- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:7.15-9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔通过完全德性的三分法阐明了正义为何被称为“完全的德性”,论证了普遍德性与普遍正义在本质上同一却在指涉关系上有所区别,并说明了向他人施展德性的困难以及政治经验的必要性。
" Αὕτη οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστι τελεία." Τριχῶς ἡ τελεία ἀρετὴ λέγεται. λέγεται γὰρ τελεία ἀρετὴ καὶ ἡ ἀνδρία μόνη ἡ ἠθικὴ ἡ μετὰ φρονήσεως καὶ ὀρθοῦ λόγου ὑπομενετικὴ τῶν μεγίστων ἐν τοῖς πολέμοις κινδύνων· λέγεται δὲ τελεία αὕτη ἡ ἀνδρία πρὸς ἀντιδιαστολὴν τῆς φυσικῆς ἀνδρίας, καθ’ ἣν φυσικὴν ἀνδρίαν ὁ Ἀχιλλεὺς ἀνδρεῖος ἐλέγετο. λέγεται πάλιν τελεία ἀρετὴ καὶ τὸ ἐκ πασῶν τῶν ἀρετῶν ἄθροισμα, ἥτις καὶ ἁπλῶς ἀρετὴ λέγεται καὶ μόνως ἀρετὴ τελεία. λέγεται δὲ ἀρετὴ τελεία καὶ ἡ κατὰ τὴν νομιμότητα, περὶ ἧς νῦν λέγει, ἥτις ἡ αὐτή ἐστι τῇ ἐκ πασῶν ἀρετῶν οὔσῃ,1 ὡς προϊὼν ἐρεῖ· διαφέρουσι δ’ ὅτι ἡ μὲν προτέρα ὡς ἕξις ψυχῆς ἁπλῶς θεωρεῖται, ἡ δὲ κατὰ τὴν νομιμότητα ἀρετή, ἥτις καὶ δικαιοσύνη λέγεται, ἐν τῇ πρὸς ἕτερον χρήσει κρίνεται. ἡ γὰρ κατὰ πάσας τὰς ἀρετὰς ἐνέργεια ἐπὶ σωτηρίᾳ γινομένη τῆς πολιτικῆς κοινωνίας ἐστὶν ἡ νῦν λεγομένη τελεία μὲν ἀρετή, ἀλλ’ οὐχ ἁπλῶς ἀλλ’ ὡς πρὸς ἕτερον, ἤτοι πρὸς τὸ διαμένειν καὶ διασώζεσθαι τὸ πολίτευμα. ὥστε δῆλον γέγονεν ὅτι ἡ καθόλου ἀρετὴ καὶ ἡ καθόλου δικαιοσύνη τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ αἱ αὐταί εἰσι, διαφέρουσι δὲ κατά τι, ὡς εἴρηται· ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις θεωρεῖται ψυχῆς, ἀρετὴ μόνως λέγεται, ὅταν δὲ ὡς σωστικὴ τῆς πολιτείας, δικαιοσύνη προσαγορεύεται.2 τούτῳ τε οὖν διαφέρουσι καὶ καθὸ τελειοτέρα ἡ δικαιοσύνη δοκεῖ εἶναι τῆς ἀρετῆς· τελειοτέρα γὰρ αὕτη, ἣν ὁ ἔχων καὶ πρὸς ἄλλους χρῆσθαι δύναται, ἀλλ’ οὐχὶ μόνον καθ’ ἑαυτόν· ἔστι δὲ ὡς εἴρηται πρὸς ἄλλον ἡ κατὰ νομιμότητα. διὰ οὖν τὸ πρὸς ἄλλον εἶναι τὴν δικαιοσύνην καὶ πρὸς σωτηρίαν τῆς πολιτικῆς κοινωνίας κρατίστη, φησί, καὶ ἀρίστη δοκεῖ εἶναι ἡ δικαιοσύνη, καὶ θαυμασιωτέρα καὶ αὐτοῦ τοῦ τῆς Ἀφροδίτης ἀστέρος. ἑῴα δὲ φαῦσις ἀστέρος λέγεται, ὅταν πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου φαίνηται ὁ ἀστήρ, ἕσπερος δὲ ὅταν μετὰ τὴν τοῦ ἡλίου δύσιν ὁρᾶται. οὐχ οὕτω δοκεῖ, φησί, θαυμαστὴ ἡ Ἀφροδίτη, καίτοι λαμπροτάτη οὖσα ἑῴα καὶ ἑσπέριος φαινομένη, ὡς ἡ δικαιοσύνη. ὅτι δὲ καὶ κρατίστη καὶ θαυμαστὴ καὶ ἀρίστη ἐστὶν ἡ δικαιοσύνη πιστούμενος ἐπήνεγκε καὶ τὴν λέγουσαν παροιμίαν " Ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι." Τουτέστιν ἅπαν κακὸν πόρρω τῆς δικαιοσύνης. ἡ δὲ παροιμία Θεόγνιδός ἐστιν, ὡς Θεόφραστός φησιν ἐν τῷ πρώτῳ Περὶ ἠθῶν λέγων, ἐν δὲ τῷ πρώτῳ τῶν Ἠθικῶν ὡς Φωκυλίδης αὐτοῦ μέμνηται, καὶ οὐδὲν θαυμαστὸν καὶ Φωκυλίδην αὐτῷ καὶ Θέογνιν χρήσασθαι. πολλοὶ γὰρ ἐν μὲν τοῖς οἰκείοις δύνανται τῇ ἀρετῇ χρῆσθαι. οὐχ ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ἐν γνώσει τὸ τέλος ἐχούσαις ὁμοία ἐστὶν ἡ γνῶσις τοῦ γνωστοῦ αὐτῷ τε ἐφ’ ἑαυτοῦ καὶ ἐπ’ ἄλλων, οὕτως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, καὶ ὅλως περὶ τῆς πολιτικῆς· οὐ γὰρ ἐξαρκεῖ καθόλου εἰδέναι τίνα τε πρακτέον καὶ τίνα μή, ἀλλὰ καὶ δι’ ὧν καὶ πῶς ἂν πραχθείη εἰδέναι χρή, ὧν ἡ γνῶσις δι’ ἐμπειρίαν παραγίνεται. διὸ δεῖ πολλοῖς καὶ παντοδαποῖς ἐντετυχηκέναι πράγμασι τὸν μέλλοντα πολιτικὸν ἔσεσθαι, ὡς καὶ κυβερνήτην καὶ ἰατρόν. οὐ γὰρ αὐτάρκεις τούτοις οἱ καθόλου λόγοι ἀλλὰ καὶ ἐμπειρίας αὐτοῖς δεῖ. διὰ τοῦτο δὴ ἐν μὲν τοῖς οἰκείοις δύνανται πολλοὶ τῇ πολιτικῇ κοινωνίᾳ χρῆσθαι, οἷον ἐν γυναιξὶ καὶ παισὶ καὶ ἀδελφοῖς, ἐν δὲ τοῖς ἄλλοις ἀδυνατοῦσι διὰ τὸ μὴ ἐμπειρίαν ἔχειν τῶν πραγμάτων. δεῖται οὖν ὁ πολιτικὸς καὶ πρακτικὸς πρὸς τῷ τοὺς καθόλου λόγους ἔχειν καὶ τῆς τῶν πραγμάτων ἐμπειρίας, ὡς καὶ ὁ στρατηγὸς καὶ ὁ ἰατρὸς καὶ ὁ κυβερνήτης. ὅτι δὲ τὸ πρὸς ἑτέρους χρῆσθαι τῇ ἀρετῇ χαλεπόν ἐστι, μάρτυρα ἐπάγει τὸν Βίαντα εἰπόντα “ἀρχὴ τὸν ἄνδρα δείξει”· ὁ γὰρ ἄρχων πρὸς ἑτέρους· τινῶν γὰρ ὁ ἄρχων ἄρχει καὶ ἐν κοινωνίᾳ ἡ ἀρχή, ἐν ᾗ χαλεπώτεραι αἱ ἐνέργειαι. εἰπὼν δὲ τὴν κατὰ τὴν νομιμότητα δικαιοσύνην πρὸς ἄλλον εἶναι, πιστούμενος τοῦτο λέγει διὰ δὲ τὸ αὐτὸ τοῦτο, τουτέστι τὸ πρὸς ἕτερον ἢ πρὸς ἑτέρους εἶναι τὴν δικαιοσύνην, οὐ τοῦ ἔχοντος τὴν τοιαύτην ἕξιν λέγουσιν εἶναι οὐδὲ ἀγαθὸν αὐτοῦ τυγχάνειν, ἀλλ’ ἐκείνοις εἶναι ἀγαθόν,3 οἷς τὰ συμφέροντα πράττει, ἄρχουσιν ἢ κυρίοις, ἢ τοῖς βασιλεῦσιν ἢ τοῖς ἀρίστοις, ὡς ἐν ἀριστοκρατίᾳ.
“因此,这种正义就是完全的德性。” 完全的德性有三种说法。因为单是伦理上的勇敢——在明智与正确理性的伴随下能够忍受战争中最大的危险——也被称为完全的德性;这种勇敢被称为完全的,是相对于自然的勇敢而言的,阿喀琉斯正是依据这种自然的勇敢被称为勇敢的。其次,所有德性的总和也被称为完全的德性,这也被无条件地称为德性,且唯一被称为完全的德性。依守法而论的德性也被称为完全的德性,这正是他现在所谈论的,它与由一切德性构成的德性是同一的,正如他在后文中将指出的那样;但它们的区别在于,前者被单纯视作灵魂的一种品质,而依守法而论的德性——也就是被称为正义的德性——则是在对他人施用时受到评判的。因为为了政治共同体的稳固而践行的、合乎一切德性的现实活动,就是现在所说的完全的德性,但这不是无条件而言的,而是相对于他人而言的,即为了政体的持久与保全。因此显而易见,普遍的德性与普遍的正义在基质和本质上是同一的,但正如已经说明的那样,在某一特定方面有所不同:因为当它被单纯视作灵魂的品质时,仅被称为德性;而当它被视作政体的保全者时,则被称为正义。因此,它们在这方面有所不同,并且正义在此也显得比德性更完全;因为凡拥有者不仅能对自己、而且能对他人施用的德性,都是更完全的;而依守法而论的德性,如前所述,是关乎他人的。他说,正是由于正义是关乎他人的并且是为了政治共同体的稳固,正义才显得最为强大与完善,甚至比阿佛洛狄忒之星本身更加令人赞叹。所谓的星辰的晨光,是指星辰在日出前显现,暮光则是指在日落后被看见。他说,阿佛洛狄忒即便在作为晨星与暮星显现时极尽璀璨,也不如正义那般令人赞叹。为了证实正义最为强大、令人赞叹且最善,他又引述了这句谚语: “在正义之中,总括着所有的德性。” 这就是说,一切恶都远离正义。这句谚语出自忒奥格尼斯,正如忒奥弗拉斯托斯在其《论品格》第一卷中所言;但在《伦理学》第一卷中,〔他说〕福库利德斯提到过它,而福库利德斯和忒奥格尼斯都曾使用过它并不足为奇。“因为许多人能够在家事中运用德性”。这并不像那些以认知为目的的理论科学那样,所知之物的认知对于自身而言与在他人身上的情形是相同的,在诸德性中以及在整个政治学中并非如此;因为仅仅普遍地知道什么是应当做的、什么是不应当做的并不足够,还必须知道通过何种途径以及如何去践行,而这种知识是通过经验获得的。因此,将要成为政治家的人必须经历许多形形色色的大小事务,就如同舵手和医者一样。因为普遍的道理对他们来说并不自足,他们还需要经验。正因如此,许多人在家事中,例如对待妻子、儿女和兄弟时,能够实行政治共同的交往,但在对待其他人时,却因为缺乏实务经验而无能为力。因此,政治性与实践性的人在拥有普遍道理的同时,也需要实务的经验,如同将军、医者与舵手一样。为了表明对他人运用德性是困难的,他引述了比阿斯作为见证,后者曾说“职位将显明其人”;因为统治者是相对于他人而言的;统治者统治某些人,而统治存在于共同体之中,在共同体中各项活动更为艰巨。而在指出依守法而论的正义是关乎他人的之后,他证实这一点说:正是因为这同一缘故,即正义是关乎他人或关乎多数人的,人们才说它并不属于拥有这种品质的人,也不是他自己的善,而是对他为其谋取利益的那些人的善,无论他们是统治者、主权者、君王,还是如贵族政体中的贤达之士。
- 1.6ἥτις ἡ αὐτή ἐστι τῇ ἐκ πασῶν ἀρετῶν οὔσῃ
关系代词 ἥτις 以前文的 ἡ κατὰ τὴν νομιμότητα[ἀρετή]为先行词,在句中与与格短语(τῇ... οὔσῃ)构成 ὁ αὐτός + 与格的同等句式。分词 οὔσῃ 修饰承前省略的名词 ἀρετῇ,意为“与由一切德性构成的德性是同一的”。
- 1.6ὅταν δὲ ὡς σωστικὴ τῆς πολιτείας, δικαιοσύνη προσαγορεύεται
在 ὅταν δέ 引导的分句中,紧承前半句 ὅταν μὲν γὰρ ἁπλῶς ὡς ἕξις θεωρεῖται ψυχῆς 而省略了动词 θεωρεῖται。在这一被动句结构中,ὡς σωστικὴ τῆς πολιτείας 作所承前省略的主语(ἡ ἀρετή)的谓词性同位语/补足语。
- 1.7οὐ τοῦ ἔχοντος τὴν τοιαύτην ἕξιν λέγουσιν εἶναι οὐδὲ ἀγαθὸν αὐτοῦ τυγχάνειν, ἀλλ’ ἐκείνοις εἶναι ἀγαθόν
带否定词 οὐ 的属格 τοῦ ἔχοντος 作表示领属或归属的表语属格(“不属于拥有该品质的人”),与随后的属格 αὐτοῦ(“他自己的[善]”)相呼应,并与后文的与格 ἐκείνοις(“对于那些人而言的[善]”)形成对比。三个不定式从句(εἶναι ... τυγχάνειν ... εἶναι)皆受支配动词 λέγουσιν 统摄,构成间接引语。
