- 底本
- Callistratus. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者描摹了吕西普斯在西库翁所铸造的栩栩如生的“机运”青铜像,并转述了一位行家对其足翼、盛年与前发等寓意象征的阐发。
ΕΙΣ ΤΟ ΕΝ ΣΙΚΥΩΝΙ ΑΓΑΛΜΑ ΤΟΥ ΚΑΙΡΟΥ. ς. ἐθέλω σοι καὶ τὸ Λυσίππου δημιούργημα τῷ λόγῳ παραστῆσαι, ὅπερ ἀγαλμάτων κάλλιστον ὁ δημιουργὸς τεχνησάμενος Σικυωνίοις εἰς θέαν προὔθηκε· καιρὸς ἦν εἰς ἄγαλμα τετυπωμένος ἐκ χαλκοῦ πρὸς τὴν φύσιν ἁμιλλωμένης τῆς τέχνης. παῖς δὲ ἦν ὁ Καιρὸς ἡβῶν ἐκ κεφαλῆς ἐς πόδας ἐπανορθῶν τὸ τῆς ἥβης ἄνθος. ἦν δὲ τὴν μὲν ὄψιν ὡραῖος σείων ἴουλον καὶ ζεφύρῳ τινάσσειν, πρὸς ὃ βούλοιτο, καταλείπων τὴν κόμην ἄνετον,1 τὴν δὲ χρόαν εἶχεν ἀνθηρὰν τῇ λαμπηδόνι τοῦ σώματος τὰ ἄνθη δηλῶν. ἦν δὲ Διονύσῳ κατὰ τὸ πλεῖστον ἐμφερής· τὰ μὲν γὰρ μέτωπα χάρισιν ἔστιλβεν, αἱ παρειαὶ δὲ αὐτῷ εἰς ἄνθος ἐρευθόμεναι νεοτήσιον ὡραίζοντο ἐπιβάλλουσαι τοῖς ὄμμασιν ἁπαλὸν ἐρύθημα, εἱστήκει δὲ ἐπί τινος σφαίρας ἐπʼ ἄκρων τῶν ταρσῶν βεβηκὼς ἐπτερωμένος τὼ πόδε. ἐπεφύκει δὲ οὐ νενομισμένως ἡ θρίξ, ἀλλʼ ἡ μὲν κόμη κατὰ τῶν ὀφρύων ἐφέρπουσα ταῖς παρειαῖς ἐπέσειε τὸν βόστρυχον, τὰ δὲ ὄπισθεν ἦν τοῦ Καιροῦ πλοκάμων ἐλεύθερα μόνην τὴν ἐκ γενέσεως βλάστην ἐπιφαίνοντα τῆς τριχός. ἡμεῖς μὲν οὖν ἀφασίᾳ πληγέντες πρὸς τὴν θέαν εἱστήκειμεν τὸν χαλκὸν ὁρῶντες ἔργα φύσεως μηχανώμενον καὶ τῆς οἰκείας ἐκβαίνοντα τάξεως· χαλκὸς μὲν γὰρ ὢν ἠρυθραίνετο, σκληρὸς δὲ ὢν τὴν φύσιν διεχεῖτο μαλακῶς, εἴκων τῇ τέχνῃ πρὸς ὃ βούλοιτο, σπανίζων δὲ αἰσθήσεως ζωτικῆς ἔνοικον ἔχειν ἐπιστοῦτο τὴν αἴσθησιν καὶ ὄντως ἐστήρικτο πάγιον τὸν ταρσὸν ἐρείσας, ἑστὼς δὲ ὁρμῆς ἐξουσίαν ἔχειν ἐδείκνυτο καί σου τὸν ὀφθαλμὸν ἠπάτα, ὡς καὶ τῆς εἰς τὸ πρόσω κυριεύων φορᾶς, καὶ παρὰ τοῦ δημιουργοῦ λαβὼν καὶ τὴν ἀέριον λῆξιν τέμνειν, εἰ βούλοιτο, ταῖς πτέρυξι. καὶ τὸ μὲν ἡμῖν θαῦμα τοιοῦτον ἦν, εἷς δέ τις τῶν περὶ τὰς τέχνας σοφῶν καὶ εἰδότων σὺν αἰσθήσει τεχνικωτέρᾳ τὰ τῶν δημιουργῶν ἀνιχνεύειν θαύματα καὶ λογισμὸν ἐπῆγε τῷ τεχνήματι, τὴν τοῦ καιροῦ δύναμιν ἐν τῇ τέχνῃ σωζομένην ἐξηγούμενος· τὸ μὲν γὰρ πτέρωμα τῶν ταρσῶν αἰνίττεσθαι2 τὴν ὀξύτητα, καὶ ὡς τὸν πολὺν ἀνελίττων αἰῶνα φέρεται ταῖς ὥραις ἐποχούμενος, τὴν δὲ ἐπανθοῦσαν ὥραν, ὅτι πᾶν εὔκαιρον τὸ ὡραῖον καὶ μόνος κάλλους δημιουργὸς ὁ καιρός, τὸ δὲ ἀπηνθηκὸς ἅπαν ἔξω τῆς καιροῦ φύσεως, τὴν δὲ κατὰ τοῦ μετώπου κόμην, ὅτι προσιόντος μὲν αὐτοῦ λαβέσθαι ῥᾴδιον, παρελθόντος δὲ ἡ τῶν πραγμάτων ἀκμὴ συνεξέρχεται καὶ οὐκ ἔστιν ὀλιγωρηθέντα λαβεῖν τὸν καιρόν.
论在西库翁的机运雕像。 6. 我亦愿用言辞向你展现吕西普斯的作品,这位匠人将其雕琢为最美丽的塑像,陈列于西库翁人面前以供观瞻;那是一座由青铜铸就的“机运”塑像,技艺与自然在其中争妍斗胜。“机运”是一个风华正茂的少年,从头到脚皆焕发着青春的花容。他容貌俊美,微颤着初生的髭须,将秀发任其舒展,任凭西风随心所欲地摇曳;其肤色如鲜花盛放,借由身躯的明光显现出花朵。他大体上与狄奥尼索斯十分肖似:额际闪耀着美惠的光辉,双颊泛起青春盛景的红晕,显得娇艳动人,为眼眸笼上一抹温存的绯红;他伫立于一个球体之上,仅以脚尖点地,双足皆生有双翼。他的头发并非依寻常方式生长,额前的发丝沿着双眉垂落,向两颊摇曳着卷发,而“机运”的脑后则毫无发辫,仅显露出自初生以来自然生长的胎发。我们因这番景象震惊失语而伫立,目睹青铜竟能巧夺自然之工,跨越自身的界限:因为它虽是青铜却泛起红晕,本性坚硬却柔和地延展,顺从于技艺以达其所愿;它缺乏生机的感知,却令人深信其内蕴知觉;它虽将脚尖稳实地踏下而确实固定,却在伫立之中显出蕴含奔腾的势能,欺瞒了你的眼睛,宛如它不仅主宰着前冲的飞驰,亦从创造者那里领受了在愿望之时以双翼划破空中之界的伟力。我们的赞叹正是如此;然而有一位精于技艺、懂得用更具工巧的感知探寻匠人奇迹之人,为这尊杰作附上了哲理阐释,解说了技艺中所保存的“机运”之力量:即足尖的羽翼暗示着其敏捷,以及他如何在展开漫长的世代时乘着四时而行;绽放的芳华表明凡美者皆合乎时宜,且“机运”是美唯一的创造者,而凋零之物尽在“机运”的本性之外;额前的秀发则表明,在他迎面而来时易于捕捉,可一旦他擦肩而过,事物的极盛期便随之而去,不可能将已被忽视的“机运”捕获。
- 6τινάσσειν, πρὸς ὃ βούλοιτο, καταλείπων τὴν κόμην ἄνετον
不定式 τινάσσειν 充当依赖于分词 καταλείπων 的目的或结果不定式(“任由西风摆动”)。关系从句中的祈愿语气 βούλοιτο 表明过去时间中不确定的意愿(“随其所愿”)。
- 6τὸ μὲν γὰρ πτέρωμα τῶν ταρσῶν αἰνίττεσθαι
间接引语结构。不定式 αἰνίττεσθαι 由分词 ἐξηγούμενος 支配,引入行家的解释。随后并列的宾格短语(τὴν δὲ ἐπανθοῦσαν ὥραν 与 τὴν δὲ κατὰ τοῦ μετώπου κόμην)承接这一间接陈述(省略了共用的不定式 αἰνίττεσθαι),其具体内涵则由接续的 ὅτι 从句展开。
