← 卡利斯特拉图斯

雕像记

§3-4

普拉克西特列斯的厄罗斯像与泉边的印度人像

叙述者生动描绘了普拉克西特列斯所作的厄罗斯青铜像,赞叹其虽为青铜却尽显生机与柔润;随后记述了泉边一座印度人雕像,其借助深色石材质感与摇晃体态传神地展现出沉醉之状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

ΕΙΣ ΤΟ ΤΟΥ ΕΡΩΤΟΣ ΑΓΑΛΜΑ. γ. καὶ ἕτερα ἱερὰ τέχνης οἱ λόγοι προφητεῦσαι βούλονται. οὐ γάρ μοι θεμιτὸν μὴ καλεῖν ἱερὰ τὰ τῆς τέχνης γεννήματα· Ἔρως ἦν, Πραξιτέλους τέχνημα, ὁ Ἔρως αὐτός, παῖς ἀνθηρὸς καὶ νέος πτέρυγας ἔχων καὶ τόξα. χαλκὸς δὲ αὐτὸν ἐτύπου, καὶ ὡς ἂν Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς ἐδυναστεύετο,1 οὐ γὰρ ἠνείχετο χαλκὸς εἶναι τὰ πάντα, ἀλλʼ ὅσος ἦν, Ἔρως ἐγίνετο· εἶδες ἂν τὸν χαλκὸν θρυπτόμενον καὶ εἰς εὐσαρκίαν ἀμηχάνως χλιδῶντα καί, ὡς βραχέως εἰπεῖν, τὰ ἀναγκαῖα πληροῦν ἑαυτῇ τὴν τέχνην ἀρκοῦσαν.2 ὑγρὸς μὲν ἦν ἀμοιρῶν μαλακότητος, χαλκῷ δὲ ἔχων συνῳδὸν τὴν χρόαν εὐανθὴς ἑωρᾶτο, τῶν δὲ κινήσεως ἔργων ἐστερημένος ἕτοιμος ἦν δεῖξαι κίνησιν, εἰς μὲν γὰρ ἕδραν στάσιμον ἵδρυτο, ἠπάτα δὲ ὡς καὶ τῆς μετεώρου κυριεύων φορᾶς. ἐγαυροῦτο δὲ εἰς γέλωτα, ἔμπυρόν τι καὶ μείλιχον ἐξ ὀμμάτων διαυγάζων, καὶ ἦν ἰδεῖν ὑπακούοντα τῷ πάθει τὸν χαλκὸν καὶ δεχόμενον εὐκόλως τὴν γέλωτος μίμησιν. ἵδρυτο δὲ εἰς μὲν τὴν κορυφὴν τὸν δεξιὸν ἐπικάμπτων καρπόν, τῇ δὲ ἑτέρᾳ μετεωρίζων τὸ τόξον καὶ τὴν τῆς βάσεως ἰσορροπίαν ἐπικλίνων ἐπὶ τὰ λαιά, τὴν γὰρ τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας.3 πλόκαμοι δὲ αὐτοῦ τὴν κεφαλὴν ἐσκίαζον ἀνθηροὶ καὶ ἔνουλοι νεοτήσιον ὑπολάμποντες ἄνθος. καὶ ἦν θαυμαστὸς οἷος ὁ χαλκός· ἰδόντι μὲν γὰρ ἔρευθος ἀπέστιλβεν ἐξ ἄκρων βοστρύχων αἰρόμενον, ἁψαμένῳ δὲ ἡ θρὶξ ὑπεξανίστατο μαλθακιζομένη πρὸς τὴν αἴσθησιν. ἐμοὶ μὲν δὴ θεασαμένῳ τὴν τέχνην ἐπῄει πιστεύειν, ὅτι καὶ χορὸν ἤσκησε κινούμενον Δαίδαλος καὶ χρυσῷ παρεῖχεν αἰσθήσεις, ὅπου καὶ Πραξιτέλης εἰς τὴν εἰκόνα τοῦ Ἔρωτος ἐνέθηκε μικροῦ καὶ νοήματα καὶ πτέρυγι τὸν ἀέρα τέμνειν ἐμηχανήσατο.

论厄罗斯雕像。 3. 言辞还愿继续预言技艺的其他神圣造物;因为不将技艺的产物称为神圣,对我而言是不被允许的。那是厄罗斯,普拉克西特列斯的作品,厄罗斯本尊,一位盛年少健的少年,生有双翼并携着弓箭。青铜铸就了他的身姿,仿佛在塑造厄罗斯这位大能的君主神明时,它自身也被其统辖制服;因为青铜不甘于处处仅为青铜,而是竭其所有化为了厄罗斯。你定能看见这青铜变得柔顺,以不可思议的方式奢美地展现出丰腴的肌体,简而言之,技艺自给自足地满足了所有必要的需求。它虽无柔软的质地却显现出润泽,肤色与青铜相谐却显得鲜艳夺目,虽被剥夺了动作的功能却随时准备展现动作,因为虽然安置在稳固的基座上,却欺瞒观者仿佛也能主宰凌空的飞翔。他面带自得的微笑,双眸中闪烁着如火而又温存的光芒,人们能看到青铜顺从于这股情感,轻易地接受了对微笑的摹仿。他站立在那里,右手腕向头顶弯曲,另一只手高举着弓,将立足的重心向左侧倾斜;因为他折断了青铜的固滞而使其趋于灵动,突出了左侧腰肋的向外伸展。茂密而卷曲的发绺在他头顶洒下阴影,闪烁着青春的花容。这青铜是何等令人惊叹:在观者眼中,发卷尖端泛着升腾的红晕;在抚触者手中,发丝顺着触觉柔顺地退让微弹。当我目睹这等技艺时,不禁相信代达罗斯也曾造出活动自如的舞队并赋予黄金以感知,因为普拉克西特列斯几乎将思想也注入了厄罗斯的塑像之中,并巧妙地使他的双翼仿佛能划破长空。

§4

ΕΙΣ ΙΝΔΟΥ ΑΓΑΛΜΑ. δ. παρὰ κρήνην Ἰνδὸς εἱστήκει ἀνάθημα ταῖς Νύμφαις ἱδρυθείς, ἦν δὲ ὁ Ἰνδὸς λίθος μελαινόμενος καὶ πρὸς τὴν ἐκ φύσεως τοῦ γένους αὐτομολῶν χρόαν, εἶχε δὲ εὐθαλῆ μὲν καὶ οὔλην τὴν χαίτην οὐκ ἀκράτῳ τῷ μέλανι λάμπουσαν, ἀλλʼ ἐκ τῶν ἄκρων πρὸς κόχλου Τυρίας ἄνθος ἐρίζουσαν. οἷον γὰρ εὐπαθοῦσα καὶ νοτιζομένη ταῖς προσοίκοις Νύμφαις ἡ θρὶξ ἐκ ῥιζῶν ἀνιοῦσα μελαντέρα πρὸς τοῖς ἄκροις ἐπόρφυρεν. ὀφθαλμοί γε μὴν οὐ συνῇδον τῷ λίθῳ, κατὰ γὰρ τὰς τῶν ὀμμάτων κόρας περιέθει λευκότης κατʼ ἐκεῖνο τὸ μέρος τῆς πέτρας μεταπιπτούσης εἰς τὸ λευκότερον, καθʼ ὃ καὶ τῆς τοῦ Ἰνδοῦ φύσεως ἡ χρόα λευκαίνεται. μέθη δὲ αὐτὸν ἐξίστη καὶ τὸ μεμεθυσμένον οὐ κατεμήνυεν ἡ τοῦ λίθου χρόα, οὐ γὰρ ἦν αὐτῷ μηχάνημα τὰς παρειὰς φοινῖξαι σκέποντος τοῦ μέλανος τὴν μέθην, ἐκ δὲ τοῦ σχήματος κατηγόρει τὸ πάθος, παράφορός τε γὰρ καὶ κωμάζων εἱστήκει οὐ δυνάμενος ἐρείδειν τὼ πόδε, ἀλλʼ ὑπότρομός τε καὶ εἰς τὴν ἰγνὺν ὀκλάζων. ὁ δὲ λίθος ὑπὸ τοῦ πάθους ἐῴκει πληγέντι καὶ οἱονεὶ σπαίρειν τὸν ἀπὸ τῆς μέθης ἐμφανίζων σεισμόν. εἶχε δὲ ἁβρὸν οὐδὲν τοῦ Ἰνδοῦ τὸ εἴδωλον, οὐδʼ εἰς τὴν κατὰ χρόαν ἐξήσκητο χάριν, ἀλλʼ εἰς μόνην τῶν μελῶν συμβολὴν διήρθρωτο. ἀσκεπὴς δὲ ἦν καὶ γυμνὸς ὡς ἂν τῶν Ἰνδικῶν σωμάτων πρὸς τὸ τῆς ἀκμῆς φλογῶδες εἰωθότων ἀπανδρίζεσθαι.

论印度人雕像。 4. 泉水旁伫立着一座印度人雕像,作为奉献给宁芙们的献礼而安放;这印度人是由发黑的石头制成,自行投向了其部族天生的肤色;他生有丰茂而卷曲的鬃发,并非闪耀着纯粹的乌黑,而是发梢与提尔贝壳的色泽争艳。因为宛如受到邻近宁芙们的滋润与浸湿一般,那头发自根部向上生长得更为乌黑,至发端则呈现出紫红色。然而双眼却与这石头并不一致;因为眼眸的瞳仁四周环绕着白色,石头的该部位转变成了较白的部分,印度人的天性色泽也正是在此处显出白色。沉醉使他丧失了理智,但他酩酊的状态并未由石头的颜色显露出来,因为没有办法让他双颊绯红,黑色遮掩了醉态;但这一情态却从体态中暴露无遗:因为他神志昏乱、如醉狂欢地站立着,双脚无法坚实着地,而是浑身微颤、腿弯发软下蹲。那石头宛如被这情态击中,显出由沉醉带来的摇晃,仿佛在剧烈挣扎颤抖。这具印度人的造像全无娇媚之气,亦未在肤色之美上加以修饰,仅在肢体的接合上分节明晰。他是无遮蔽而赤裸的,正如同印度人的躯体习惯于迎着盛暑的烈火锻造出强悍之躯。

语法注3 条
  1. 3ὡς ἂν Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς ἐδυναστεύετο

    连词 ὡς ἄν 与分词 τυπῶν(现在主动分词阳性单数主格)结合,表达主语 χαλκός(青铜)的样态或比喻性理据(“仿佛在塑造身为主宰与大神的厄罗斯时”)。主句中的 καὶ αὐτός 指代作为质料的青铜自身,表明在表现支配之神厄罗斯的过程中,青铜本身亦受到神力的制服与支配(ἐδυναστεύετο,未完成过去时被动态),构成修辞上的倒置与呼应。

  2. 3τὰ ἀναγκαῖα πληροῦν ἑαυτῇ τὴν τέχνην ἀρκοῦσαν

    这是由前文 εἶδες ἄν 所统摄的“宾格加不定式”结构。不定式 πληροῦν 的逻辑主语是宾格 τὴν τέχνην,分词 ἀρκοῦσαν 与该主语同格修饰,作伴随状语。与格 ἑαυτῇ 依附于 ἀρκοῦσαν(“自足/足以自给”),意指技艺自身便足以满足造型艺术的一切内在必然要求。

  3. 3τὴν γὰρ τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας

    此句用语言精准摹写了古典雕塑中典型的“对立平衡”(contrapposto)姿态。主动词 ἀνίστη(未完成过去时主动直陈式,宾语为 τὴν ἔκστασιν)与分词 ἐκκλάσας(不定过去时主动分词阳性单数主格,宾语为 τὸ στεγανόν)的主语是雕塑家普拉克西特列斯(或被拟人化的雕像本身)。属格 τοῦ χαλκοῦ 依附于中性名词化形容词 τὸ στεγανόν(“青铜的坚固/滞重”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:3-4