← 卡利斯特拉图斯

雕像记

§11-12

普拉克西特列斯的青年像与半人马雕像

作者描摹了普拉克西特列斯所作青年青铜像的柔嫩、红晕与束发等惊人的生动感(第11节),继而详述了立于神殿门前的半人马雕像的狂野风貌及其人马结合的解剖结构(第12节)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ΕΙΣ ΤΟ ΤΟΥ ΗΙΘΕΟΥ ΑΓΑΛΜΑ. ια. τεθέασαι τὸν ἠίθεον ἐπʼ ἀκροπόλει, ὃν Πραξιτέλης ἵδρυσεν, ἢ δεῖ σοι τῆς τέχνης παραστῆσαι τὸ πρᾶγμα; παῖς ἦν ἁπαλός τις καὶ νέος πρὸς τὸ μαλθακόν τε καὶ νεοτήσιον τῆς τέχνης τὸν χαλκὸν μαλαττούσης, χλιδῆς δὲ ἦν καὶ ἱμέρου μεστὸς καὶ τὸ τῆς ἥβης ἔφαινεν ἄνθος, πάντα δὲ ἦν ἰδεῖν πρὸς τὴν τῆς τέχνης βούλησιν ἀμειβόμενα· καὶ γὰρ ἁπαλὸς ἦν μαχομένην τῇ ἁπαλότητι τὴν οὐσίαν ἔχων καὶ πρὸς τὸ ὑγρὸν ἤγετο ἐστερημένος ὑγρότητος καὶ ὅλος ἐξέβαινε τῆς αὑτοῦ φύσεως ὁ χαλκὸς τοὺς ὅρους εἰς τὸν ἀληθῆ τύπον μεθιστάμενος. ἄμοιρος δὲ ὢν πνεύματος καὶ τὸ ἔμπνουν ὑπεδύετο, ἃ γὰρ μὴ παρέλαβεν ὕλη, μηδὲ εἶχεν ἔμφυτα, τούτων ἡ τέχνη τὴν ἐξουσίαν ἐπορίζετο. ἐκοινοῦτο δὲ τὰς παρειὰς ἐρυθήματι, ὃ δὴ καὶ παράδοξον ἦν, χαλκοῦ τικτόμενον ἔρευθος, καὶ παιδικῆς ἦν ἡλικίας ἄνθος ἐκλάμπον, κόμη δὲ εἶχεν ἕλικας ταῖς ὀφρύσιν ἐπιβαίνοντας. ὁ δὲ τῷ τελαμῶνι καταστέφων τὴν κόμην καὶ ἐκ τῶν ὀφρύων ἀπωθούμενος τῷ διαδήματι τὰς τρίχας, γυμνὸν πλοκάμων ἐτήρει τὸ μέτωπον.1 ὡς δὲ καὶ κατὰ μέρος ἐξητάζομεν τὴν τέχνην καὶ τὰ ἐν αὐτῇ δαιδάλματα, ἀφασίᾳ πληγέντες εἱστήκειμεν, ὅ τε γὰρ χαλκὸς εὐτραφῆ καὶ λιπῶσαν ἐπεδείκνυτο τὴν σάρκα καὶ πρὸς τὴν τῆς τριχὸς κίνησιν μεθηρμόζετο, ὁτὲ μὲν βοστρύχων οὔλων πλοκαῖς συνεξελιττόμενος, ὁτὲ δʼ ἐθελούσῃ τῇ τριχὶ ἐκτάδην κατὰ νώτου χυθῆναι συναπλούμενος, καὶ ὅτε μὲν ἐθέλοι τὸ πλάσμα καμφθῆναι, καὶ πρὸς τὴν καμπὴν ἀνιέμενος, ὁτὲ δὲ ἐπιτεῖναι τὰ μέλη πρὸς τὸ σύντονον μεθιστάμενος. ὄμμα δὲ ἱμερῶδες ἦν αἰδοῖ συμμιγὲς ἀφροδισίας γέμον χάριτος, καὶ γὰρ ᾔδει ζηλοῦν ὁ χαλκὸς τὸ ἐράσμιον καὶ ὑπήκουεν ἐθέλοντι τῷ εἰδώλῳ γαυροῦσθαι. ἀκίνητος δὲ ὢν οὗτος ὁ ἔφηβος ἔδοξεν ἄν σοι κινήσεως μετέχειν καὶ εἰς χορείαν εὐτρεπίζεσθαι.

论青年雕像。 11. 你可曾见过普拉克西特列斯设立在卫城上的那位青年,抑或需要我为你陈明这门技艺的成就?那是一个柔润而年轻的少年,因为技艺将青铜软化为娇嫩而青春的质地;他充溢着华美与爱恋,显露着青春的韶华,人们可以看见一切都依凭技艺的意愿而转变。盖因他虽具有与柔润相悖的质料,却显得柔润;虽缺乏润泽,却被引向柔韧;那青铜全然越出了自身天性的界限,转变为真实的原型。它虽无份于呼吸,却穿上了生命的气息;凡物质所未曾领受、亦非生而具有之物,技艺皆取得了对其的主宰。双颊泛起红晕——这着实神异非凡,乃是青铜孕育的酡红——少年岁月的芳华熠熠生辉,秀发有着垂覆双眉的卷曲。然而他以束发带环冠其发,用头巾将发丝自眉际向后拨开,使前额免受发绺遮蔽。当我们逐一细究这门技艺及其内部的鬼斧神工时,皆惊叹哑然,呆立当场;因为青铜展现出丰盈滋润的肌肤,并配合着头发的动势而调整,时而随紧密卷曲的编发一同盘旋舒展,时而随欲倾泻于后背的长发一同平展;每当造形意欲弯曲,它便顺应弯势而松弛;每当意欲收紧肢体,它又转向紧绷状态。目光楚楚动人,交织着羞怯,饱含阿佛洛狄忒式的优雅;青铜深知如何效法娇美,顺从着那意欲炫耀的造像。虽纹丝不动,这位青年在你眼中却仿佛分有了运动,正为翩翩起舞作好准备。

§12

ΕΙΣ ΤΟ ΚΕΝΤΑΥΡΟΥ ΑΓΑΛΜΑ. ιβ. εἰς ἱερὸν εἰσιὼν σεμνόν τι καὶ μέγα, ὃ τὴν καλλίστην εἰκασίαν εἰς ἑαυτὸ μεθίστη, ἐν τοῖς προπυλαίοις τοῦ νεὼ ἱδρυμένον θεῶμαι κένταυρον οὐκ ἀνδρὶ κατὰ τὴν Ὁμήρειον εἰκόνα, ἀλλὰ ῥίῳ παραπλήσιον ὑλήεντι.2 ἄνθρωπος ἦν ἄχρι λαγόνος κατιὼν ὁ κένταυρος ἐς ἵππου βάσιν τετρασκελῆ λήγων, τὸν γὰρ ἵππον καὶ τὸν ἄνθρωπον ἡ φύσις ἐξ ἡμισείας τεμοῦσα εἰς ἓν σῶμα συνήρμοσε τὰ μὲν ἀποκρίνασα τῶν μελῶν, τὰ δὲ ἀλλήλοις τεχνησαμένη σύμφωνα· τῆς μὲν γὰρ ἀνθρωπίνης ὅσον ἀπʼ ἰξύος εἰς ἄκραν ὑποφέρεται τὴν βάσιν, ἀφεῖλε,3 τοῦ δὲ ἱππείου σώματος, ὅσον εἰς ὀμφαλὸν καταβαίνει, τεμοῦσα τῷ ἀνθρωπείῳ συνῆγε τύπῳ, ὡς τὸν μὲν ἵππον τὴν κεφαλὴν ποθεῖν καὶ τοὺς αὐχενίους τένοντας, καὶ ὅσον εἰς τὸ νῶτον καταβαῖνον εὐρύνεται, τὸν δὲ ἄνθρωπον τὸν ἀπὸ ὀμφαλοῦ μέχρι τῆς βάσεως στηριγμὸν ζητεῖν. τοιούτου δὲ ὄντος τοῦ σώματος εἶδες ἂν καὶ θυμὸν ἐπιπολεύοντα τῷ τεχνήματι καὶ ἠγριωμένον τὸ σῶμα καὶ τῷ προσώπῳ τὸ θηριῶδες ἐπανθοῦν καὶ τὸ τῆς τριχὸς κάλλιστα ὑποκρινομένην τὴν πέτραν καὶ πάντα πρὸς τὸν ἀληθῆ τύπον σπεύδοντα.

论半人马雕像。 12. 当我步入一座庄严宏伟的圣所时——它在自身之中化入了至美的形象——我望见神殿门廊处立着一座半人马,并非依荷马式比喻如凡人一般,而是宛如一座树木葱郁的险峰。半人马自上而下至腰际为人体,终结于四足马身的基座;盖因自然将马与人各截取一半,削去部分肢体,使其他部分巧妙调和,融为一体。自然从人体[本质]中剔除了从腰际延伸至足端的部分,从马身截去了下至肚脐的部分,将〔其余部分〕与人形相结合,以至于那马眷恋着马头、颈部韧带以及沿脊背伸展的宽阔部位,而人则追寻着从肚脐下至足底的支撑。在躯体如此构形之下,你亦当得见烈性在技艺上激荡,躯体显现出狂野,兽性绽露于面容,坚石绝妙地扮演着发丝,万象皆竞相趋赴于真实的原型。

语法注3 条
  1. 11ὁ δὲ τῷ τελαμῶνι καταστέφων τὴν κόμην καὶ ἐκ τῶν ὀφρύων ἀπωθούμενος τῷ διαδήματι τὰς τρίχας, γυμνὸν πλοκάμων ἐτήρει τὸ μέτωπον

    句首的 ὁ δὲ 是作主语的指示代名词,指代的并非前一句的阴性主语 κόμη(发丝),而是雕像所呈现的“青年”(ὁ παῖς / ὁ ἠίθεος)本身。承接前文提到垂至眉际的卷发后,此处将主语转换回人物自身,表明他用发带(διάδημα / τελαμών)将头发向后束起、使前额保持光洁。

  2. 12οὐκ ἀνδρὶ κατὰ τὴν Ὁμήρειον εἰκόνα, ἀλλὰ ῥίῳ παραπλήσιον ὑλήεντι

    与格 ἀνδρί 与 ῥίῳ 均依附于形容词 παραπλήσιον。该表达直接化用了《奥德赛》第9卷第190–191行中描写独眼巨人波吕斐摩斯的名句(οὐδὲ ἐῴκει / ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι),正如文中的 κατὰ τὴν Ὁμήρειον εἰκόνα(“依照荷马的比喻”)所明示。

  3. 12τῆς μὲν γὰρ ἀνθρωπίνης ὅσον ἀπʼ ἰξύος εἰς ἄκραν ὑποφέρεται τὴν βάσιν, ἀφεῖλε

    阴性属格 ἀνθρωπίνης 所修饰的名词(如 φύσεως)被省略。其后的关系从句 ὅσον... ὑποφέρεται 充当动词 ἀφεῖλε 的实质宾语(“凡从腰际延伸至足端的部分”),表示从分离属格 τῆς ἀνθρωπίνης [φύσεως] 中剔除的部分,并与后半句的 τοῦ δὲ ἱππείου σώματος 形成结构上的对称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:11-12