- 底本
- Callistratus. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4091.tlg001.humanitext-grc2:13-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者描绘了位于马其顿的一座美狄亚雕像所展现的理性、愤怒与母爱之间的冲突,继而记述了斯库提亚海边一幅表现阿塔玛斯发狂、伊诺逃亡以及神话海洋景致的图画。
ΕΙΣ ΤΟ ΤΗΣ ΜΗΔΕΙΑΣ ΑΓΑΛΜΑ. ιγ. εἶδον καὶ τὴν πολυθρύλλητον ἐν ὅροις Μακεδόνων Μήδειαν. λίθος ἦν μηνύων τὸ τῆς ψυχῆς εἶδος ἀπομαξαμένης εἰς αὐτὴν τῆς τέχνης τὰ συμπληροῦντα τὴν ψυχήν, καὶ γὰρ λογισμοῦ κατηγόρει τὸ δήλωμα καὶ θυμὸς ὑπανίστατο καὶ πρὸς λύπης διάθεσιν μετέβαινεν ἡ εἰκὼν καὶ ὡς βραχέως εἰπεῖν, ἐξήγησις τοῦ περὶ αὐτὴν δράματος ἦν τὸ ὁρώμενον· ὁ μὲν γὰρ λογισμὸς ὑπὲρ τὴν πρᾶξιν ἐδήλου γυναικὸς τὰ βουλεύματα, ὁ δὲ θυμὸς τῇ ῥύμῃ τῆς ὀργῆς παραγραφόμενος τὴν φύσιν πρὸς τὸ ἔργον ἤγειρε τὴν ἐπὶ τὸν ψόγον ὁρμὴν εἰσηγούμενος, ἡ λύπη δὲ τὸν ἐπὶ τοῖς παισὶν ἐπεσήμαινεν οἶκτον εἰς τὴν μητρῴαν σύνεσιν ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα.1 οὐ γὰρ ἄτεγκτος, οὐδὲ θηριώδης ἡ εἰκών, ἀλλʼ εἰς θυμοῦ καὶ ἀνίας ἔνδειξιν διῃρεῖτο ὑπηρετουμένη τοῖς τῆς γυναικείας φύσεως βουλεύμασιν. εἰκὸς γὰρ ἦν μετὰ τὸν χόλον καθαρεύουσαν τοῦ θυμοῦ ἐπιστρέφεσθαι πρὸς οἶκτον καὶ εἰς ἔννοιαν ἐρχομένην τοῦ κακοῦ τὴν ψυχὴν οἰκτίζεσθαι. ταῦτα μετὰ τοῦ σώματος τὰ πάθη ἡ εἰκὼν ἐμιμεῖτο καὶ ἦν ἰδεῖν ὁτὲ μὲν φέρουσαν τὸν θυμὸν ἐν ὄμμασιν, ὁτὲ δὲ σκυθρωπὸν ὁρῶσαν καὶ μαλαττομένην εἰς στυγνότητα, ὥσπερ ἄντικρυς τοῦ τεχνησαμένου τὴν ἀφορμὴν εἰς τῆς Εὐριπίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν,2 ἐν ᾗ καὶ βουλεύεται συνανακινοῦσα σύνεσιν ἔμφρονα καὶ εἰς θυμὸν ἀγριαίνει τὸ ἦθος τοὺς πεπηγότας τῇ φύσει πρὸς τὰ ἔκγονα τῆς φιλογονίας ὅρους ἐκβάλλουσα καὶ παιδικῶν λόγων μετὰ τὴν ἄνομον σφαγὴν ἅπτεται. ἦν δὲ αὐτῇ καὶ ξιφηφόρος ἡ χεὶρ διακονεῖν ἑτοίμη τῷ θυμῷ ἐπὶ τὸ μίασμα σπευδούσῃ καὶ ἠμελημένη θρὶξ τὸ αὐχμηρὸν ἐπισημαίνουσα καὶ στολή τις πένθιμος ἀκόλουθος τῇ ψυχῇ.
论美狄亚雕像。 13. 我亦在马其顿的边境见到了那位名扬遐迩的美狄亚。那是一座宣示灵魂形相的石雕,技艺已将充满灵魂的情愫摹印于其上;盖因其表征诉说着沉思,而激愤正自下升腾,造像转入悲哀的情状——简而言之,目之所及乃是对环绕着她之戏剧的解明。盖因沉思在行动之先昭示着妇人的决意,而激愤以暴怒之势勾销天性,驱使〔她〕投向这番举动,引入招致谴责的冲动;悲哀则显露出对子女的怜悯,无力地将坚石从激愤拉向母性的认知。因为这造像并非铁石心肠,亦非残暴如兽,而是分成对激愤与苦痛的双重展露,服侍着女性天性的诸般决意。盖因理所当然的是,在狂怒之后,她涤净激愤而转向怜悯,步入对恶行的认知并悲悯自身灵魂。造像与躯体一同摹拟了这些情动,人们可以看见它时而眼中满含激愤,时而面容阴郁并软化为凄楚,恰似创作者直截了当地将立意倾注于对欧里庇得斯悲剧技艺的摹仿之中——在那剧中,她亦在唤醒明智认知的同时进行斟酌,并使秉性野化入激愤,抛弃天性所奠定的慈幼边界,并在不义的屠戮之后触及幼童的言辞。她手中持剑,随时准备在奔向污秽之际服侍激愤,蓬乱的头发显露着憔悴,哀悼的衣装与灵魂相称。
ΕΙΣ ΤΗΝ ΤΟΥ ΑΘΑΜΑΝΤΟΣ ΕΙΚΟΝΑ. ιδ. εἰκὼν ἦν ἐπὶ ταῖς Σκυθικαῖς ἠιόσιν οὐκ εἰς ἐπίδειξιν (μόνον), ἀλλὰ καὶ ἀγωνίαν τῶν τῆς γραφικῆς καλῶν οὐκ ἀμούσως ἐξησκημένη. ἐκτετύπωτο δὲ κατʼ αὐτὴν Ἀθάμας μανίαις οἰστρούμενος. ἦν δʼ ἰδεῖν γυμνός,3 αἵματι φοινίσσων τὴν κόμην, ἠνεμωμένος τὴν τρίχα, παράφορος τὸ ὄμμα, ἐκπληξίας γέμων καὶ ὥπλιστο δὲ οὐ μανίαις μόνον εἰς τόλμαν, οὐδὲ τοῖς ἐξ Ἐρινύων δείμασι θυμοφθόροις ἠγρίωτο, ἀλλὰ καὶ σίδηρος τῆς χειρὸς προεβέβλητο ἐκθέοντι παραπλήσιος. ἡ μὲν γὰρ εἰκὼν ὄντως ἦν ἀκίνητος, ἐδόκει δὲ οὐ τηρεῖν τὸ στάσιμον, ἀλλὰ δόξῃ τῆς κινήσεως τοὺς θεατὰς ἐξίστη ὑπὸ τοῦ φόβου χλωρόν τι καὶ τεθνηκὸς ὁρῶσα, παρῆν δὲ ἡ Ἰνὼ περιδεής, ὑπότρομος, ἐνηγκάλιστο δὲ καὶ παῖδα νήπιον καὶ τὴν θηλὴν τοῖς χείλεσιν αὐτοῦ προσῆγε τὰς τροφίμους ἐπιστάζουσα πηγὰς τοῖς τροφίμοις. ἠπείγετο δὲ ἡ εἰκὼν ἐπὶ τὴν ἄκραν τοῦ Σκείρωνος καὶ τὴν θάλασσαν τὴν ὑπόρειον, τὸ δὲ ῥόθιον πρὸς ὑποδοχὴν ἐκολποῦτο κυμαίνειν εἰωθός, καὶ Ζεφύρου τι κατεῖχε τὸ σῶμα λιγυρῷ πνεύματι τὴν θάλασσαν κατευνάζοντος, ὁ γὰρ δὴ κηρὸς ἐφάνταζε τὴν αἴσθησιν, ὡς καὶ πνοὴν δημιουργεῖν ἐπιστάμενος καὶ ἀνακοντίζειν θαλασσίους αὔρας καὶ εἰς ἔργα φύσεως ἐπάγειν τὴν μίμησιν. παρεσκίρτων δὲ καὶ ἐνάλιοι δελφῖνες τὸ ῥόθιον ἐν τῇ γραφῇ τέμνοντες καὶ ὁ κηρὸς ἐδόκει διαπνέεσθαι καὶ πρὸς τὸ τῆς θαλάσσης νοτίζεσθαι μίμημα πρὸς αὐτὴν τὴν οὐσίαν ἐξαλλαττόμενος. ἔν γε μὴν τοῖς τοῦ πίνακος τέρμασιν Ἀμφιτρίτη τις ἐκ βυθῶν ἀνέβη ἄγριόν τι καὶ φρικῶδες ὁρῶσα καὶ γλαυκόν τι σέλας ἐκ τῶν ὀμμάτων μαρμαίρουσα, Νηρηίδες δὲ περὶ αὐτὴν εἱστήκεσαν, ἁπαλαὶ δὲ ἦσαν αὗται καὶ ἀνθηραὶ προσιδεῖν καὶ ἀφροδίσιον ἵμερον ἐξ ὀμμάτων στάζουσαι, ὑπὲρ δὲ ἄκρων τῶν θαλασσίων κυμάτων ἑλίσσουσαι τὴν χορείαν ἔπληττον. περὶ δὲ αὐτὰς Ὠκεανὸς βαθυδίνης ἐκέχυτο μικροῦ τῆς τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν διδαχθείσης.4
论阿塔玛斯的画像。 14. 在斯库提亚的海岸边有一幅画像,并非仅为炫耀,亦为角逐绘画之美而精妙作就。画中描摹了被狂乱驱逼发疯的阿塔玛斯。可见他身躯赤裸,鲜血染红了发丝,头发被风吹拂,目光狂乱,充溢着惊骇;他不仅因疯狂而被武装得胆大妄为,亦不仅因复仇女神所致伤魂之怖而狂暴,更自手中伸出铁刃,宛如奔出之人。盖因那画像实则静止,却仿佛未守定止状态,反倒以运动的幻象使观者惊恐失措,带着恐惧投射出苍白而死寂的目光;伊诺亦在场,惊恐战栗,怀抱着襁褓中的婴儿,将乳头凑到他的唇边,为哺育之儿滴落滋养的清泉。画面正急向斯喀戎的悬崖和山脚下的大海,那惯于翻滚的浪涛如海湾般凹陷以备承接,西风之神的某种气息笼罩其身,以清脆的微风平息海面;因为蜡质着实幻惑了感官,仿佛深知如何造出气息、射出海风,并将摹仿引入大自然的鬼斧神工。海中海豚亦在画中跳跃穿波,切开浪涛,那蜡质仿佛透出呼吸,迎合大海的摹仿而变得润泽,化为了其自身的本质。在画板的边缘处,安菲特里忒自深渊升起,目光凶猛可怖,双目闪烁着青苍的华光;涅瑞伊得斯侍立其侧,她们娇嫩而面容艳丽,双目滴落阿佛洛狄忒式的爱欲,翻转于海浪浪尖之上踏出舞步。在她们周围,深涡流转的俄刻阿诺斯倾泻流淌,那大河的动势几乎已被教会了如何翻涌波浪。
- 13ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα
副词 ἀρρώστως(无力地)与介词短语 ἐκ τοῦ θυμοῦ(从激愤中)皆修饰现在分词 ἕλκουσα(拉引)。此处生动勾勒出悲哀(ἡ λύπη)这一拟人力量将坚石(τὴν λίθον)从狂暴的激愤(θυμός)中无力地拉回母性认知(εἰς τὴν μητρῴαν σύνεσιν)的内心冲突构图。
- 13ὥσπερ ἄντικρυς τοῦ τεχνησαμένου τὴν ἀφορμὴν εἰς τῆς Εὐριπίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν
由 ὥσπερ 引导的独立属格结构(genitive absolute)。分词 πλήσαντος 与逻辑主语 τοῦ τεχνησαμένου(创作者)在格与数上一致,并支配直接宾语 τὴν ἀφορμὴν(素材/立意),构成比喻从句:“宛如创作者直截了当地将立意倾注于对欧里庇得斯剧作艺术的摹仿之中”。
- 14ἦν δʼ ἰδεῖν γυμνός
在非人称结构 ἦν ἰδεῖν(人们可见)中,描绘阿塔玛斯的表语并未作不定式 ἰδεῖν 的语义宾语而采取宾格(γυμνόν),而是受篇章核心主语的牵引,保持为主格 γυμνός(裸露的),起主格同位语/述语作用。
- 14μικροῦ τῆς τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν διδαχθείσης
属格副词 μικροῦ(几近、差一点)修饰独立属格结构 τῆς ... κινήσεως ... διδαχθείσης。此用法与习惯表达 μικροῦ δεῖν 相同,意指大河的动势“几乎被教会了像波浪一样翻涌”。
