔软。
