- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:9.4-9.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据亚里士多德的论述,阐明最善之人是对他人施用德性之人,以此确证普遍正义的完全性;他借助理智与数学学科的比喻论证普遍德性与正义在基质上同一而视角各异,并引出随后对部分正义的探讨。
" Κάκιστος μὲν οὖν ὁ καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους." Οὐχ ὥσπερ, φησίν, κάκιστός ἐστιν ὁ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τοὺς κοινωνοὺς καὶ φίλους χρώμενος τῇ μοχθηρίᾳ, οὕτω δὴ καὶ ἄριστός ἐστιν ὁ πρὸς ἑαυτὸν καὶ φίλους καὶ κοινωνοὺς χρώμενος τῇ ἀρετῇ· ὁ γὰρ τῇ ἀρετῇ πρὸς τοὺς φίλους χρώμενος τρόπον τινὰ πρὸς ἑαυτὸν χρῆται· ἀλλ’ ἔστιν ἄριστος ὁ καὶ πρὸς ἑαυτὸν καὶ πρὸς ἑτέρους, ὁποῖοι ἂν τύχωσιν ὄντες. τοῦτο δὲ εἶπεν ὡς κατασκευαστικὸν τοῦ τὴν τοιαύτην δικαιοσύνην τελείαν εἶναι,1 εἴ γε ἄριστος ὁ τῇ ἀρετῇ πρὸς ἄλλους χρώμενος, ὃ ἴδιόν ἐστι τῆς δικαιοσύνης. ταῦτα εἰπὼν ἐπάγει αὕτη μὲν οὖν ἡ κατὰ τὴν νομιμότητα δικαιοσύνη οὐ μέρος ἀρετῆς ἐστιν, ὡς ἡ ἀνδρία καὶ ἡ σωφροσύνη, ἀλλ’ ὅλη καὶ πᾶσα ἀρετή ἐστι, καὶ οὐ μία τις ἀρετὴ ἢ μέρος ἀρετῆς. τί δὲ διαφέρει ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη, ἐκ τῶν εἰρημένων δῆλον. ὥσπερ ὁ θεωρητικὸς καὶ πρακτικὸς νοῦς τῇ μὲν οὐσίᾳ εἷς ἐστι καὶ ὁ αὐτός, ταῖς δ’ ἐνεργείαις δύο (ὅταν μὲν γὰρ τὰ ἀεὶ ὡσαύτως ἔχοντα καὶ ἐξ ἀνάγκης ὄντα θεωρῇ, θεωρητικὸς ὀνομάζεται, ὅταν δὲ τὰ πρακτὰ καὶ ἐνδεχόμενα ἄλλως ἔχειν σκοπῇ καὶ βουλεύηται πῶς ἂν κάλλιστα γένοιτο, πρακτικὸς λέγεται), καὶ ὥσπερ ὁ αὐτὸς καὶ εἷς, ὅταν μὲν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ διωρισμένῳ ποσῷ σκοπῆται, ἀριθμητικὸς ἐπονομάζεται, ὅταν δὲ τῷ συνεχεῖ ποσῷ, γεωμέτρης, οὕτω καὶ ἡ καθόλου ἀρετὴ καὶ ἡ καθόλου δικαιοσύνη τῷ μὲν ὑποκειμένῳ ἕν ἐστι, πῇ δὲ διαφέρουσιν. ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις ψυχῆς σκοπῆται ἀρίστη καὶ μηδέν τι πλέον, ἀρετὴ λέγεται, ὅταν δὲ ὡς χρῆσις πρὸς ἕτερον, δικαιοσύνη ὀνομάζεται. καὶ ἐπεὶ ἄλλη ἐστὶ δικαιοσύνη ἑτέρα τῆς ὅλης καὶ καθόλου ἀρετῆς καὶ δικαιοσύνης, μερική τις οὖσα καὶ σύστοιχος τῇ ἀνδρίᾳ καὶ σωφροσύνῃ [καὶ] δικαιοσύνῃ, καὶ περὶ ταύτης λεκτέον· ὁμοίως καὶ περὶ τῆς μερικῆς ἀδικίας. καὶ τοῦτο εἰπὼν πρότερον δείκνυσιν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη καὶ ἀδικία ἑτέρα τῆς καθόλου δικαιοσύνης καὶ ἀδικίας, εἶτα λέγει τίς ἐστι· πρότερον γὰρ ἐν τοῖς ζητουμένοις τὸ εἰ ἔστι τοῦ τί ἐστιν,2 ὡς ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν μεμαθήκαμεν.
“因此,最恶劣的人是对自己也对朋友[施用恶劣]的人。” 他说,并非正如最恶劣的人是对自己也对同伴与朋友施用恶劣的人一样,最善的人就是对自己以及对朋友与同伴施用德性的人;因为对朋友施用德性的人在某种意义上是对自己施用;相反,最善的人是对自己也对其他人施用的人,无论那些人恰好是怎样的人。他说这一点,是为了确证这种正义是完全的,既然对他人施用德性的人才是最善的人,而这正是正义所特有的。在说了这些之后,他补充道:因此,这种依守法而论的正义并不是德性的一部分,如勇敢和节制那样,而是整体的和全部的德性,并不是某种单一的德性或德性的一部分。而德性与正义有何区别,从已经谈过的内容中是显而易见的。正如理论理智与实践理智在本质上是一而相同的,但在现实活动中是两个(因为当它观照始终如一且出于必然存在的事物时,被称为理论的;而当它考察可实践的、可以呈现为不同情况的事物,并深思如何能达到最佳状态时,被称为实践的),又正如同一且单独的一个人,在考察离散量自身所固有的属性时被称作算术家,而在考察连续量时被称作几何学家,普遍的德性与普遍的正义在基质上也是同一的,但以某种方式有所不同。因为当被单纯视作灵魂的最善品质且无其它时,它被称为德性;而当被视作关乎他人的施用时,它被命名为正义。既然存在着另一种有别于整体与普遍的德性及正义的正义,它是某种部分性的、且与勇敢和节制属于同一序列的,那么对此也必须加以阐明;关于部分性的不正义亦同样如此。在说了这一点之后,他首先证明存在某种有别于普遍正义与普遍不正义的其他正义和不正义,然后说明它是什么;因为正如我们在《后分析篇》第二卷中所学到的那样,在所探究的课题中,“是否存在”先于“是什么”。
- 1.8ὡς κατασκευαστικὸν τοῦ τὴν τοιαύτην δικαιοσύνην τελείαν εἶναι
小词 ὡς 引导形容词 κατασκευαστικόν,后者支配属格冠词不定式(τοῦ ... εἶναι),用以说明亚里士多德前面所作陈述在论证结构中的功能或目的(即“为了确证这种正义是完全的”)。
- 1.8πρότερον γὰρ ἐν τοῖς ζητουμένοις τὸ εἰ ἔστι τοῦ τί ἐστιν
中性带冠词短语 τὸ εἰ ἔστι(“是否存在”)为主语,由形容词或副词 πρότερον(“在先”)作谓语,后接比较属格 τοῦ τί ἐστιν(“是什么”),构成认识论原则“探究对象中‘是否存在’先于‘是什么’”。
