- 底本
- Callistratus. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第一节生动描绘了立于埃及洞穴中宛若具有生命的吹笛萨堤尔雕像以及身旁的潘与厄科。第二节赞美了雕刻家斯科帕斯用帕罗斯大理石雕刻的狂乱巴克科斯女信徒像,惊叹于技艺如何在一块石料中同时逼真地刻画出狂喜的生命与冷寂的死亡。
ΕΙΣ ΣΑΤΥΡΟΝ. α. ἄντρον ἦν περὶ Θήβας τὰς Αἰγυπτίας προσεικασμένον σύριγγι εἰς ἕλικας αὐτοφυῶς ἐν κύκλῳ περὶ τοὺς τῆς γῆς ἑλιττόμενον πυθμένας. οὐ γὰρ ἐπʼ εὐθείας ἀνοιγόμενον εἰς εὐθυπόρους αὐλῶνας ἐσχίζετο, ἀλλὰ τὴν ὑπώρειον περιτρέχον καμπὴν ὑπογείους ἕλικας ἐξέτεινεν εἰς δυσεύρετον πλάνην ἐκπῖπτον. ἵδρυτο δὲ ἐν αὐτῷ Σατύρου τι σχῆμα τεχνηθὲν ἐκ λίθου. εἱστήκει μὲν ἐπί τινος κρηπῖδος εἰς χορείαν εὐτρεπίζων τὸ σχῆμα καὶ τῆς δεξιᾶς βάσεως τὸν ταρσὸν ὄπισθεν ἐξαίρων, μετεχειρίζετο δὲ καὶ αὐλὸν καὶ πρὸς τὴν ἠχὴν πρῶτος ἐξανίστατο· τῇ μὲν γὰρ ἀκοῇ μέλος οὐ προσῆπτεν αὐλοῦντος, οὐδὲ ἦν ὁ αὐλὸς ἔμφωνος, τὸ δὲ τῶν αὐλούντων πάθος διὰ τῆς τέχνης εἰς τὴν πέτραν εἰσῆκτο. εἶδες ἂν ὑπανισταμένας καὶ φλέβας ὡς ἂν ἔκ τινος γεμιζομένας πνεύματος καὶ εἰς τὴν ἐπήχησιν τοῦ αὐλοῦ τὴν πνοὴν ἐκ στέρνων τὸν Σάτυρον ἀνασπῶντα καὶ ἐνεργεῖν ἐθέλον τὸ εἴδωλον καὶ εἰς ἀγωνίαν τὸν λίθον πίπτοντα.1 εἶναι γὰρ ἔπειθε καὶ πνοῆς ἐξουσίαν ἐν ἑαυτῷ ἔμφυτον καὶ ἄσθματος ἔνδειξιν ἐξευρομένην οἴκοθεν ἐκ τῶν ἀμηχάνων πόρον. οὐκ ἦν δὲ ἁβρότητος μετέχον τὸ σῶμα, ἀλλʼ ἡ τῶν μελῶν στερρότης τὴν ὥραν ἔκλεπτεν εἰς ἄρθρων συμμετρίαν ἀνδρικῶν τὴν ἰδέαν τραχύνουσα. καλῆς μὲν γὰρ κόρης χρῶτες μαλθακοὶ καὶ πρόσφοροι καὶ μέλη θρυπτόμενα, Σατύρου δὲ αὐχμηρὸν τὸ εἶδος ὡς ἂν ὀρείου δαίμονος καὶ Διονύσῳ σκιρτῶντος. κισσὸς δὲ αὐτὸν ἐστεφάνου οὐκ ἐκ λειμῶνος δρεψαμένης τὸν καρπὸν τῆς τέχνης, ἀλλʼ ὁ λίθος ἀπὸ στερρότητος εἰς κλῶνας χυθεὶς περιέθει τὴν κόμην εἰς συμβολὴν ἐπὶ τοὺς αὐχενίους τένοντας ἐκ μετώπων προσέρπων. παρειστήκει δὲ ὁ Πὰν γανύμενος τῇ αὐλητικῇ καὶ ἐνηγκαλισμένος τὴν Ἠχώ, ὥσπερ, οἶμαι, δεδιώς, μή τινα φθόγγον ἔμμουσον ὁ αὐλὸς κινήσας ἀντηχεῖν ἀναπείσῃ τῷ Σατύρῳ τὴν Νύμφην.2 τοῦτο θεασάμενοι τὸ εἴδωλον καὶ τὸν Αἰθιόπων λίθον ἔμφωνον ἐπιστεύομεν γενέσθαι, ὃς προσιούσης μὲν τῆς Ἡμέρας ἐπὶ ταῖς παρουσίαις ἐφαιδρύνετο, ἀπιούσης δὲ ἀνίᾳ βαλλόμενος πένθιμον ἐπέστενε καὶ μόνος ἐκ λίθων ἡδονῆς καὶ λύπης παρουσίᾳ διοικούμενος τῆς οἰκείας ἀπέστη κωφότητος εἰς ἐξουσίαν φωνῆς τὴν ἀναισθησίαν ἐκνικήσας.
论萨堤尔雕像。 1. 在埃及的底比斯附近有一座洞穴,宛如排箫一般,自然而然地在大地的深处蜿蜒盘旋成圆。因为它并非沿直线敞开、裂解为笔直的峡谷,而是环绕着山麓的弯折奔行,伸展着地下的螺旋,坠入难以寻觅的迷宫。其中安放着一座用石头雕琢的萨堤尔雕像。他站在某处基座上,摆出准备起舞的姿态,向后抬起右脚的脚掌,同时手中握着一支长笛,并随着那声响率先跃起;因为对于听觉而言,他并没有传出任何吹笛者的旋律,长笛也并不能发声,然而吹笛者的激情却已藉由技艺被引入石中。你定能看见血管微微隆起,仿佛被某种气息所充溢,而萨堤尔为了吹响长笛正从胸中吸取呼吸,塑像急欲动作,石头正陷入挣扎。因为这雕像令人确信,它自身既内蕴呼吸的权能,又有喘息的表象——自内从绝境中寻得了出路。其躯体不具柔媚之态,肢体的刚劲反倒夺去了娇艳,将外貌粗化为男性关节的对称。因为美丽的少女固然有柔软顺滑的肌肤与娇弱的肢体,萨堤尔的面容却是粗粝的,宛如属于山野的神灵并为狄俄倪索斯跳跃起舞。常春藤环绕着他为他加冕,这并非技艺从草甸中采摘了果实,而是石头从坚硬中化为枝条奔流于发间,从额头蜿蜒至颈部肌腱的交汇处。潘站在一旁,陶醉于吹笛的技艺并紧拥着厄科,正如我所想,他仿佛畏惧长笛若触动某种美妙的音声,便会说服宁芙去回应萨堤尔。目睹这一雕像,我们甚至相信埃塞俄比亚那座石头也能发声——那座石头在白昼来临之际因其光临而容光焕发,而在白昼离去时被悲痛击中而哀婉呻吟,在诸石中唯有它被快乐与痛苦的来临所驱策,摆脱了自身的哑默,战胜了无知无觉而获得了发声的权能。
ΕΙΣ ΤΟ ΒΑΚΧΗΣ ΑΓΑΛΜΑ. β. οὐ ποιητῶν καὶ λογοποιῶν μόνον ἐπιπνέονται τέχναι ἐπὶ τὰς γλώττας ἐκ θεῶν θειασμοῦ πεσόντος, ἀλλὰ καὶ τῶν δημιουργῶν αἱ χεῖρες θειοτέρων πνευμάτων ἐράνοις ληφθεῖσαι κάτοχα καὶ μεστὰ μανίας προφητεύουσι τὰ ποιήματα. ὁ γὰρ δὴ Σκόπας, ὥσπερ ἔκ τινος ἐπιπνοίας κινηθεὶς εἰς τὴν τοῦ ἀγάλματος δημιουργίαν τὴν θεοφορίαν ἐφῆκε. τί δὲ ὑμῖν οὐκ ἄνωθεν τὸν ἐνθουσιασμὸν τῆς τέχνης διηγοῦμαι; ἦν βάκχης ἄγαλμα ἐκ λίθου Παρίου πεποιημένον ἀλλαττόμενον πρὸς τὴν ὄντως βάκχην. ἐν γὰρ τῇ οἰκείᾳ τάξει μένων ὁ λίθος τὸν ἐν λίθοις νόμον ἐκβαίνειν ἐδόκει, τὸ μὲν γὰρ φαινόμενον ὄντως ἦν εἴδωλον, ἡ τέχνη δʼ εἰς τὸ ὄντως ὄν ἀπήγαγε τὴν μίμησιν. εἶδες ἄν, ὅτι καὶ στερεὸς ὢν εἰς τὴν τοῦ θήλεος εἰκασίαν ἐμαλάττετο, γοργότητος διορθουμένης τὸ θῆλυ, καὶ εἰς ἐξουσίαν ἀμοιρῶν κινήσεως ᾔδει βακχεύεσθαι, καὶ τῷ θεῷ εἰσιόντι τὰ ἔνδον ὑπήχει. πρόσωπόν γε μὴν ἰδόντες ὑπὸ ἀφασίας ἔστημεν, οὕτω δὴ καὶ αἰσθήσεως συνείπετο δήλωμα μὴ παρούσης αἰσθήσεως, καὶ βάκχης ἐκβακχεύων θειασμὸς ἐμηνύετο θειασμοῦ μὴ πλήττοντος, καὶ ὅσα φέρει μανίᾳ οἰστρῶσα ψυχή, τοσαῦτα πάθους διέλαμπε τὰ τεκμήρια ὑπὸ τῆς τέχνης ἀρρήτῳ λόγῳ κραθέντα. ἀνεῖτο δὲ ἡ κόμη ζεφύρῳ σοβεῖν καὶ εἰς τριχὸς ἄνθην ὑπεσχίζετο, ὃ δὴ καὶ μάλιστα τὸν λογισμὸν ὑπεξίστη, ὅτι καὶ τριχὸς λεπτότητι λίθος ὢν ἐπείθετο καὶ πλοκάμων ὑπήκουε τοῖς μιμήμασι καὶ τῆς ζωτικῆς ἕξεως γεγυμνωμένος τὸ ζωτικὸν εἶχεν. ἔφης ἄν, ὅτι καὶ αὐξήσεως ἀφορμὰς ἡ τέχνη συνεισήγαγεν, οὕτω καὶ τὸ ὁρώμενον ἄπιστον καὶ τὸ μὴ πιστὸν ὁρώμενον· οὐ μὴν ἀλλὰ καὶ χεῖρας ἐνεργοὺς ἐπεδείκνυτο, οὐ γὰρ τὸν βακχικὸν ἐτίνασσε θύρσον, ἀλλά τι σφάγιον ἔφερεν ὥσπερ εὐάζουσα, πικροτέρας μανίας σύμβολον — τὸ δὲ ἦν χιμαίρας τι πλάσμα πελιδνὸν τὴν χρόαν, καὶ γὰρ (καὶ) τὸ τεθνηκὸς ὁ λίθος ὑπεδύετο — καὶ μίαν οὖσαν τὴν ὕλην εἰς θανάτου καὶ ζωῆς διῄρει τὴν μίμησιν, τὴν μὲν ἔμπνουν στήσασα καὶ οἷον ὀρεγομένην Κιθαιρῶνος, τὴν δὲ ἐκ τοῦ βακχικοῦ θανατωθεῖσαν οἴστρου καὶ τῶν αἰσθήσεων ἀπομαραίνουσαν τὴν ἀκμήν.3 ὁ μὲν οὖν Σκόπας καὶ τὰς ἀψύχους εἰδωλοποιῶν γενέσεις δημιουργὸς ἀληθείας ἦν, καὶ (ἐν) τοῖς σώμασι τῆς ψυχῆς ἀνετυποῦτο τὰ θαύματα, ὁ δὲ τὰ ἐν λόγοις διαπλάττων Δημοσθένης ἀγάλματα μικροῦ καὶ λόγων ἔδειξεν εἶδος αἰσθητὸν τοῖς νοῦ καὶ φρονήσεως γεννήμασι συγκεραννὺς τὰ τῆς τέχνης φάρμακα. καὶ γνώσεσθε δὲ αὐτίκα, ὡς οὐδὲ τῆς οἴκοθεν κινήσεως ἐστέρηται τὸ εἰς θεωρίαν προκείμενον ἄγαλμα, ἀλλὰ καὶ ὁμοῦ δεσπόζει καὶ ἐν τῷ χαρακτῆρι σώζει τὸν οἰκεῖον γεννήτορα.
论巴克科斯女信徒雕像。 2. 当神圣的狂热从诸神降临于舌尖时,不仅诗人与文人的技艺被注入灵感,工匠的双手也同样领受了更具神性的气息的赐予,预言出附魅且充满狂乱的作品。斯科帕斯正是如此,仿佛被某种灵感所触动,在雕像的创作中释放了神性的依附。我又何不从头向你们讲述技艺的热狂呢?有一座帕罗斯大理石雕成的巴克科斯女信徒雕像,竟与真实的信徒难分彼此。因为石头虽然固守其自身的品类,却似乎逾越了存在于石头之中的法则;显现出来的固然是一具偶像,但技艺却将这种摹仿提升至真实的存在。你定能看见,它虽为坚硬之质,却柔化成了女性的姿态,凶悍的气概矫正了女性的特质;虽缺乏运动的权能,却通晓如何狂乱起舞,并在神明潜入时于内部与之共鸣。看到她的容貌,我们因失语而肃然呆立;尽管并无感觉存在,感觉的显现却如此相随;尽管没有神附降临,女信徒放浪狂喜的狂乱却显露无遗,凡狂乱激荡的心灵所带来的一切,都作为激情的证据闪耀着,由技艺以难以言表之道调和而成。她的秀发散开随西风飘拂,裂解为发丝的微末,这尤其令理智惊叹:因为它虽为石头,却顺从了发丝的纤细,听命于发缕的摹仿,虽被剥夺了生机的习性,却保有生机勃勃之相。你甚至会说,技艺连生长的端绪都一并引入,所见之景竟如此难以置信,难以置信之景却又历历在目。不仅如此,她还展现出动作有力的双手,因为她并非挥舞着巴克科斯的杖标,而是仿佛呼喊着欢呼声般手持一具牺牲,作为更为苦楚的狂乱的象征——那是一具肤色惨淡的幼山羊塑像,因为石头甚至穿上了死亡的外衣——材料虽属一体,技艺却将它的摹仿一分为二,断为死与生:将一者塑造成呼吸之态,仿佛向往着奇泰戎山;将另一者塑造成因巴克科斯的狂热而殒命、感官的锐气正逐渐凋零之躯。因此,斯科帕斯即便塑造无生命的形相,也是真理的创造者,将心灵的奇迹铸刻于躯体之中;而用言辞雕塑雕像的德摩斯梯尼,将技艺的妙药调和于心灵与明智的造物之中,几乎展现出了言辞的可感形相。你们很快就会知道,呈现在观照之前的这座雕像,非但未被剥夺自发的运动,反而既统摄全局,又在其特质中维系着自身的生身之父。
- 1εἶδες ἂν ὑπανισταμένας καὶ φλέβας ... τὸν Σάτυρον ἀνασπῶντα καὶ ἐνεργεῖν ἐθέλον τὸ εἴδωλον καὶ εἰς ἀγωνίαν τὸν λίθον πίπτοντα
直陈式过去时带 ἄν(εἶδες ἄν)表示过去的潜在(“你定能看见/本会看见”)。由主动词 εἶδες 统辖一系列并列的“宾格+分词”结构:(1) φλέβας ὑπανισταμένας,(2) τὸν Σάτυρον ... ἀνασπῶντα,(3) τὸ εἴδωλον ... ἐθέλον(中性宾格),(4) τὸν λίθον ... πίπτοντα。该句法结构使观者的视线从静脉细节推移至萨堤尔整体,最终落脚于石头本身。
- 1ὥσπερ, οἶμαι, δεδιώς, μή τινα φθόγγον ἔμμουσον ὁ αὐλὸς κινήσας ἀντηχεῖν ἀναπείσῃ τῷ Σατύρῳ τὴν Νύμφην
分词 δεδιώς(现在意义的完成时分词,“唯恐/畏惧”)引导惧怕从句(μή 搭配虚拟式 ἀναπείσῃ)。从句主语为 ὁ αὐλός,并带有表手段或伴随的分词 κινήσας。动词 ἀναπείθω 支配不定式 ἀντηχεῖν 及其逻辑主语(宾格 τὴν Νύμφην),而 τῷ Σατύρῳ 为与格,表示回声所对应的对象(“向萨堤尔应声/回响”)。
- 2καὶ μίαν οὖσαν τὴν ὕλην εἰς θανάτου καὶ ζωῆς διῄρει τὴν μίμησιν, τὴν μὲν ἔμπνουν στήσασα καὶ οἷον ὀρεγομένην Κιθαιρῶνος, τὴν δὲ ἐκ τοῦ βακχικοῦ θανατωθεῖσαν οἴστρου καὶ τῶν αἰσθήσεων ἀπομαραίνουσαν τὴν ἀκμήν
主句未明述的主语为雕塑技艺(ἡ τέχνη),由与之性数一致的阴性主格单数分词 στήσασα 体现,修饰主动词 διῄρει。对比宾格 τὴν μέν ... τὴν δέ 分别指代女信徒(βάκχη)与牺牲幼兽(χιμαίρας πλάσμα)的雕塑摹仿。分词短语 μίαν οὖσαν τὴν ὕλην 带有让步意味(“质料虽为一体”),与死生两种截然相反的摹仿并置对比。
