← 卡利斯特拉图斯

雕像记

§5

泉水旁纳耳喀索斯雕像的描绘

述者赞美了泉水旁的纳耳喀索斯石雕像及其水面倒影之间的相互争胜,并称颂这门雕刻技艺如何以石头展现出轻柔、生机与哀愁的情态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

ΕΙΣ ΤΟ ΤΟΥ ΝΑΡΚΙΣΣΟΥ ΑΓΑΛΜΑ. ε. ἄλσος ἦν καὶ ἐν αὐτῷ κρήνη πάγκαλος ἐκ μάλα καθαροῦ τε καὶ διαυγοῦς ὕδατος, εἱστήκει δὲ ἐπʼ αὐτῇ Νάρκισσος ἐκ λίθου πεποιημένος. παῖς ἦν, μᾶλλον δὲ ἠίθεος, ἡλικιώτης Ἐρώτων, ἀστραπῆς οἷον ἀπʼ αὐτοῦ τοῦ σώματος ἀπολάμπων κάλλος. ἦν δὲ τοιόνδε τὸ σχῆμα· κόμαις ἐπιχρύσοις ἤστραπτε κατὰ μὲν τὸ μέτωπον τῆς τριχὸς ἑλισσομένης εἰς κύκλον, κατὰ δὲ τὸν αὐχένα κεχυμένης εἰς νῶτα, ἔβλεπε δὲ οὐκ ἀκράτως γαῦρον, οὐδὲ ἱλαρὸν καθαρῶς, ἐπεφύκει γὰρ ἐν τοῖς ὄμμασιν ἐκ τῆς τέχνης καὶ λύπη, ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην ἡ εἰκὼν μιμῆται.1 ἔσταλτο δὲ ὥσπερ οἱ Ἔρωτες, οἷς καὶ τῆς ὥρας τὴν ἀκμὴν προσείκαστο. σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρους τῷ σώματι περιθέων εἰς κύκλον, κατὰ δὲ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο, μόνην τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα. οὕτω δὲ ἦν ἁπαλὸς καὶ πρὸς πέπλου γεγονὼς μίμησιν, ὡς καὶ τὴν τοῦ σώματος διαλάμπειν χρόαν2 τῆς ἐν τῇ περιβολῇ λευκότητος τὴν ἐν τοῖς μέλεσιν αὐγὴν ἐξιέναι συγχωρούσης. ἔστη δὲ καθάπερ κατόπτρῳ τῇ πηγῇ χρώμενος καὶ εἰς αὐτὴν περιχέων τοῦ προσώπου τὸ εἶδος, ἡ δὲ τοὺς ἀπʼ αὐτοῦ δεχομένη χαρακτῆρας τὴν αὐτὴν εἰδωλοποιίαν ἤνυεν, ὡς δοκεῖν ἀλλήλαις ἀντιφιλοτιμεῖσθαι τὰς φύσεις. ἡ μὲν γὰρ λίθος ὅλη πρὸς ἐκεῖνον μετηλλάττετο τὸν ὄντως παῖδα, ἡ δὲ πηγὴ πρὸς τὰ ἐν τῇ λίθῳ μηχανήματα τῆς τέχνης ἀντηγωνίζετο ἐν ἀσωμάτῳ σχήματι τὴν ἐκ σώματος ἀπεργαζομένη τοῦ παραδείγματος ὁμοιότητα καὶ τῷ ἐκ τῆς εἰκόνος κατερχομένῳ σκιάσματι οἷον τινὰ σάρκα τὴν τοῦ ὕδατος φύσιν περιθεῖσα. οὕτω δὲ ἦν ζωτικὸν καὶ ἔμπνουν τὸ καθʼ ὑδάτων σχῆμα, ὡς αὐτὸν εἶναι δοξάσαι τὸν Νάρκισσον, ὃν ἐπὶ πηγὴν ἐλθόντα τῆς μορφῆς αὐτῷ καθʼ ὑδάτων ὀφθείσης παρὰ Νύμφαις τελευτῆσαι λέγουσιν ἐρασθέντα τῷ εἰδώλῳ συμμῖξαι, καὶ νῦν ἐν λειμῶσι φαντάζεσθαι ἐν ἠριναῖς ὥραις ἀνθοῦντα. εἶδες δʼ ἄν, ὡς εἷς ὢν ὁ λίθος τὴν χρόαν καὶ ὀμμάτων κατασκευὴν ἥρμοζε καὶ ἠθῶν ἱστορίαν ἔσωζε καὶ αἰσθήσεις ἐνεδείκνυτο καὶ πάθη ἐμήνυε καὶ πρὸς τριχώματος ἐξουσίαν ἠκολούθει εἰς τὴν τριχὸς καμπὴν λυόμενος. τὸ δὲ οὐ λόγῳ ῥητὸν3 λίθος εἰς ὑγρότητα κεχαλασμένος καὶ ἐναντίον σῶμα τῇ οὐσίᾳ παρεχόμενος· στερεωτέρας γὰρ τετυχηκὼς φύσεως τρυφερότητος ἀπέστελλεν αἴσθησιν εἰς ἀραιόν τινα σώματος ὄγκον διαχεόμενος. μετεχειρίζετο δὲ καὶ σύριγγα, ἧς νομίοις θεοῖς ἐκεῖνος ἀπήρχετο4 καὶ τὴν ἐρημίαν κατήχει τοῖς μέλεσιν, εἴποτε μουσικοῖς ψαλτηρίοις προσομιλῆσαι ποθήσειε. τοῦτον θαυμάσας, ὦ νέοι, τὸν Νάρκισσον καὶ εἰς ὑμᾶς παρήγαγον εἰς Μουσῶν αὐλὴν ἀποτυπωσάμενος. ἔχει δὲ ὁ λόγος, ὡς καὶ ἡ εἰκὼν εἶχεν.

论纳耳喀索斯雕像。 5. 有一片树林,其中有一眼由极清澈透亮的水汇聚而成的绝美泉水,其旁伫立着一座用石头雕琢的纳耳喀索斯。他是一个少年,或者说是一个青年,与爱神们同龄,从他的躯体本身绽放出如闪电般耀眼的美丽。其姿态如下:他因镀金的头发而闪闪发光,额际的发丝卷曲成环,颈部的头发则披垂至后背;他的眼神既非一味傲慢,亦非全然欢悦,因为凭借技艺,双眸中亦自然生出哀愁,以便这尊塑像在摹仿纳耳喀索斯的同时亦摹仿他的命运。他的服饰宛如爱神们一般,其韶华的鼎盛亦与他们相仿。装点他的衣物形制如下:一袭与肌体同色、洁白盛放的佩普洛斯袍环绕周身,在右肩处以饰针扣紧,垂至膝盖上方即止,唯将手臂从搭扣中解放出来。它是如此轻柔且宛如真正的佩普洛斯袍,以至于连身体的肤色也透映而出,裹衣的白皙容许肢体中的光芒透射出来。他伫立着,以泉水为镜,将面容的形质倾注其中;而泉水接纳自他而来的印记,达成了同样逼真的造像,以致两者展现的本性似乎在相互争衡胜负。因为整座石头化为了那真实的少年,而泉水则与石头中技艺的机巧相抗衡,在无形的姿容中展现出源自肉身的原型之相似,并用水的本性为从塑像投下的阴影裹上了宛若血肉之躯。水中显现的身影是如此生机盎然、呼吸宛然,以至于令人误以为他就是纳耳喀索斯本人——传说他来到泉边,在水面上看到了自己的容貌,因渴求与那幻象结合而在宁芙们身旁离世,如今在春日时节盛开着显现于草甸之上。你定能见到,这块石头在色泽上虽为单一,却调适了眼睛的结构,保存了性情的轨迹,显露出知觉,昭示了情态,并顺从着发丝的自如舒展,在卷发的弯折中柔化松解。言语所无法道明的是,一块石头竟松弛为柔润,呈现出与其本质相悖的肉体;因为它本具坚硬的质地,却在涣散为某种疏松的肉体体量中,散发出娇柔的感知。他还握着一支排箫,每当他渴望与音乐的琴弦对语时,便借其向田园牧野的诸神奉献初熟之祭,并以旋律响彻荒野。青年们啊,我因惊叹于这尊纳耳喀索斯,亦将他描摹入缪斯的神殿,呈现在你们面前;而这番言辞的情形,也正如同那尊雕像原本的情形一样。

语法注4 条
  1. 5ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην ἡ εἰκὼν μιμῆται

    由 ἵνα 引导的带现在时虚拟式 μιμῆται 的目的从句,说明雕刻家的艺术意图:使雕像不仅摹仿纳耳喀索斯的形貌,更摹仿其悲剧性的命运。

  2. 5ὡς καὶ τὴν τοῦ σώματος διαλάμπειν χρόαν

    由 οὕτω... ὡς 配合不定式 διαλάμπειν 构成的结果从句。紧随其后的属格独立结构(τῆς ἐν τῇ περιβολῇ λευκότητος... συγχωρούσης)补充说明了衣物的洁白如何使肢体的光芒得以透映。

  3. 5τὸ δὲ οὐ λόγῳ ῥητὸν

    置于句首的独立修辞短语(相当于宾格或主格,“言语所无法道明的是”),以同位或主题方式引出后文石头化为柔润肉体这一悖论现象。

  4. 5ἧς νομίοις θεοῖς ἐκεῖνος ἀπήρχετο

    关系代词 ἧς 指代前文的 σύριγγα,由动词 ἀπάρχομαι(“献初熟之物、行初献礼”)支配其属格,意为“他曾以此笛向田园牧神奉献初祭”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:5