- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:10.1-11.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德证明存在有别于普遍不正义的部分性不正义(贪得)的论证(1130a16),注解者分析了因其他恶劣引起的行为与以获利为目的的行为之间的区别,并通过对两类通奸者的对比加以阐明。
" Κατὰ μὲν τὰς ἄλλας μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δ’ οὐδέν." Μέλλων δεικνύειν ὅτι ἔστι τις ἄλλη δικαιοσύνη παρὰ τὴν καθόλου, πρότερον ὡς γνωριμώτερον δείκνυσιν ὅτι ἔστι τις μερικωτέρα ἀδικία, ἄλλη οὖσα τῆς κοινῆς ἀδικίας καὶ καθόλου, ἥτις καὶ ἀντίκειται τῇ ζητουμένῃ μερικωτέρᾳ δικαιοσύνῃ. μεμνήμεθα ὅτι καθόλου δικαιοσύνην καὶ καθόλου δίκαιον ἐλέγομεν τὸν πάντα τὰ ὑπὸ τῶν νόμων διατεταγμένα τηροῦντα καὶ πράττοντα,1 καθόλου δὲ ἀδικίαν καὶ καθόλου ἄδικον τὸν παράνομον καὶ μὴ κατὰ τὰ τῶν νόμων προστάγματα πολιτευόμενον. εἰ οὖν δειχθῇ ὅτι ἔστι τις ἄλλος ἄδικος παρὰ τὸν παράνομον, δῆλον ἔσται ὡς ἔσται καὶ δίκαιός τις μερικώτερος παρὰ τὸν καθόλου, ὅστις καθόλου, ὡς εἴρηται, νόμιμος δίκαιος λέγεται. ὅτι δέ ἐστιν ὑπὸ τὴν κοινὴν ἀδικίαν, ἥτις ἐστὶ παρανομία, ἀδικία τις ἡ κατὰ τὴν πλεονεξίαν, ἄλλη μὲν οὖσα τῆς καθόλου, ὑπ’ αὐτὴν δὲ τὴν καθόλου οὖσα, καὶ ὁμωνύμως τῇ καθόλου καὶ αὐτὴ ἀδικία λεγομένη, δείκνυσι λέγων· οἱ μὲν γὰρ κατὰ τὰς ἄλλας μοχθηρίας ἐνεργοῦντες πλεονέκται οὐ λέγονται, ἀλλ’ ἄδικοι καὶ παράνομοι· οὔτε γὰρ ὁ ῥίψας τὴν ἀσπίδα ἐν πολέμῳ πλεονεκτεῖ, καίτοι διὰ δειλίαν τοῦτο ποιήσας καὶ διὰ τοῦτο ἀδικῶν καὶ παρανομῶν, οὔθ’ ὁ κακῶς εἰπών τινα πλεονεκτεῖ, καίτοι δι’ ὕβριν τοῦτο ποιήσας καὶ παρὰ νόμον, οὔθ’ ὁ μὴ ἐπαρκέσας τινὶ δεομένῳ, καίτοι δι’ ἀνελευθερίαν τοῦτ’ εἰργασμένος. εἰ οὖν οὗτοι καὶ πάντες ὅμοιοι παράνομοι μὲν καὶ ἄδικοι λέγονται, πλεονέκται δὲ οὔ, δῆλον ὡς ὁ πλεονέκτης ἕτερός ἐστι τούτων, καὶ ἡ πλεονεξία ἄλλη τῆς καθόλου ἀδικίας. καὶ ὥσπερ ἐκείνων ἕκαστος ὃ εἰργάσατο οὐ διὰ πλεονεξίαν ἐποίησεν, ἀλλ’ ὁ μὲν διὰ δειλίαν, ὁ δὲ δι’ ἀνελευθερίαν, ὁ δὲ διὰ χαλεπότητα, οὕτως οὐδ’ ὁ πλεονέκτης κατά τινα τῶν εἰρημένων ἀδικιῶν ἢ κατὰ πάσας ὁμοῦ ἀδικεῖ, ἀλλὰ κατὰ μόνην τὴν πλεονεξίαν, ἥτις πλεονεξία οὐκ ἔστιν οὐ δειλία, οὐκ ἀνελευθερία, οὐκ ὀργή, οὐκ ἄλλο τῶν ὁμοίων οἷς ὁ παράνομος χαρακτηρίζεται. ὥστε ὁ πλεονέκτης ἃ ποιεῖ κατὰ κακίαν τινὰ ποιεῖ καὶ πλεονεκτεῖ· κἀκείνους μὲν ψέγοντες λέγομεν δειλοὺς καὶ ἀνελευθέρους καὶ ὑβριστὰς καὶ ὀργίλους καὶ παρανόμους, τοῦτον δὲ πονηρὸν καὶ πλεονέκτην· κἀκείνους μὲν λέγομεν ἀδικίαν ποιεῖν τοῦτον δὲ πλεονεξίαν. ἐκεῖνοι ἄρα ἄδικοι μέν εἰσι κατὰ τὴν καθόλου ἀδικίαν, οὗτος δὲ ἄδικος κατὰ τὴν μερικωτέραν. καὶ ἔστιν ἡ ἀδικία αὕτη ἤτοι ἡ πλεονεξία ὑπὸ τὴν καθόλου ἀδικίαν, ὡς καὶ ἡ δειλία καὶ ἡ θρασύτης, ὠνομασμένη τῷ κοινῷ ὀνόματι ἀδικία ὁμωνύμως τῇ καθόλου ἀδικίᾳ, κἂν μὴ δοκῇ ὁμώνυμος διὰ τὸ ὑποτετάσθαι αὐτῇ, ὡς εἶδος γένει.2 ὅτι δὲ ὁ πλεονέκτης οὐδὲ κατὰ πάσας ὁμοῦ τὰς μοχθηρίας πλεονεκτεῖ, οὐκ ἄδηλον. εἰ γὰρ κατὰ πάσας ὁμοῦ ἀδικεῖ, δῆλον ὡς κατὰ τὴν κοινήν· τὸ γὰρ κοινὸν οὐδὲν ἄλλο ἐστὶν ἢ ὁμοῦ πάντα· εἰ δὲ κατὰ τὴν κοινήν, ἔσται ἡ πλεονεξία ἡ αὐτὴ τῇ κοινῇ ἀδικίᾳ, καὶ κατηγοροῖτο ἂν ὥσπερ ἡ κοινὴ κατὰ πασῶν τῶν ἄλλων, καὶ ῥηθείη ἂν καὶ ἕκαστος τῶν κατὰ τὰς ἄλλας κακίας ἁμαρτανόντων πλεονέκτης, ὥσπερ καὶ ἄδικος. οὐ λέγεται δὲ ἐκείνων τις πλεονέκτης ἀλλ’ ἄδικος· ὥστε οὐδὲ κατὰ πάσας ὁμοῦ τὰς κακίας ὁ πλεονέκτης ἀδικεῖ. εἰ δὲ τοῦτο, ἔστιν ἄρα τις ἄδικος καὶ ἀδικία τις ὡς μέρη τινὰ τῶν ὅλων, τοῦ ἀδίκου καὶ τῆς ἀδικίας τῶν παρὰ τὸν νόμον. ἔτι δὲ εἰ ὁ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ προσλαμβάνει.3 καὶ διὰ τούτων τὸ αὐτὸ δείκνυσιν ὅτι ἐστὶν ἡ πλεονεξία ἀδικία ἑτέρα τῆς κοινῆς ἀδικίας. λαμβάνει δὲ δύο μοιχούς, τὸν μὲν μοιχεύοντα οὐ δι’ ἀκολασίαν οἰκείαν, ἀλλὰ διὰ χρήματα διδόμενα αὐτῷ παρὰ τῆς μοιχευομένης ἀκολάστου οὔσης, τὸν δὲ μοιχεύοντα δι’ ἀκολασίαν καὶ διὰ τοῦτο διδόντα τῇ μοιχευομένῃ καὶ ζημιούμενον, καὶ φησὶ τὸν μὲν ἀναλίσκοντα καὶ ζημιούμενον δι’ ἀκολασίαν ἀκόλαστον μὲν καὶ παράνομον λέγεσθαι, πλεονέκτην δὲ μή, τὸν δὲ μοιχεύοντα καὶ λαμβάνοντα πλεονέκτην μέν (κερδαίνει γάρ) ἀκόλαστον δ’ οὔ· οὐ γὰρ δι’ ἐπιθυμίαν καὶ ἀκολασίαν, ἀλλὰ διὰ χρημάτων ἔρωτα παρανόμως μίγνυται. ἄλλος ἄρα οὗτος ἄδικος ὁ κερδαίνων καὶ πλεονεκτῶν, καὶ ἄλλος ἐκεῖνος ἄδικος· εἰ δὲ τοῦτο, δύο ἀδικίαι εἰσίν, ἥ τε πλεονεξία καὶ ἡ κοινή, ὑφ’ ἣν αἱ ἄλλαι πονηρίαι καὶ ἡ δι’ ἀκολασίαν μοιχεία. ὅτι δ’ οὐδεὶς πλεονεκτεῖ, οὔθ’ ὁ τὴν ἀσπίδα ῥίψας οὔθ’ ὁ ὑβρίσας οὔθ’ ὁ μοιχεύων καὶ ζημιούμενος, ἀλλὰ μόνον παρανομοῦσι καὶ ἀδικοῦσι κατὰ τὴν κοινὴν ἀδικίαν, οὐδεὶς ἀγνοεῖ· τί γὰρ ἐκέρδανεν ὁ τὴν ἀσπίδα ῥίψας ἢ ὁ κακολογήσας ἢ ὁ τῶν ἑαυτοῦ διὰ μοιχείαν ἀποστερούμενος; ἄλλοι ἄρα ἄδικοι οὗτοι καὶ ἄλλος ὁ πλεονεκτῶν καὶ κερδαίνων.
“按照其他恶劣来行动的人虽行不正义,但丝毫不曾贪得。” 在打算证明除了普遍的正义之外还存在某种其他正义时,他首先表明——作为更容易被我们认识的事项——存在某种更为部分性的不正义,它有别于共同且普遍的不正义,并且它正与所探究的更为部分性的正义相对立。我们记得,我们曾将遵守并践行法律所规定之一切事物的人称为普遍的正义与普遍正义者,而将违法的、不按照法律的吩咐过城邦生活的人称为普遍的不正义与普遍不正义者。因此,若能表明除了违法者之外还存在某种其他的非正义者,显而易见,在普遍者之外也将存在某种更为部分性的正义者;如前所述,这位普遍的正义者被称为守法上的正义者。而在作为违法的共同不正义之下,存在着某种依贪得而论的不正义,它一方面有别于普遍的不正义,另一方面又从属于普遍者本身,并与普遍不正义同名异义地也被称作不正义,他通过如下论述来表明:因为那些按照其他恶劣来行动的人不被称为贪得者,而是被称为不正义者和违法者;因为既非在战争中弃盾者在贪得,尽管他出于怯懦而做出此事并因此行不正义且违法;亦非口出恶言诽谤他人者在贪得,尽管他出于傲慢且违背法律做出此事;亦非对匮乏者未予援助者在贪得,尽管他出于吝啬而做出此事。因此,若这些人以及一切类似的人都被称作违法者与不正义者,却不被称为贪得者,那么显而易见,贪得者有别于这些人,而贪得也有别于普遍的不正义。正如那些人中的每一位做出其所行之事并非出于贪得,而是一人出于怯懦,另一人出于吝啬,还有一人出于粗暴脾气,贪得者同样并非按照上述诸不正义中的某一种、或者一同按照所有的不正义来行不正义,而是仅仅按照贪得来行不正义;这种贪得既非怯懦,亦非吝啬,亦非忿怒,亦非违法者借以被刻画的任何其他类似品质。因而贪得者按照某种恶行其所行,并且贪求过多;我们在谴责那些人时称他们为怯懦者、吝啬者、傲慢者、易怒者和违法者,而称此人为恶劣者和贪得者;我们说那些人是在行不正义,而此人是在行贪得。因此,那些人是依照普遍的不正义而是不正义的,而此人则是依照更为部分性的不正义而是不正义的。并且这种不正义、即贪得,从属于普遍的不正义,正如怯懦与鲁莽一样;它是用共同的名称“不正义”同名异义地相对于普遍不正义而被命名的,尽管由于它从属于普遍者犹如种从属于属,它可能看起来并非同名异义。另外,贪得者并非一同按照一切恶劣来贪求过多,这也是显而易见的。因为他若是结合所有的恶劣来行不正义,显然就是按照共同的不正义来行;因为共同者无非就是一切的结合;但若是按照共同的不正义,贪得便将与共同的不正义同一,从而就会像共同的不正义那样被述说于所有其他恶劣之上,并且按照其他恶行犯有过错的每个人,也会像被称为不正义者那样被称为贪得者。然而那些人中没有一个被称为贪得者,而是被称为不正义者;因此,贪得者亦非结合所有的恶来行不正义。如果是这样,那么就存在某种不正义者以及某种不正义,作为全体——即违法的非正义者与非正义——的某些部分。此外,“如果一人为了获利而通奸并额外收取[钱财]”。通过这些话,他也证明了同一件事:贪得是有别于共同不正义的另一种不正义。他举了两个通奸者:一个并非出于自身的放荡,而是为了放荡的受奸妇人付给他的钱财而通奸;另一个则出于放荡而通奸,并因此付钱给受奸妇人而遭受损失;他说,因放荡而耗费并受损失的人被称为放荡者和违法者,但不被称为贪得者;而通奸并获取[钱财]的人则被称为贪得者(因为他获了利),却不被称为放荡者;因为他违背法律而交合,并非出于欲望与放荡,而是出于对金钱的贪恋。因此,这个获利且贪得的非正义者是另一个人,而那个非正义者又是另一个人;如果是这样,便存在两种不正义:即贪得,以及共同的不正义——在其之下从属于其他的恶劣以及出于放荡的通奸。而无人贪求过多——无论是弃盾者,还是行傲慢之举者,亦或是通奸受损者——而只是按照共同的不正义在违法并行不正义,这一点无人不知;因为弃盾者、或口出恶言者、或因通奸而丧失自身财产者,究竟获利了什么?因此,这些非正义者是另一些人,而贪求过多且获利者则是另一个人。
- 1.9καθόλου δικαιοσύνην καὶ καθόλου δίκαιον ἐλέγομεν τὸν πάντα τὰ ὑπὸ τῶν νόμων διατεταγμένα τηροῦντα καὶ πράττοντα
动词 ἐλέγομεν 所构成的双宾格结构。分词短语 τὸν πάντα τὰ ὑπὸ τῶν νόμων διατεταγμένα τηροῦντα καὶ πράττοντα 作直接宾语,而结合了抽象名词与形容词的 καθόλου δικαιοσύνην καὶ καθόλου δίκαιον 则充当宾语补足语(述语宾格)。
- 1.9κἂν μὴ δοκῇ ὁμώνυμος διὰ τὸ ὑποτετάσθαι αὐτῇ, ὡς εἶδος γένει
带连接式的让步从句(κἂν = καὶ ἐάν 与 δοκῇ)。主语承接上文的“这种不正义即贪得”(ἡ ἀδικία αὕτη ἤτοι ἡ πλεονεξία),表语形容词 ὁμώνυμος 为阴性主格(第二变格两尾词)。其后的 διὰ τὸ ὑποτετάσθαι αὐτῇ 为表示原因的冠词不定式,支配与格 αὐτῇ(普遍的不正义)。该从句表示让步,指出由于它犹如种从属于属般从属于普遍者(通常意味着同义性),因而可能看起来并非同名异义。
- 1.9ἔτι δὲ εἰ ὁ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ προσλαμβάνει
注文中直接引述亚里士多德原文(1130a24-25)开头的语句。在 ἔτι δὲ 之后直接引用了条件从句的起始部分 εἰ ὁ μὲν...,随后紧接注解者的主句 καὶ διὰ τούτων τὸ αὐτὸ δείκνυσιν(“并且通过这些话他也证明了同一件事”)。
